39
Ὀρέστῃ πόλεμον ποιῆσαι πρὸς τὸν Αἴγισθον. καὶ λαβὼν Ὀρέστην ἔρχεται εἰς τὸ Ἀπόλλωνος μαντεῖον μαθεῖν περὶ τοῦ Ὀρέστου. καὶ λαμβάνει χρησμὸν ὅτι δεῖ τὸν Ὀρέστην κτεῖναι τὴν μητέρα καὶ τὸν Αἴγισθον. εἶτα ᾔτει μαθεῖν καὶ Ὀρέστης εἰ περισώζεται κτείνας αὐτούς· καὶ ἐῤῥήθη αὐτῷ ὅτι κρατήσει τῶν πατρῴων καὶ τῆς Πελοποννήσου πάσης. Καὶ παρεκάλεσε τὸν Στρόφιον ὑποστρέψαι εἰς τὴν ἰδίαν αὐτοῦ πατρίδα, ἐάσαντα αὐτῷ τὸν υἱὸν αὐτοῦ τὸν Πυλάδην· καὶ πεισθεὶς ὁ Στρόφιος ἐποίησεν οὕτως. καὶ λοιπὸν ἦλθον εἰς τὴν Μυκηναίων πόλιν ὁ Ὀρέστης καὶ ὁ Πυλάδης κατὰ τὸν χρησμόν· καὶ λάθρᾳ εἰσῆλθε πρὸς τὴν Ἠλέκτραν, ἀδελφὴν αὐτοῦ, καὶ παρακαλεῖ αὐτὴν πεῖσαι τὴν μητέρα αὐτοῦ Κλυταιμνήστραν δέξασθαι αὐτόν· ἥτις Ἠλέκτρα ἔπεισε τὴν ἰδίαν μητέρα, καὶ ἐδέξατο τὸν Ὀρέστην. καὶ παρακληθεῖσα ἡ Κλυταιμνήστρα ἐδυσώπησε τὸν Αἴγισθον· καὶ δεχθεὶς παρὰ τοῦ Αἰγίσθου ὁ Ὀρέστης μαινόμενος ἐκαρτέρει, βουλόμενος ἐκδικῆσαι τοῦ ἰδίου πατρὸς τὸ αἷμα, λέγων πᾶσιν ὅτι Ἐμόν ἐστι τὸ βασίλειον. καὶ εὑρηκὼς καιρὸν ἔσφαξε τὴν ἰδίαν μητέρα καὶ τὸν Αἴγισθον βασιλέα, τὸν αὐτοῦ πατρωόν. καὶ εἰς ἐξηχίαν ἦλθεν ἀπὸ τῆς μανίας παρ' 135 ἑαυτὸν γενόμενος, καὶ ποτὲ μὲν ἐφρόνει καὶ διῆγεν ἐν ἀνέσει, ποτὲ δὲ ἐμαίνετο. πρὸς θεραπείαν τῶν τῆς πόλεως καὶ τῆς συγκλήτου, ὅτι ἐφίλουν τὸν Ὀρέστην καὶ αὐτὸν ἠβούλοντο βασιλεῦσαι, οἱ ἱερεῖς ἁγνεύσαντες τὸν Ὀρέστην καὶ ἀποκαθαρίσαντες ἐξιλεώσαντο αὐτὸν τοῦ μητρῴου φόνου τοῦ μαίνεσθαι· καὶ ἀπαγαγόντες ἐν τῷ ἱερῷ τῆς Ἀθηνᾶς τὸν Ὀρέστην, ἐφ' ᾧ ὁ Ἄρειος πάγος ὑπῆρχε, τῆς δίκης ἀκούσαντος μεταξὺ Οἴακος τοῦ μετὰ τοῦ Τυνδαρίου τῆς Κλυταιμνήστρας καὶ τοῦ Ὀρέστου. ὅστις Μενεσθεὺς ἐξεῖπε ψῆφον δικαίως τὸν Ὀρέστην ἐκδικῆσαι τὸν φόνον τοῦ ἰδίου πατρός, μάλιστα καὶ διὰ τὰς ἄλλας γυναῖκας, ὅπως μή τις ἑτέρα γυνὴ τοιοῦτόν τι δεινὸν ἐργάσηται. ταῦτα ∆ίκτυς ἐν τῇ ἕκτῃ αὐτοῦ ῥαψῳδίᾳ ἐξέθετο. Οἱ οὖν ἱερεῖς λαβόντες τὸν Ὀρέστην ἐκ τῆς κρίσεως τοῦ Ἀρείου πάγου μετὰ τὴν ψῆφον ἀπήγαγον ἐν ∆ελφοῖς εἰς τὸ ἱερὸν τοῦ Ἀπόλλωνος παραμεῖναι, ἵνα τὴν μανίαν ἀποθέμενος βασιλεύσῃ. ὁ δὲ Ὀρέστης ἀπελθὼν εἰς τὸ ἱερόν, ἔχων τὰς ἰδίας φρένας, ἅμα τῷ Πυλάδῃ, καὶ ποιήσας θυσίαν, ᾔτει τὴν Πυθίαν ἐκφυγεῖν τῆς μανιώδους νόσου. καὶ ἐδόθη αὐτῷ διὰ τῆς Πυθίας χρησμὸς διὰ στίχων, ὅ ἐστι τῇ κοινῇ διαλέκτῳ οὕτως. 136 Ὀρέστα, οὐκ ἄλλως σε δεῖ ἀργαλέας νόσου μανίαν ἀποθέσθαι, εἰ μὴ περάσας Πόντου κύματα Σκυθίης τε γαῖαν καταλάβοις Αὐλίδος τε χώραν. ἐν ἱερῷ Ἀρτέμιδος ληφθεὶς σωθήσῃ ἐκ βωμῶν· κἀκεῖθεν ἐκφυγὼν ἐκ χθονίης βαρβάρων χθόνα περάσας καταλάβῃς Συρίης γαῖαν σειομένην, αὐλῶνος Σιλπῆς τε ὄρους ἄντικρυς εὑρήσεις Μελάντιον τοὔνομα ἔχον ὄρος, ἔνθα μέγας ἐστὶ ναὸς Ἑστίας. ἐκεῖ λυσσώδη μανίαν ἀποτίθει· θᾶττον ἴθι. ταῦτα ἔφη ἃ γίνεται. Καὶ τοῦτο χρησμοδοτηθεὶς ὁ Ὀρέστης ἐσημειώσατο· καὶ εὐθέως καταπλεύσας ἅμα τῷ Πυλάδῃ κατέφθασεν ἐπὶ τὴν Αὐλίδα χώραν τῆς Σκυθίας. καὶ ἀνελθόντων αὐτῶν ἐκ τοῦ πλοίου, προσέσχεν ὁ Ὀρέστης ἱερὸν ἑστὼς ὡς ἀπὸ μιλίων δύο τῆς θαλάττης καὶ θανόντων ἀνθρώπων ἐῤῥιμμένα ὀστέα. καὶ λέγει Πυλάδῃ ὁ Ὀρέστης, ∆οκεῖ σοι θεᾶς εἶναι τάδε μέλαθρα, ἔνθα σὺν νηυσὶν ἥκαμεν; ὁρῶ δὲ καὶ τῶν θανόντων ξένων τὰ ὀστέα. καὶ προσεσχηκὼς Πυλάδης λέγει τῷ Ὀρέστῃ, Φύγωμεν, ἐὰν σωθησόμεθα. ὁ δὲ Ὀρέστης ἔφη, Οὐ φεύγομεν· οὔτε γὰρ φεύγειν εἰώθαμεν οὐδὲ τὸν χρησμὸν κακιστεύσομεν. Τούτους δὲ ἑωρακότες βουκόλοι ἔδραμον πρὸς τὴν Ἰφιγέ 137 νειαν, λέγοντες αὐτῇ, Ἀγαμέμνονος καὶ Κλυταιμνήστρης κόρη, ἥκασι δύο νεανίσκοι παρὰ τὴν Κυανέαν. ἡ δὲ πρὸς αὐτούς, Ποταποί; τίνος γῆς; τί τοὔνομα ἔχουσιν οἱ ξένοι; ἐπηρώτα γὰρ πάντας ἡ Ἰφιγένεια τοὺς συλλαμβανομένους καὶ ἀγομένους εἰς θυσίαν ἀπὸ οἵας εἰσὶ χώρας, καὶ τότε αὐτοὺς ἔσφαζε, βουλομένη μαθεῖν περὶ τοῦ ἰδίου πατρὸς