40
ὀφθαλμοῖς αὐτοῦ, πρὸς ὃν ἡμῖν ὁ λόγος. Τετραχηλισμένα εἶπεν ἀπὸ μεταφορᾶς τῶν δερμάτων τῶν ἀπὸ τῶν σφαζομένων ἱερείων ἐξελκομένων. Ὥσπερ γὰρ ἐκεῖνα, ἐπειδὰν σφάξας τις ἀπὸ τῆς σαρκὸς παρελκύσῃ τὸ δέρμα, πάντα τὰ ἔνδον ἀποκαλύπτεται, καὶ δῆλα γίνεται τοῖς ἡμετέροις ὀφθαλμοῖς· οὕτω καὶ τῷ Θεῷ δῆλα πρόκειται πάντα. Σὺ δέ μοι θέα, πῶς ἀεὶ τῶν σωματικῶν εἰκόνων δεῖται· ὅπερ ἦν τῆς ἀσθενείας τῶν ἀκουόντων. Ὅτι γὰρ ἀσθενεῖς ἦσαν, ἐδήλωσεν εἰπὼν νωθροὺς αὐτοὺς εἶναι, καὶ χρείαν ἔχοντας γάλακτος, οὐ στερεᾶς τροφῆς. Πάντα γυμνὰ, φησὶ, καὶ τετραχηλισμένα τοῖς ὀφθαλμοῖς αὐτοῦ, πρὸς ὃν ἡμῖν ὁ λόγος. Τί δέ ἐστιν, Ἐν τῷ αὐτῷ ὑποδείγματι τῆς ἀπειθείας; Ὡς ἄν τις αἰτιολογούμενος εἴποι· ∆ιὰ 63.62 τί οὐκ εἶδον ἐκεῖνοι τὴν γῆν; Ἔλαβον ἀῤῥαβῶνα, φησὶ, τῆς τοῦ Θεοῦ δυνάμεως, καὶ δέον πιστεῦσαι, τῷ φόβῳ πλέον δόντες, καὶ μηδὲν μέγα περὶ τοῦ Θεοῦ φαντασθέντες, καὶ ὀλιγοψυχήσαντες, οὕτως ἀπώλοντο. Ἔστι δὲ καὶ ἕτερόν τι εἰπεῖν, οἷον, ὅτι τὸ πλέον ἀνύσαντες τῆς ὁδοῦ, ὅτε πρὸς αὐταῖς ταῖς θύραις ἐγένοντο, πρὸς αὐτῷ τῷ λιμένι, κατεποντίσθησαν. Τοῦτο καὶ περὶ ὑμῶν δέδοικα, φησί. Τοῦτο τοίνυν ἐστὶ τὸ, Ἐν τῷ αὐτῷ ὑποδείγματι τῆς ἀπειθείας. Ὅτι γὰρ καὶ οὗτοι πολλὰ ἔπαθον, ὕστερον αὐτοῖς μαρτυρεῖ λέγων· Ἀναμνήσθητε τὰς πρότερον ἡμέρας, ἐν αἷς φωτισθέντες, πολλὴν ἄθλησιν ὑπεμείνατε παθημάτων. Μηδεὶς οὖν ὀλιγοψυχείτω, μηδὲ πρὸς τὸ τέλος ἀπαγορεύων καταπιπτέτω. Εἰσὶ γὰρ, εἰσὶν οἳ παρὰ μὲν τὴν ἀρχὴν μετὰ ἀκμαζούσης προσβάλλουσι τῆς προθυμίας πρὸς τοὺς ἀγῶνας· ὕστερον δὲ μικρὸν τῷ παντὶ προσθεῖναι μὴ βουληθέντες, τὸ πᾶν ἀπώλεσαν. Ἱκανοὶ, φησὶν, οἱ πρόγονοι παιδεῦσαι ὑμᾶς μὴ τοῖς αὐτοῖς περιπεσεῖν, ὥστε μὴ τὰ αὐτὰ παθεῖν, ἅπερ ἔπαθον. Τοῦτο δέ ἐστιν, Ἐν τῷ αὐτῷ ὑποδείγματι τῆς ἀπειθείας. Οὐκοῦν μὴ ἐκλυώμεθα, φησίν· ὃ καὶ πρὸς τῷ τέλει λέγει· Τὰς παρειμένας χεῖρας καὶ τὰ παραλελυμένα γόνατα ἀνορθώσατε. Ἵνα μὴ ἐν τῷ αὐτῷ τις ὑποδείγματι, φησὶ, πέσῃ. Τοῦτο γὰρ πεσεῖν ὄντως ἐστίν. Εἶτα, ἵνα μὴ ἀκούσας, Ἐν τῷ αὐτῷ ὑποδείγματι πέσῃ, τὸν αὐτὸν θάνατον ὑπολάβῃς, ὅνπερ κἀκεῖνοι ὑπέμειναν, ὅρα τί φησι· Ζῶν γὰρ ὁ λόγος τοῦ Θεοῦ καὶ ἐνεργὴς, καὶ τομώτερος ὑπὲρ πᾶσαν μάχαιραν δίστομον. Πάσης γὰρ μαχαίρας χαλεπώτερον εἰς τὰς τούτων ἐμπίπτων ψυχὰς ὁ λόγος, πληγὰς ἐργάζεται χαλεπὰς, καὶ καιρίας δίδωσι τομάς. Καὶ τούτων τὴν ἀπόδειξιν οὐ δεῖται παρασχεῖν, οὐδὲ κατασκευάσαι, ἔχων οὕτω τὴν διήγησιν φανεράν. Ποῖος γὰρ πόλεμος ἐκείνους ἀπώλεσε, φησί; ποία μάχαιρα; οὐχ ἁπλῶς αὐτόματοι κατέπιπτον; Μὴ οὖν, ἐπειδὴ μὴ ἐπάθομεν τὰ αὐτὰ, ἀμεριμνήσωμεν μέχρις οὗ τὸ σήμερον λέγεται, ἔξεστιν ἡμῖν ἀνακτήσασθαι. Ἀλλ' ἐπεὶ οὕτως εἶπεν, ἵνα μὴ τὰ τῆς ψυχῆς ἀκούσαντες ῥᾳθυμήσωσι, προστίθησι καὶ τὰ τοῦ σώματος, δηλῶν, ὅτι καθάπερ τις βασιλεὺς ἄρχοντας ἁμαρτόντας μεγάλα, πρότερον ἀπογυμνοῖ οἷον τῆς στρατείας, εἶτα τὴν ζώνην ἀφελόμενος, καὶ τὸ ἀξίωμα, καὶ τὸν κήρυκα παραστησάμενος, τότε κολάζει· οὕτω καὶ τοῦ Πνεύματος ἡ μάχαιρα τότε ἐργάζεται. Εἶτα τοῦτο εἰπὼν, φοβερώτερον ἔτι τὸν λόγον ποιῶν, περὶ τοῦ Υἱοῦ διαλέγεται, καί φησι· Πρὸς ὃν ἡμῖν ὁ λόγος. Ἀντὶ τοῦ, αὐτῷ μέλλομεν δοῦναι εὐθύνας τῶν πεπραγμένων. Οὐκοῦν μὴ ἀναπέσωμεν, μηδὲ ὀλιγοψυχήσωμεν. Ἱκανὰ μὲν οὖν καὶ τὰ εἰρημένα παιδεῦσαι· ὁ δὲ οὐκ ἀρκεῖται, ἀλλ' ἔτι προστίθησι λέγων· Ἔχομεν δὲ καὶ ἀρχιερέα μέγαν, διεληλυθότα τοὺς οὐρανοὺς, Ἰησοῦν τὸν Υἱὸν τοῦ Θεοῦ. βʹ. Ὅτι γὰρ διὰ τοῦτο προσέθηκεν, ἐπήγαγεν· Οὐ γὰρ ἔχομεν ἀρχιερέα μὴ δυνάμενον συμπαθῆσαι ταῖς ἀσθενείαις ἡμῶν. ∆ιὰ τοῦτο ἀνωτέρω ἔλεγεν· Ἐν ᾧ πέπονθεν αὐτὸς πειρασθεὶς, δύναται τοῖς πειραζομένοις βοηθῆσαι. Ὅρα τοίνυν πῶς καὶ ἐνταῦθα τὸ αὐτὸ ποιεῖ. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· Ἦλθε, φησὶν, 63.63 ὁδὸν ἢν καὶ ἡμεῖς νῦν, μᾶλλον δὲ καὶ τραχυτέραν· πάντων γὰρ ἔλαβε τῶν ἀνθρωπίνων πεῖραν. Εἶπεν ἐκεῖ· Οὐκ ἔστι κτίσις ἀφανὴς ἐνώπιον αὐτοῦ, τὴν θεότητα αἰνιττόμενος. Εἶτα, ἐπειδὴ τῆς σαρκὸς ἐπελάβετο, συγκαταβατικώτερον πάλιν διαλέγεται λέγων· Ἔχοντες οὖν ἀρχιερέα μέγαν, διεληλυθότα τοὺς οὐρανούς·