39
ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ΟΜΙΛΙΑ Ζʹ.
Σπουδάσωμεν οὖν εἰσελθεῖν εἰς ἐκείνην τὴν κα τάπαυσιν, ἵνα μὴ ἐν τῷ αὐτῷ
τις ὑποδείγματι πέσῃ τῆς ἀπειθείας. Ζῶν γὰρ ὁ λόγος τοῦ Θεοῦ καὶ ἐνεργὴς, καὶ τομώτερος ὑπὲρ πᾶσαν μάχαιραν δίστομον, καὶ διικνούμενος ἄχρι με ρισμοῦ ψυχῆς καὶ πνεύματος, ἁρμῶν τε καὶ μυελῶν, καὶ κριτικὸς ἐνθυμήσεων καὶ ἐννοιῶν καρδίας· καὶ οὐκ ἔστι κτίσις ἀφανὴς ἐνώπιον αὐτοῦ, πάντα δὲ γυμνὰ καὶ τετραχηλισμένα τοῖς ὀφθαλμοῖς αὐτοῦ, πρὸς ὃν ἡμῖν ὁ λόγος. αʹ. Μέγα μὲν ἡ πίστις καὶ σωτήριον, καὶ ταύτης 63.60 ἄνευ οὐκ ἔνι σωθῆναί ποτε. Ἀλλ' οὐκ ἀρκεῖ καθ' ἑαυτὴν τοῦτο ἐργάσασθαι, ἀλλὰ δεῖ καὶ πολιτείας ὀρθῆς. Ὥστε διὰ τοῦτο καὶ Παῦλος τοῖς ἤδη τῶν μυστηρίων καταξιωθεῖσι παραινεῖ λέγων· Σπουδάσωμεν εἰσελθεῖν εἰς ἐκείνην τὴν κατάπαυσιν. Σπουδάσωμεν, φησὶν, ὡς οὐκ ἀρκούσης τῆς πίστεως, ἀλλ' ὀφείλοντος προστεθῆναι καὶ τοῦ βίου, καὶ πολλὴν τὴν σπουδὴν γενέσθαι. ∆εῖ γὰρ ἡμῖν ὄντως καὶ πολλῆς σπουδῆς, ὥστε ἀνελθεῖν εἰς τὸν οὐρανόν. Εἰ γὰρ γῆς οὐκ ἠξιώθησαν οἱ τοσαῦτα ταλαιπωρηθέντες ἐν τῇ ἐρήμῳ, καὶ γῆς τυχεῖν οὐκ ἠδυνήθησαν, ἐπειδὴ ἐγόγγυσαν καὶ ἐπόρνευσαν· πῶς τῶν οὐρανῶν ἡμεῖς καταξιωθησόμεθα, ἀδιαφόρως ζῶντες καὶ ῥᾳθύμως; ∆εῖ τοίνυν ἡμῖν πολλῆς σπουδῆς. Καὶ ὅρα, οὐ μέχρι τούτου τὴν ζημίαν ὁρίζει μόνον, τοῦ μὴ εἰσελθεῖν· 63.61 οὐ γὰρ εἶπε· Σπουδάσωμεν εἰσελθεῖν εἰς τὴν κατάπαυσιν, ἵνα μὴ ἐκπέσωμεν τοσούτων ἀγαθῶν· ἀλλ' ὃ μάλιστα τοὺς ἀνθρώπους διεγείρει, τοῦτο προσέθηκε. Ποῖον δὴ τοῦτο; Τὸ, Ἵνα μὴ ἐν τῷ αὐτῷ τις ὑποδείγματι πέσῃ τῆς ἀπειθείας· τουτέστιν, ἵνα τὸν νοῦν ἔχωμεν ἐκεῖ, τὴν ἐλπίδα, τὴν προσδοκίαν, ἵνα μὴ ὁμοίως ἐκπέσωμεν. Ὅτι γὰρ ἐκπεσούμεθα, τὸ ὑπόδειγμα δηλοῖ· Μὴ ἐν τῷ αὐτῷ, φησίν. Εἶτα, ἵνα μὴ ἀκούων, Ἐν τῷ αὐτῷ, τὴν αὐτὴν εἶναι νομίσῃς τιμωρίαν, ἄκουσον τί ἐπάγει· Ζῶν γὰρ ὁ λόγος τοῦ Θεοῦ καὶ ἐνεργὴς, καὶ τομώτερος ὑπὲρ πᾶσαν μάχαιραν δίστομον, καὶ διικνούμενος ἄχρι μερισμοῦ ψυχῆς τε καὶ πνεύματος, ἁρμῶν τε καὶ μυελῶν, καὶ κριτικὸς ἐνθυμήσεων καὶ ἐννοιῶν καρδίας. ∆είκνυσι κἀνταῦθα, ὅτι κἀκεῖνα αὐτὸς εἰργάσατο ὁ τοῦ Θεοῦ λόγος, καὶ ζῇ, καὶ οὐκ ἐσβέσθη. Μὴ τοίνυν, ἐπειδὴ λόγον ἤκουσας, ἁπλῶς λόγον νομίσῃς· μαχαίρας γάρ ἐστι, φησὶ, τομώτερος. Ὅρα τὴν συγκατάβασιν, καὶ ἐντεῦθεν μάνθανε τίνος ἕνεκεν ἐδεήθησαν καὶ οἱ προφῆται εἰπεῖν μάχαιραν, καὶ τόξον, καὶ ῥομφαίαν. Ἐὰν μὴ ἐπιστραφῆτε, φησὶ, τὴν ῥομφαίαν αὑτοῦ στιλβώσει, τὸ τόξον αὑτοῦ ἐνέτεινε, καὶ ἡτοίμασεν αὐτό. Εἰ γὰρ νῦν μετὰ τοσοῦτον χρόνον καὶ τελείωσιν οὐ δύναται τῷ τοῦ λόγου ὀνόματι καταπλῆξαι μόνον, ἀλλὰ δεῖται τούτων τῶν ῥημάτων, ἵνα δείξῃ τὴν ὑπεροχὴν τὴν ἐκ τῆς συγκρίσεως· πολλῷ μᾶλλον τότε. ∆ιικνούμενος, φησὶν, ἄχρι μερισμοῦ ψυχῆς καὶ πνεύματος. Τί ἐστι τοῦτο; Φοβερόν τι ᾐνίξατο. Ἢ γὰρ ὅτι τὸ πνεῦμα διαιρεῖ ἀπὸ τῆς ψυχῆς, λέγει· ἢ ὅτι καὶ αὐτῶν τῶν ἀσωμάτων διικνεῖται, οὐ καθὼς ἡ μάχαιρα μόνον τῶν σωμάτων. ∆είκνυσιν ἐνταῦθα, ὅτι καὶ ἡ ψυχὴ κολάζεται, καὶ ὅτι τὰ ἐνδότατα διερευνᾶται, καὶ ὅλον δι' ὅλου διικνεῖται τὸν ἄνθρωπον. Καὶ κριτικὸς ἐνθυμήσεων καὶ ἐννοιῶν καρδίας. Καὶ οὐκ ἔστι κτίσις ἀφανὴς ἐνώπιον αὐτοῦ. Ἐνταῦθα αὐτοὺς μάλιστα ἐφόβησεν. Ὃ δὲ λέγει, τοῦτό ἐστι· μὴ γὰρ, εἰ ἔτι, φησὶν, ἐν τῇ πίστει ἑστήκατε, μὴ μετὰ πληροφορίας δὲ, θαῤῥεῖτε· αὐτὸς τὰ ἐν τῇ καρδίᾳ κρινεῖ· ἐκεῖ γὰρ διαβαίνει καὶ κολάζων καὶ ἐξετάζων. Καὶ τί λέγω περὶ ἀνθρώπων, φησί; κἂν γὰρ ἀγγέλους εἴπῃς, κἂν ἀρχαγγέλους, κἂν τὰ Χερουβὶμ, κἂν τὰ Σεραφὶμ, κἂν οἵαν δήποτε κτίσιν· πάντα ἐκκεκάλυπται τῷ ὀφθαλμῷ ἐκείνῳ, πάντα δῆλά ἐστι καὶ φανερὰ, οὐδέν ἐστι τὸ λαθεῖν αὐτὸν δυνατόν· Πάντα γυμνὰ καὶ τετραχηλισμένα τοῖς