1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

40

αὐτῆς Ἀγαμέμνονος καὶ τῶν αὐτοῦ καὶ περὶ τοῦ κατὰ Φρυγῶν πολέμου τί ἐγένετο. οἱ δὲ βουκόλοι λέγουσιν αὐτῇ, Ἕτερος πρὸς τὸν ἕτερον ἔφη, Πυλάδη· τοῦ δὲ συζύγου τὸ ὄνομα οὐκ ἴσμεν· οὐδὲ γὰρ ἔφη. ἡ δὲ πρὸς αὐτούς, Τί γὰρ κοινὸν βουκόλου ἐν θαλάττῃ; οἱ δὲ εἶπον, Βοῦς ἥκαμεν νίψαι ἐν ἁλίᾳ δρόσῳ. καὶ πέμψασα Σκύθας συνέσχεν αὐτούς· καὶ ἤχθησαν εἰς θυσίαν δέσμιοι· καθὼς ὁ σοφώτατος Εὐριπίδης ἐξέθετο δρᾶμα ποιητικῶς, ὧν μέρος ὀλίγον ἐστὶ ταῦτα. Καὶ δεσμευθέντων αὐτῶν, ἐκέλευσεν ἀφορισθῆναι τὸν ἕνα, καὶ ἀχθῆναι τὸν ἄλλον εἰς θυσίαν. καὶ ἀφώρισαν παρὰ μίαν οἱ Σκύθαι τὸν Ὀρέστην· τὸν δὲ Πυλάδην ἤγαγον πρὸς θυσίαν παρὰ τὸν βωμὸν τῆς Ἀρτέμιδος. καὶ ἐπηρώτησεν αὐτὸν ἡ Ἰφιγένεια ποίας ἂν εἴη χώρας. ὁ δὲ ἔφη, Χώρας μὲν Ἑλλάδος, πόλεως δὲ Μυκήνης, ὁ δυστυχὴς πάρειμι. ἡ δὲ ἀκούσασα τὴν χώραν καὶ τὴν πόλιν, ἔνθα ἐβασίλευσεν ὁ αὐτῆς πατήρ, ἐδάκρυσε. νομίσασα δὲ ὅτι ὑπὸ τῶν βουκόλων ἐδιδάχθησαν, λέγει αὐτῷ, 138 Εἰ ἐκ Μυκήνης παρεγένου, οἶδας καὶ τίς ἐν αὐτῇ βασιλεύς. ὁ δὲ εἶπεν, Ἀγαμέμνων ἦν πρῴην. ἡ δὲ πάλιν πρὸς αὐτόν, Εἰ τὸν Ἀγαμέμνονα ἠκρίβωσαι, τίς ἡ τούτου γυνή, καὶ τίνας ἐξ αὐτῆς παῖδας ἔσχεν; ὁ δὲ εἶπεν, Ἔσχεν ἐκ Κλυταιμνήστρας Ὀρέστην καὶ Ἠλέκτραν καὶ Ἰφιγένειαν, ἥτις, ὡς λέγουσι, θυσία προσήχθη Ἀρτέμιδι, καὶ ἡ θεὸς ἐῤῥύσατο αὐτήν· καὶ οὐκ ἐγνώσθη ποῦ ὑπάρχει. ἔσχε δὲ καὶ Χρυσόθεμιν καὶ Λαοδίκην θυγατέρας. ἡ δὲ ἀκούσασα ταῦτα ἐκέλευσεν αὐτὸν λυθῆναι τῶν δεσμῶν· καὶ γράψασα εἰς δίπτυχον ἐπέδωκεν αὐτῷ, εἰποῦσα, Ἰδοὺ τὸ ζῆν ἡ θεός σοι παρέσχε δι' ἐμοῦ. ἐπόμοσαι κατ' αὐτῆς ὅτι τὸ δίπτυχον τοῦτο ἐπιδίδως τῷ Ὀρέστῃ καὶ κομίζεις μοι παρ' αὐτοῦ γράμματα. ὁ δὲ ἐπωμόσατο αὐτῇ ὅτι Εἰς τὰς χεῖρας αὐτοῦ δίδωμι αὐτὸ καὶ πρὸς σὲ αὐτὸν φέρω. καὶ λαβὼν τὸ δίπτυχον ἐξῆλθε πρὸ τοῦ ἱεροῦ, ὅπου ἐφυλάττετο ὁ Ὀρέστης, καὶ ᾔτησε τοὺς Σκύθας λαλῆσαι αὐτῷ. καὶ ἐπιδέδωκεν αὐτῷ τὸ δίπτυχον, εἰπὼν αὐτῷ, Ἐλθὲ πρὸς τὴν σὴν ἀδελφήν. καὶ ἔμειναν οἱ Σκύθαι θαυμάζοντες τὸ συμβάν· καὶ εἰσήγαγον αὐτὸν ἅμα τῷ Πυλάδῃ πρὸς τὴν Ἰφιγένειαν. καὶ λέγει αὐτῇ ὁ Πυλάδης, Ἰδὲὁ Ὀρέστης· καὶ οὐκ ἐγνώρισεν αὐτόν. νομίσασα δὲ ὅτι οὐκ ἔστιν αὐτός, λέγει, Ὁ ἐμὸς ἀδελφὸς τοῦ Πελοπείου γένους σήμαντρον ἔχει ἐλαίαν ἐν τῷ ὤμῳ. προσεσχηκυῖα δὲ ἐπὶ τὸν ὠμο 139 πλάτην αὐτοῦ τὸν δεξιὸν εἶδε τὸ Πελόπειον σύσσημον ἔχοντα αὐτόν· καὶ περιεπτύξατο τὸν Ὀρέστην, καὶ ἐκέλευσεν ἀνενεχθῆναι τὰ πλοῖα εἰς τὴν γῆν καὶ τοὺς ἐν αὐτοῖς ναύτας· καὶ νεωλκήσαντες αὐτὰ ἔμειναν τὸν χειμῶνα. Τοῦ δὲ θέρους καταφθάσαντος, τὴν Ἰφιγένειαν καὶ τὸ ὁλόχρυσον ἄγαλμα τῆς Ἀρτέμιδος λάθρᾳ λαμβάνων ὁ Ὀρέστης καὶ ὁ Πυλάδης ἔφυγον διὰ ὧν εἶχον ἰδίων πλοίων· καὶ ἀντεπέρασαν ἐπὶ τὴν χώραν τῶν Ἀδιαβηνῶν. κἀκεῖθεν ἦλθον εἰς τὴν ἀνατολὴν εἰς τὸ Σαρακηνικὸν λίμιτον· καὶ ἀνῆλθον εἰς τὴν χώραν τῆς Παλαιστίνης ἐπὶ τὴν Τρικωμίαν. καὶ προσεσχηκότες οἱ τῆς Τρικωμίας τὸ ἱερατικὸν τῆς Ἰφιγενείας σχῆμα, ἐδέξαντο αὐτὴν ἐν τιμῇ· καὶ διέτριβον ἐκεῖ, τοῦ Ὀρέστου ληφθέντος ἐκεῖ καὶ μαινομένου. κτίσαντες δὲ οἱ Τρικωμῖται ἱερὸν Ἀρτέμιδος μέγα, παρεκάλεσαν τὴν Ἰφιγένειαν θυσιάσαι Ἀρτέμιδι κόρην παρθένον, καὶ τὸ ὄνομα αὐτῆς ἐπιθεῖναι τῇ κώμῃ· ἥντινα κόρην ὀνόματι Νύσσαν προσαγαγόντες αὐτῇ ἐποίησαν θυσίαν Ἀρτέμιδι. καὶ ποιήσαντες τῆς σφαγιασθείσης κόρης στήλην χαλκῆν τυχαίας, ἐκάλεσε τὴν πόλιν τὴν πρῴην οὖσαν κώμην πόλιν Νύσσαν ἡ Ἰφιγένεια εἰς ὄνομα τῆς ὑπ' αὐτῆς σφαγιασθείσης κόρης, ποιήσασα αὐτῇ καὶ βωμόν, ἐν ᾧ ἐπέγραψε ταῦτα· Τοὺς ἐκ Σκυθίης φεύγοντας δέχνυσο, θεὰ πόα Νύσα. ἅτινα ἕως νῦν ἐγγέγραπται. 140 Τοῦ δὲ Ὀρέστου ἀναλαβόντος τὰς ἰδίας φρένας, ἡ Ἰφιγένεια εἶδεν ἐν ὁράματι ἔλαφον λέγουσαν αὐτῇ, Φεῦγε ἐκ τῆς χώρας ἐκείνης. καὶ ἀναστᾶσα τῷ πρωὶ ἅμα τῷ Ὀρέστῃ καὶ τῷ Πυλάδῃ ἔφυγεν ἐπὶ τὴν πάραλον τῆς Παλαιστίνης· κἀκεῖθεν