1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

37

ὑπὲρ πᾶσαν μάχαιραν δίστομον, καὶ διικνούμενος ἄχρι μερισμοῦ ψυχῆς καὶ πνεύματος, ἁρμῶν τε καὶ μυελῶν, καὶ κριτικὸς ἐνθυμήσεων 63.58 καὶ ἐννοιῶν καρδίας. Ἐνταῦθα περὶ τῆς γεέννης διαλέγεται, καὶ περὶ τῆς κολάσεως. Εἰς τὰ κρυπτὰ, φησὶ, διικνεῖται τῆς καρδίας τῆς ἡμετέρας, καὶ διατέμνει τὴν ψυχήν. Οὐ κῶλά ἐστι πεσεῖν ἐνταῦθα, οὐδὲ γῆς ἀποστερηθῆναι, καθάπερ ἐκεῖ, ἀλλὰ βασιλείας οὐρανῶν, καὶ γεέννῃ παραδοθῆναι αἰωνίῳ, καὶ κολάσει ἀθανάτῳ καὶ τιμωρίᾳ. Ἀλλὰ παρακαλεῖτε ἑαυτούς. Ὅρα τὸ ἥμερον καὶ προσηνές· οὐκ εἶπεν, ἐπιτιμᾶτε, ἀλλὰ, Παρακαλεῖτε. Οὕτως ἡμᾶς χρὴ τοῖς ἀπὸ θλίψεως στενοχωρουμένοις προσφέρεσθαι. Τοῦτο καὶ Θεσσαλονικεῦσι γράφων φησί· Νουθετεῖτε τοὺς ἀτάκτους. Περὶ δὲ τῶν ὀλιγοψύχων οὐχ οὕτως, ἀλλὰ τί; Παραμυθεῖσθε τοὺς ὀλιγοψύχους, ἀντέχεσθε τῶν ἀσθενῶν, μακροθυμεῖτε πρὸς πάντας. Τί ἐστι, Παρακαλεῖτε; Ἀντὶ τοῦ, μὴ ἀπελπίσητε, μὴ ἀπογνῶτε· τὸν γὰρ ἀπὸ θλίψεως στενοχωρούμενον ὁ μὴ παρακαλῶν σκληρότερον ποιεῖ. Ἵνα μὴ σκληρυνθῇ ἐξ ὑμῶν τις, φησὶν, ἀπάτῃ τῆς ἁμαρτίας. Ἢ τὴν ἀπάτην τοῦ διαβόλου φησίν· ἀπάτη γάρ ἐστιν ὄντως τὸ μηδὲν περὶ τῶν μελλόντων προσδοκᾷν, τὸ νομίζειν ὅτι ἀνεύθυνα ἔσται τὰ ἡμέτερα, καὶ ὅτι τῶν πεπραγμένων ἡμῖν ἐνταῦθα οὐ δώσομεν δίκην, οὐδὲ ἔσται ἀνάστασις· ἢ ἑτέρως, ἀπάτη ἐστὶν ἡ ἀναλγησία, ἢ ἀπόγνωσις· τὸ γὰρ λέγειν, τί ἐστι λοιπόν; ἅπαξ ἥμαρτον, οὐκ ἔχω ἐλπίδα τοῦ ἀνακτήσασθαι ἐμαυτὸν, ἀπάτη ἐστίν. Εἶτα ἐλπίδας αὐτοῖς ἐντίθησι, λέγων, Μέτοχοι γεγόναμεν τοῦ Χριστοῦ· μονονουχὶ λέγων, ὁ οὕτως ἡμᾶς ἀγαπήσας, ὁ τοσούτων ἡμᾶς καταξιώσας, ὥστε ἑαυτοῦ σῶμα ποιῆσαι, οὐ περιόψεται ἀπολλυμένους. Ἐννοήσωμεν, φησὶ, τίνων κατηξιώθημεν· ἡμεῖς καὶ ὁ Χριστὸς ἕν ἐσμεν. Μὴ τοίνυν ἀπιστῶμεν αὐτῷ. Καὶ πάλιν ἐκεῖνο αἰνίττεται τὸ εἰρημένον ἑτέρωθι, ὅτι Εἰ ὑπομένομεν, καὶ συμβασιλεύσομεν· τοῦτο γάρ ἐστι, Μέτοχοι γεγόναμεν, τῶν αὐτῶν μετέχομεν ὧν καὶ ὁ Χριστός. Προετρέψατο ἀπὸ τῶν χρηστῶν· Μέτοχοι γάρ ἐσμεν, φησὶ, τοῦ Χριστοῦ. Εἶτα πάλιν ἀπὸ τῶν σκυθρωπῶν· Φοβηθῶμεν μήποτε καταλειπομένης ἐπαγγελίας εἰσελθεῖν εἰς τὴν κατάπαυσιν αὐτοῦ, δοκῇ τις ἐξ ὑμῶν ὑστερηκέναι· ἐκεῖνο γὰρ δῆλον καὶ ὡμολογημένον ἐστίν. Ἐδοκίμασάν με, φησὶ, καὶ εἶδον τὰ ἔργα μου τεσσαράκοντα ἔτη. Ὁρᾷς ὅτι οὐ δεῖ τὸν Θεὸν ἀπαιτεῖν εὐθύνας, ἀλλ', ἄν τε προϊστᾶται, ἄν τε μὴ, πιστεύειν αὐτῷ; ἐκείνοις γὰρ τοῦτο ἐγκαλεῖ νῦν, ὅτι ἐπείρασαν τὸν Θεόν. Ὁ γὰρ βουλόμενος ἀποδείξεις λαβεῖν, ἢ τῆς δυνάμεως, ἢ τῆς προνοίας, ἣ τῆς κηδεμονίας αὐτοῦ, οὔπω πιστεύει οὔτε δυνατὸν αὐτὸν εἶναι, οὔτε φιλάνθρωπον. Τοῦτο καὶ πρὸς τούτους γράφων αἰνίττεται, βουλομένους ἴσως ἤδη τῆς δυνάμεως αὐτοῦ καὶ τῆς ὑπὲρ αὐτῶν προνοίας τὴν ἐξέτασιν καὶ τὸν ἔλεγχον λαβεῖν ἐν τοῖς πειρασμοῖς. Ὁρᾷς ὅτι ἀπὸ ἀπιστίας πανταχοῦ ὁ παροξυσμὸς καὶ ὁ παροργισμός; Τί οὖν φησιν; Ἄρα ἀπολείπεται σαββατισμὸς τῷ λαῷ τοῦ Θεοῦ. Ὅρα δὲ πῶς ὅλον τὸν λόγον συνελογίσατο. Ὤμοσε, φησὶ, τοῖς προτέροις μὴ εἰσελθεῖν αὐτοὺς εἰς τὴν κατάπαυσιν, καὶ οὐκ εἰσῆλθον. Εἶτα μετ' ἐκείνους χρόνῳ πολλῷ ὕστερον διαλεγόμενος τοῖς Ἰουδαίοις, φησί· Μὴ σκληρύνητε τὰς καρδίας ὑμῶν, ὡς οἱ πατέρες ὑμῶν. ∆ηλονότι ἔστιν ἄλλη κατάπαυσις· περὶ μὲν γὰρ τῆς Παλαιστίνης οὐκ ἔνι εἰπεῖν· εἶχον γὰρ αὐτήν· περὶ δὲ τῆς ἑβδόμης οὐκ ἔστιν εἰπεῖν· οὐ γὰρ δήπου περὶ ταύτης διελέγετο τῆς πάλαι γεγενημένης. Ἄρα ἑτέραν τινὰ αἰνίττεται τὴν ὄντως ἀνάπαυσιν. δʹ. Ὄντως γὰρ ἐκείνη ἐστὶν ἀνάπαυσις, ἔνθα ἀπέδρα 63.59 ὀδύνη καὶ λύπη καὶ στεναγμὸς, ἔνθα οὐδὲ φροντίδες, οὔτε πόνοι, οὔτε ἀγωνία, οὔτε φόβος καταπλήττων καὶ σείων τὴν ψυχὴν, ἀλλὰ μόνος ὁ τοῦ Θεοῦ φόβος ἡδονῆς πλήρης ὤν. Οὐκ ἔστιν ἐκεῖ ἀκοῦσαι. Ἐν ἱδρῶτι τοῦ προσώπου σου φαγῇ τὸν ἄρτον σου· οὐδὲ ἀκάνθας, οὐδὲ τριβόλους ἀνατελεῖ σοι· Οὐκέτι ἄκανθαι καὶ τρίβολοι· οὐκ ἔστιν, Ἐν λύπαις τέξεις τέκνα, οὐδὲ, Πρὸς τὸν ἄνδρα σου ἡ ἀποστροφή σου, καὶ αὐτός σου κυριεύσει· πάντα εἰρήνη ἐκεῖ, χαρὰ, εὐφροσύνη, ἡδονὴ, ἀγαθωσύνη, πραότης, εὐθύτης, ἀγάπη. Οὐκ ἔστιν ἐκεῖ