46
ποτήριον τοῦτο; οὐδαμοῦ δὲ περὶ τῆς ἀναστάσεως ἐδεήθη τοῦ Πατρὸς, ἀλλὰ καὶ τοὐναντίον αὐτὸς ἀποφαίνεται λέγων· Λύσατε τὸν ναὸν τοῦτον, καὶ ἐγὼ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν· καὶ, Ἐξουσίαν ἔχω θεῖναι τὴν ψυχήν μου, καὶ ἐξουσίαν ἔχω πάλιν λαβεῖν αὐτήν· οὐδεὶς αἴρει αὐτὴν ἀπ' ἐμοῦ, ἀλλ' ἐγὼ τίθημι αὐτὴν ἀπ' ἐμαυτοῦ. Τί οὖν ἐστι; καὶ τίνος ἕνεκεν ἐδεῖτο; Καὶ πάλιν λέγει· Ἰδοὺ ἀναβαίνομεν εἰς Ἱεροσόλυμα, καὶ ὁ Υἱὸς τοῦ ἀνθρώπου παραδοθήσεται τοῖς ἀρχιερεῦσι καὶ γραμματεῦσι, καὶ κατακρινοῦσιν αὐτὸν θανάτῳ, καὶ παραδώσουσιν αὐτὸν τοῖς ἔθνεσιν εἰς τὸ ἐμπαῖξαι καὶ μαστιγῶσαι καὶ σταυρῶσαι, καὶ τῇ τρίτῃ ἡμέρᾳ ἀναστήσεται. Καὶ οὐκ εἶπεν, ὅτι Ἀναστήσει με ὁ Πατήρ. Πῶς οὖν περὶ τούτου ἐδεήθη; Ἀλλὰ περὶ τίνων ἐδεήθη; περὶ τῶν πιστευσάντων εἰς αὐτόν. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· εἰσακούεται εὐκόλως. Ἐπειδὴ γὰρ οὐδέπω περὶ αὐτοῦ δόξαν εἶχον τὴν προσήκουσαν, εἶπεν ὅτι εἰσηκούσθη· ὥσπερ καὶ αὐτὸς τοὺς μαθητὰς παραμυθούμενος, ἔλεγεν· Εἰ ἠγαπᾶτέ με, ἐχάρητε ἂν, ὅτι πρὸς τὸν Πατέρα μου πορεύομαι, ὅτι ὁ 63.70 Πατήρ μου μείζων μού ἐστι. Πῶς δὲ οὐχ ἑαυτὸν ἐδόξασεν ὁ ἑαυτὸν κενώσας, ὁ παραδοὺς ἑαυτόν; Παρέδωκε γὰρ, φησὶν, ἑαυτὸν ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν· καὶ πάλιν, ∆οὺς ἑαυτὸν ἀντίλυτρον ὑπὲρ πάντων ἡμῶν. Τί οὖν ἐστιν; Ὁρᾷς ὅτι διὰ τὴν σάρκα ταπεινὰ φθέγγεται περὶ ἑαυτοῦ; Οὕτω καὶ ἐνταῦθα, καίπερ ὢν Υἱὸς, ἀπὸ τῆς εὐλαβείας εἰσηκούσθη, φησί. Βούλεται γὰρ αὐτοῦ δεῖξαι τὸ κατόρθωμα ὂν μᾶλλον ἢ τῆς χάριτος τοῦ Θεοῦ. Τοσαύτη, φησὶν, ἦν αὐτοῦ ἡ εὐλάβεια, ὡς καὶ ἀπὸ τούτου αἰδεῖσθαι αὐτὸν τὸν Θεόν. Ἔμαθεν ὑπακούειν, φησὶ, τῷ Θεῷ· ἐνταῦθα πάλιν δείκνυσιν ὅσον τῶν παθημάτων τὸ κέρδος. Καὶ τελειωθεὶς, φησὶν, ἐγένετο πᾶσι τοῖς ὑπακούουσιν αὐτῷ αἴτιος σωτηρίας· εἰ δὲ ἐκεῖνος Υἱὸς ὢν ἐκέρδανεν ἀπὸ τῶν παθημάτων τὴν ὑπακοὴν, πολλῷ μᾶλλον ἡμεῖς. Ὁρᾷς ὅσα περὶ ὑπακοῆς διαλέγεται, ὥστε πείθεσθαι αὐτούς; ∆οκοῦσι γάρ μοι συνεχῶς ἀφηνιάζειν, καὶ τοῖς λεγομένοις μὴ παρακολουθεῖν· τοῦτο γὰρ ᾐνίξατο τῷ εἰπεῖν· Νωθροὶ γεγόνατε ταῖς ἀκοαῖς. Ἀφ' ὧν ἔπαθε, φησὶ, συνεχῶς ἔμαθεν ὑπακούειν τῷ Θεῷ. Καὶ τελειωθείς· διὰ τῶν παθημάτων, φησί. Τοῦτό ἐστιν ἄρα τελείωσις, καὶ διὰ τούτου ἐλθεῖν εἰς τελείωσιν χρή. Οὐ μόνον γὰρ αὐτὸς ἐσώθη, ἀλλὰ καὶ ἑτέροις τοῦτο γέγονε περιουσία σωτηρίας. Τελειωθεὶς γὰρ ἐγένετο τοῖς ὑπακούουσιν αὐτῷ αἴτιος αἰωνίου σωτηρίας. Προσαγορευθεὶς, φησὶν, ὑπὸ τοῦ Θεοῦ ἀρχιερεὺς κατὰ τὴν τάξιν Μελχισεδέχ. Περὶ οὗ πολὺς ὑμῖν ὁ λόγος, καὶ δυσερμήνευτος. Μέλλων καθιέναι τὸν λόγον εἰς τὴν διαφορὰν τῆς ἱερωσύνης, πρότερον αὐτοῖς ἐπιτιμᾷ, δεικνὺς, ὅτι καὶ ἡ τοσαύτη συγκατάβασις γάλα ἦν, καὶ διὰ τὸ νηπίους εἶναι, πλέον ἐνδιέτριβε τῷ ταπεινῷ λόγῳ τῷ κατὰ σάρκα, καὶ ὡς περί τινος δικαίου διαλέγεται. Καὶ θέα, οὔτε ἀπεσιώπησε τὸν λόγον πάντῃ, οὔτε εἶπε· τὸ μὲν γὰρ, ἵνα ἀναγάγῃ αὐτῶν τὴν διάνοιαν, καὶ πείσῃ τελείους εἶναι, καὶ μὴ ἀποστερεῖσθαι τῶν μεγάλων δογμάτων, πεποίηκε· τὸ δὲ, ἵνα μὴ καταχώσῃ αὐτῶν τὸν νοῦν. Περὶ οὗ πολὺς ἡμῖν ὁ λόγος, φησὶ, καὶ δυσερμήνευτος λέγειν, ἐπεὶ νωθροὶ γεγόνατε ταῖς ἀκοαῖς. Ἐπειδὴ ἐκεῖνοι οὐκ ἀκούουσι, διὰ τοῦτο δυσερμήνευτος ὁ λόγος. Ὅταν γάρ τις πρὸς ἀνθρώπους ἔχῃ μὴ παρακολουθοῦντας, μηδὲ τὰ λεγόμενα νοοῦντας, ἑρμηνεῦσαι καλῶς αὐτοῖς οὐ δύναται. Ἀλλ' ἴσως τις ὑμῶν τῶν ἐνταῦθα ἑστηκότων ἰλιγγιᾷ, καὶ ἐπήρειαν τὸ πρᾶγμα νομίζει, εἰ δι' Ἑβραίους αὐτὸς ἐνεποδίσθη τὸν τελειότερον λαλῆσαι λόγον. Τάχα μὲν οὖν καὶ ἐνταῦθα, πλὴν ὀλίγων, πολλοὺς εἶναι τοιούτους οἶμαι, ὥστε λέγεσθαι καὶ περὶ ὑμῶν τοῦτο· τῶν δὲ ὀλίγων ἕνεκεν ἐρῶ. Ἆρ' οὖν ἀπεσιώπησεν, ἢ πάλιν αὐτὸν ἀνέλαβεν ἐν τοῖς ἐφεξῆς, καὶ ταὐτὸν ἐποίησεν, οἷον ἐν τῇ πρὸς Ῥωμαίους ἐπιστολῇ; καὶ γὰρ ἐκεῖ πρότερον ἐπιστομίσας τοὺς ἀντιλέγοντας, καὶ εἰπὼν, Μενοῦν γε, ὦ ἄνθρωπε, σὺ τίς εἶ ὁ ἀνταποκρινόμενος τῷ Θεῷ; τότε τὴν λύσιν ἐπάγει. Ἐγὼ δὲ αὐτὸν οὔτε πάντῃ σεσιγηκέναι, οὔτε εἰρηκέναι οἶμαι, ἵνα εἰς πόθον ἀγάγῃ τοὺς ἀκροατάς. Μνημονεύσας γὰρ καὶ εἰπὼν μεγάλα τινὰ ἐναποκεῖσθαι τῷ