1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

45

ξʹ, τυραννήσας ἐπῆλθε καὶ ἔσφαξεν αὐτόν, καὶ ἔλαβε τὴν βασιλείαν αὐτοῦ. Μετὰ δὲ τὴν βασιλείαν ∆αρείου ἐβασίλευσαν ἕτεροι βασιλεῖς Ἀσσυρίων ἕως Ἀστυάγους. καὶ λοιπὸν ὁ Ἀστυάγης ἐβασίλευσε Περσῶν, ὃς ἐπεστράτευσε κατὰ τῶν Λυδῶν, ἀνελθὼν μετὰ δυνάμεως πολλῆς. ἐν ᾧ χρόνῳ ὁ ἥλιος ἐξέλειψεν ἐπὶ πολλὰς ὥρας τῆς ἡμέρας, προειπόντος Θαλοῦ τοῦ φιλοσόφου τὴν ἔκλειψιν τοῦ ἡλίου. ἐν τοῖς αὐτοῖς χρόνοις Πεισίστρατος πολεμῶν δημαγωγεῖ, τῶν Λυδῶν μὴ ἡττηθέντων τῷ πολέμῳ, ἀλλὰ τοῦ Ἀστυάγους ἀφ' ἑαυτοῦ ἀναχωρήσαντος. τότε τοῦτο γνόντες οἱ Πισαῖοι δευτέραν ἑορτὴν ἐπετέλεσαν ἀγῶνος Πυθίων, εὐχαριστοῦντες τῷ Ἡλίῳ, παρατιθέμενοι ἑαυτοὺς Λυδοῖς καὶ τῷ κράτει τῆς δυνάμεως αὐτοῦ. Καὶ λοιπὸν ἐν τοῖς μετὰ ταῦτα ἐφηῦρον ἑορτὴν ἀγῶνος τρί 153 του οἱ αὐτοὶ Πισαῖοι, τὰ Ἴσθμια τῷ Πλούτωνι. τετάρτην δὲ ἑορτὴν ἐφηῦρον ἀγῶνος οἱ αὐτοὶ Πισαῖοι, καὶ ἐπετέλεσαν τὰ Νέμεια τῷ ∆ιονύσῳ. Μετὰ δὲ τὴν βασιλείαν τοῦ Ἀρδέως ἐβασίλευσαν Λυδῶν ὀκτὼ ἕως Κροίσου τοῦ ὑπερηφάνου· ἐβασίλευσε δὲ ὁ αὐτὸς Κροῖσος ἔτη ιεʹ. κατέσχεν οὖν ἡ βασιλεία Λυδῶν τὰ πάντα ἔτη σλβʹ. Ἐν δὲ τοῖς χρόνοις τῆς βασιλείας αὐτοῦ ὁ αὐτὸς Κροῖσος ὑπέταξε πάσας τὰς ἐπαρχίας, ἤτοι βασιλείας, τὰς πλησίον αὐτοῦ καὶ τὰς πόῤῥωθεν, λαμβάνων ἀπὸ μὲν τῶν πειθομένων αὐτῷ φόρους, ἀπὸ δὲ τῶν ἀνθισταμένων αὐτῷ αὐτοὺς καὶ τὰς βασιλείας αὐτῶν. καὶ εἶχε φόβον πολύν, ὡς εὐτυχὴς καὶ νικητής· καὶ ὑπτιώθη. ἐν οἷς χρόνοις Σόλων ἐφιλοσόφει. Μετὰ δὲ τὴν βασιλείαν Ἀστυάγους, βασιλέως Περσῶν, ἐγένετο βασιλεὺς Κῦρος ὁ Πέρσης· ὅστις ἐφίλησε τὴν γυναῖκα τοῦ πρὸ αὐτοῦ βασιλέως ∆αρείου Βαρδάνην, καὶ ἔλαβεν αὐτήν. τῷ δὲ τεσσαρεσκαιδεκάτῳ ἔτει τῆς βασιλείας Κύρου Κροῖσος ὁ βασιλεὺς τῶν Λυδῶν διδαχθεὶς ἀπὸ τῶν συγκλητικῶν αὐτοῦ τὴν πρῴην τοῦ Ἀστυάγους, βασιλέως Περσῶν, ἐπὶ τὴν Λυδίαν πολεμικὴν παρουσίαν, ἠγανάκτησε. καὶ δηλοῖ Κύρῳ, τῷ βασιλεῖ Περσῶν, παραχωρῆσαι αὐτῷ τὴν βασιλείαν αὐτοῦ καὶ ἀναχωρῆσαι, ἢ δέξασθαι τὴν παρουσίαν τῆς εὐτυχεστάτης αὐτοῦ βασιλείας πολεμοῦσαν. ὁ δὲ Κῦρος, βασιλεὺς Περσῶν, δεξάμενος τοὺς 154 σταλέντας πρέσβεις, καὶ ἀναγνοὺς τὰ παρ' αὐτοῦ γραφέντα, εἶπε τοῖς πρεσβευταῖς, Τί γὰρ ἠδίκηται παρ' ἐμοῦ Κροῖσος, τοσαύτην γῆν ἀφεστηκὼς ἀπ' ἐμοῦ καὶ τῶν ἐμῶν βασιλείων; ἢ πῶς τοσούτων διαδραμόντων χρόνων βλάβην χώρας διεκδικεῖ; καὶ ἀδημονῶν ἠβούλετο φυγεῖν ἐπὶ τὴν Ἰνδικὴν χώραν. ἰδοῦσα δὲ αὐτὸν ἀθυμοῦντα ἡ γυνὴ αὐτοῦ, καὶ ἐπερωτήσασα καὶ μαθοῦσα παρ' αὐτοῦ τὸ πρᾶγμα, λέγει αὐτῷ ὅτι Ἐπὶ ∆αρείου, τοῦ πρώτου μου ἀνδρός, ἦν ἀνήρ τις Ἑβραῖος, προφήτης, σοφίαν ἔχων θεοῦ, ᾧ ὄνομα ∆ανιήλ, ἐκ τῆς αἰχμαλωσίας τῶν υἱῶν Ἰσραήλ, ὅντινα ἐν πολλῇ τιμῇ εἶχεν ὁ βασιλεὺς ∆αρεῖος, καὶ δίχα αὐτοῦ οὐδὲν ἔπραττεν ἐν τοῖς πολέμοις. καὶ ἐπερωτῶν αὐτὸν ἡνίκα εἶχε πόλεμον, κατεπολέμει τοὺς ἐναντίους· ὅστις μετὰ τὴν τελευτὴν ἐκείνου, πλούσιος ὢν καὶ γεγηρακώς, ἰδιάζει εἰς τὴν Μαραβίτιδα χώραν. ὁ δὲ Κῦρος ἀκούσας ταῦτα, ἔπεμψε πρὸς αὐτὸν τοὺς μεγιστᾶνας αὐτοῦ, ὅπως μετὰ τιμῆς ἀγάγωσιν αὐτόν. οἱ δὲ ἀποσταλέντες ἀπὸ Κροίσου πρὸς Κῦρον ὑποστρέψαντες εἰς τὴν Λυδῶν χώραν τὴν ἀπόκρισιν τὴν δοθεῖσαν αὐτοῖς ἀπὸ Κύρου τῷ ἰδίῳ βασιλεῖ ἀπήγαγον. Ὁ δὲ Κροῖσος, βασιλεὺς Λυδῶν, ἐπιλεξάμενός τινας ἐκ τῶν ἰδίων αὐτοῦ ἀνθρώπων πιστούς, καὶ δοὺς αὐτοῖς δῶρα εὐτελῆ καὶ ἕτερα δῶρα βασιλικά, ἀποστέλλει εἰς ∆ελφοὺς εἰς τὸ μαντεῖον, εἰρηκὼς αὐτοῖς ὅτι Ἀλλάξατε τὸ σχῆμα ὑμῶν καὶ φορέσατε Αἰγύπτιον σχῆμα, καὶ ἀνελθόντες εἰς τὸ μαντεῖον ἐπίδοτε 155 τὰ εὐτελῆ δῶρα τῷ ἱερεῖ, λέγοντες αὐτῷ ὅτι Αἰγύπτιοί ἐσμεν, καὶ ἤλθομεν ἐπερωτῆσαι τὴν Πυθίαν, καὶ ἐκ τοῦ μήκους τῆς ὁδοῦ ἐληθαργήσαμεν διὰ τί ἤλθομεν ἐπερωτῆσαι ἢ αἰτῆσαι· ἀλλ' εὖξαι καὶ ἐπερώτησον τὴν θεὰν διὰ τί ἤλθομεν. καὶ εἰ μὲν εἴπῃ ὑμῖν διὰ τί ἤλθετε, δότε καὶ τὰ