42
θρόνον ἄγει· ὁ δὲ ἱερεὺς οὐ κάθηται, ἀλλ' ἕστηκεν. Ὁρᾷς ὅτι τὸ γενέσθαι ἀρχιερέα οὐ φύσεώς ἐστιν, ἀλλὰ χάριτος καὶ συγκαταβάσεως καὶ κενώσεως; Τοῦτο καὶ ἡμῖν εὔκαιρον νῦν εἰπεῖν· προσερχώμεθα μετὰ παῤῥησίας αἰτοῦντες· μόνον πίστιν προσαγάγωμεν, καὶ πάντα δίδωσι. Νῦν ὁ τῆς δωρεᾶς ἐστι καιρὸς, μηδεὶς ἑαυτοῦ ἀπογινωσκέτω. Τότε τῆς ἀπογνώσεως ὁ καιρὸς, ὅταν ὁ νυμφὼν κλείηται, ὅταν εἰσέλθῃ ὁ βασιλεὺς τοὺς ἀνακειμένους ἰδεῖν, ὅταν ἀπολάβωσι τοὺς κόλπους τοῦ πατριάρχου οἱ μέλλοντες τούτων ἀξιοῦσθαι· νῦν δὲ οὔπω· ἔτι γὰρ τὸ θέατρον συνέστηκεν, ἔτι ὁ ἀγὼν ἕστηκεν, ἔτι τὸ βραβεῖον μετέωρον. γʹ. Σπουδάσωμεν οὖν· καὶ γὰρ Παῦλός φησιν· Οὕτω τρέχω, ὡς οὐκ ἀδήλως. ∆ρόμου χρεία, καὶ δρόμου σφοδροῦ. Ὁ τρέχων οὐδένα τῶν ἁπάντων ὁρᾷ, κἂν διὰ λειμώνων, κἂν δι' αὐχμηρῶν τόπων διαβαίνῃ· ὁ τρέχων οὐ πρὸς τοὺς θεατὰς ὁρᾷ, ἀλλὰ πρὸς τὸ βραβεῖον· κἂν πλούσιοι, κἂν πένητες ὦσι, κἂν σκώπτῃ τις, κἂν ἐπαινῇ, κἂν ὑβρίζῃ, κἂν λίθοις βάλλῃ, κἂν τὴν οἰκίαν διαρπάζῃ, κἂν παῖδας ἴδῃ, κἂν γυναῖκα, κἂν ὁτιοῦν, οὐδαμῶς ἐπιστρέφεται, ἀλλ' ἑνὸς γίνεται μόνου, τοῦ τρέχειν, τοῦ λαβεῖν τὸ βραβεῖον. Ὁ τρέχων οὐδαμοῦ ἵσταται· ἐπεὶ κἂν μικρὸν ῥᾳθυμήσῃ, τὸ πᾶν ἀπώλεσεν. Ὁ τρέχων οὐ μόνον οὐδὲν ὑφαιρεῖ πρὸ τοῦ τέλους, ἀλλὰ καὶ τότε μάλιστα ἐπιτείνει τὸν δρόμον. Τοῦτό μοι εἴρηται πρὸς τοὺς λέγοντας· Ἐν νεότητι ἠσκήσαμεν, ἐν νεότητι ἐνηστεύσαμεν, γεγηράκαμεν νῦν. Μάλιστα νῦν τὴν εὐλάβειαν ἐπιτείνειν χρή. Μή μοι τὰ παλαιὰ ἀρίθμει κατορθώματα, νέαζε καὶ ἄκμαζε νῦν μᾶλλον. Ὁ μὲν γὰρ τὸν σωματικὸν τοῦτον τρέχων δρόμον, εἰκότως, ἐπειδὰν ἡ πολιὰ καταλάβῃ, οὐκέτι ὁμοίως τρέχειν δύναται· ἐν γὰρ τῷ σώματι τὸ πᾶν τοῦ ἀγῶνός ἐστι. Σὺ δὲ τίνος ἕνεκεν ἐλαττοῖς τὸν δρόμον; ψυχῆς γὰρ ἐνταῦθα χρεία, ψυχῆς διεγηγερμένη· ἡ δὲ ψυχὴ ἐν 63.65 γήρᾳ ῥώννυται, μᾶλλον τότε ἀκμάζει, τότε γαυροῦται. Καθάπερ γὰρ σῶμα ἕως μὲν ἂν πυρετοῖς συνέχηται καὶ ἐπαλλήλοις νοσήμασι, κἂν ἰσχυρὸν ᾖ, τεταλαιπώρηται, ἐπειδὰν δὲ ἀπαλλαγῇ τῆς πολιορκίας ἐκείνης, ἀνακτᾶται τὴν οἰκείαν δύναμιν· οὕτω καὶ ἡ ψυχὴ ἐν νεότητι μὲν οὖσα πυρέττει, καὶ δόξης αὐτὴν ἔρως κατέχει μάλιστα καὶ τρυφῆς καὶ ἀφροδισίων καὶ πολλῶν ἄλλων φαντασιῶν· τοῦ δὲ γήρως αὐτῇ ἐπελθόντος, πάντα ταῦτα ἀπελαύνεται τὰ πάθη, τὰ μὲν διὰ τὸν καιρὸν, τὰ δὲ διὰ τὴν φιλοσοφίαν. Τοὺς μὲν γὰρ τόνους χαλάσαν τοῦ σώματος τὸ γῆρας, οὐδὲ βουλομένην ἀφίησιν αὐτοῖς χρήσθαι τὴν ψυχὴν, ἀλλ' ὥσπερ πολεμίους παντοδαποὺς καταστεῖλαν ἐν καθαρῷ θορύβων χωρίῳ καθίστησιν αὐτὴν, καὶ πολλὴν ἐργάζεται τὴν γαλήνην, καὶ τὸν φόβον ἐπεισάγει πλείονα. Εἰ γὰρ καὶ μηδεὶς ἕτερος, ἀλλ' οἱ γεγηρακότες ἴσασιν, ὅτι τελευτῶσι, καὶ ὅτι πάντως ἐγγὺς ἑστήκασι τοῦ θανάτου. Ὅταν οὖν αἱ μὲν ἐπιθυμίαι ἐξιστῶνται αἱ βιωτικαὶ, ἡ δὲ τοῦ δικαστηρίου προσδοκία ἐπεισέρχηται, τὸ δυσπειθὲς αὐτῆς μαλάττουσα, οὐχὶ μᾶλλον προσεκτικωτέρα γίνεται, ἐὰν θέλῃ; Τί οὖν, φησὶν, ὅταν ἴδωμεν τῶν νέων χαλεπωτέρους τοὺς γέροντας; Ὑπερβολήν μοι λέγεις κακίας· καὶ γὰρ ἐπὶ τῶν μαινομένων, οὐδενὸς ὠθοῦντος, ὁρῶμεν αὐτοὺς κατὰ κρημνῶν χωροῦντας. Ὅταν οὖν καὶ γέρων τὰ τῶν νέων νοσῇ, ὑπερβολὴ τοῦτο κακίας ἐστί· καὶ οὐδὲ ἐν νεότητι ὁ τοιοῦτος ἀπολογίαν ἂν ἔχοι· οὐ γὰρ δύναται λέγειν, Ἁμαρτίας νεότητός μου καὶ ἀγνοίας μου μὴ μνησθῇς. Ὁ γὰρ ἐν γήρᾳ μένων ὁ αὐτὸς, δείκνυσιν ὅτι καὶ ἐν νεότητι ὑπάρχων, οὐ δι' ἄγνοιαν, οὐδὲ δι' ἀπειρίαν, οὐδὲ διὰ τὴν ἡλικίαν τοιοῦτος ἦν, ἀλλὰ διὰ ῥᾳθυμίαν. Ἐκεῖνος γὰρ δύναται λέγειν· Ἁμαρτίας νεότητός μου καὶ ἀγνοίας μου μὴ μνησθῇς, ὁ τὰ τῷ γέροντι προσήκοντα ποιῶν, ὁ ἐν τῷ γήρᾳ μεταβαλλόμενος· εἰ δὲ καὶ ἐν γήρᾳ τὰ αὐτὰ ἀσχημονεῖ, πῶς ἄξιον, γέροντα τὸν τοιοῦτον ὀνομάζεσθαι, οὐδὲ τὴν ἡλικίαν αἰδούμενον; Ὁ γὰρ λέγων, Ἁμαρτίας νεότητός μου καὶ ἀγνοίας μου μὴ μνησθῇς, ὡς ἐν τῷ γήρᾳ κατορθῶν, ταῦτά φησι. Μὴ τοίνυν διὰ τῶν ἐν τῷ γήρᾳ γινομένων ἀποστερήσῃς σαυτὸν καὶ τῆς τῶν ἐπὶ τῇ νεότητι ἁμαρτημάτων συγγνώμης. Πῶς γὰρ οὐκ ἄτοπον καὶ συγγνώμης ἐπέκεινα τὸ γινόμενον; γέρων