1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

46

βασιλικὰ δῶρα καὶ εἴπατε τῷ ἱερεῖ μαθεῖν εἰ νικῶ τὸν βασιλέα Περσῶν τὸν Κῦρον. οἱ δὲ λαβόντες τὰ δῶρα ἀπῆλθον εἰς ∆ελφοὺς εἰς τὸ ἱερόν, καὶ ἔδωκαν τὰ δῶρα τὰ εὐτελῆ, καὶ εἶπον ἑαυτοὺς Αἰγυπτίους, καὶ ὅτι Ἐληθαργήσαμεν διὸ ἤλθομεν. καὶ ἀκούσας ὁ ἱερεὺς ἐξεπλάγη, καὶ δεξάμενος τὰ δῶρα τὰ εὐτελῆ, εἰσελθὼν ηὔξατο, καὶ ἔλαβε τὴν ἀπόκρισιν ταύτην παρὰ τῆς Πυθίας. Οἶδα ψάμμου τὸν ἀριθμὸν καὶ μέτρα θαλάττης· οὐ λαλέοντος δὲ ἀκούω καὶ κωφοῦ ξυνίημι. παίζειν δέ με πειρᾶται Κροῖσος ὁ βασιλεὺς καὶ οἱ τούτου Λυδοί. καὶ ἐξελθὼν ὁ ἱερεὺς εἶπεν αὐτοῖς, Οὐκ ἐστὲ Αἰγύπτιοι, ἀλλὰ Λυδοί, καὶ οὐκ ἐληθαργήσατε, ἀλλὰ παίζοντες τὰ θεῖα εἰρήκατε ταῦτα. καὶ ἐπιδέδωκεν αὐτοῖς γράψας τὸν χρησμὸν ἐν διπτύχοις εἰς τὸ εἰδέναι Κροῖσον τὸ θαῦμα. ἐκπλαγέντες δὲ οἱ ἀπελθόντες ἐπιδεδώκασι καὶ τὰ ἄλλα βασιλικὰ δῶρα τῷ ἱερεῖ, εἰπόντες αὐτῷ ὅτι Κροῖσος ὁ βασιλεὺς ἡμᾶς ἔπεμψεν, ἐπειδὴ πόλεμον ἔχει πρὸς Κῦρον, τὸν Περσῶν βασιλέα· ἀλλὰ μάθε εἰ νικᾷ αὐτόν. καὶ εἰσελθὼν πάλιν ὁ ἱερεὺς καὶ εὐξάμενος ἔλαβε τὸν χρησμὸν τοῦτον. Κροῖσος Ἅλυν ποταμὸν διαβὰς μεγάλην 156 ἀρχὴν καταλύσει. καὶ γράψας καὶ τοῦτον τὸν χρησμὸν ἐν διπτύχοις δέδωκεν αὐτοῖς ἀπενεγκεῖν τῷ βασιλεῖ Κροίσῳ· καὶ ἀπέλυσεν αὐτούς. Ὁ δὲ προφήτης ∆ανιὴλ εἰσῆλθε πρὸς τὸν βασιλέα Περσῶν Κῦρον· καὶ λέγει αὐτῷ, Εἰπέ μοι εἰ νικῶ Κροῖσον τὸν βασιλέα Λυδῶν. καὶ ἀνεβάλετο τοῦ εἰπεῖν ὁ ∆ανιήλ· καὶ ἀγανακτήσας κατ' αὐτοῦ ὁ βασιλεὺς ἔβαλεν αὐτὸν εἰς λάκκον λεόντων. καὶ μαθὼν ὅτι οὐδὲν ἔπαθεν ὑπὸ τῶν θηρίων, ἀνήνεγκεν αὐτὸν καὶ προσέπεσεν αὐτῷ λέγων, Ἥμαρτον εἰς σε· ἀλλ' εὖξαι τῷ θεῷ σου καὶ εἰπέ μοι εἰ δύναμαι ἀντιστῆναι τῷ ἅρπαγι τούτῳ καὶ ὑπερηφάνῳ Κροίσῳ, ὅτι πᾶσαν τὴν γῆν ὑπέταξε καὶ οὐκ ἐκορέσθη. καὶ ὁ ∆ανιὴλ εὐξάμενος εἶπεν αὐτῷ ὅτι Νικᾷς τὸν Κροῖσον καὶ λαμβάνεις αὐτὸν αἰχμάλωτον. περὶ σοῦ γὰρ εἶπεν ὁ θεὸς ὁ ποιήσας πάντα τὰ ὁρώμενα ταῦτα διὰ τοῦ προφήτου Ἠσαΐου, Οὕτως λέγει κύριος ὁ θεὸς τῷ χριστῷ μου Κύρῳ, οὗ ἐκράτησα τῆς δεξιᾶς αὐτοῦ τοῦ ἐπακοῦσαι ἔμπροσθεν αὐτοῦ ἔθνη, καὶ ἰσχὺν βασιλέων διαῤῥήξω· ἀνοίξω ἔμπροσθεν αὐτοῦ θύρας, καὶ πόλεις οὐ συγκλεισθήσονται. ἐγὼ ἔμπροσθεν αὐτοῦ προπορεύσομαι καὶ ὄρη ὁμαλιῶ καὶ θύρας χαλκᾶς συντρίψω καὶ μοχλοὺς σιδηροῦς συγκλάσω καὶ δώσω σοι θησαυροὺς σκοτεινοὺς ἀποκρύφους, ἀοράτους ἀνοίξω σοι, ἵνα γνῷς ὅτι ἐγὼ κύριος ὁ θεός. ἐγὼ ἐγείρω αὐτὸν μετὰ δικαιοσύνης, πᾶσαι αἱ ὁδοὶ αὐ 157 τοῦ εὐθεῖαι. αὐτὸς οἰκοδομήσει τὴν πόλιν μου καὶ τὴν αἰχμαλωσίαν τοῦ λαοῦ μου ἐπιστρέψει οὐ μετὰ λύτρων οὐδὲ μετὰ δώρων. εἶπε κύριος ὁ θεὸς σαβαώθ. Ὁ δὲ βασιλεὺς Κῦρος ἀκούσας ταῦτα, ἔπεσε πρὸς τοὺς πόδας τοῦ ∆ανιὴλ λέγων, Ζῇ κύριος ὁ θεός σου, ἐγὼ ἀπολύσω ἐκ τῆς ἐμῆς γῆς τὸν Ἰσραήλ, ἵνα λατρεύσωσι τῷ θεῷ αὐτῶν ἐν Ἱερουσαλήμ. καὶ ὁπλισάμενος παρετάξατο τῷ Κροίσῳ. Ὁ δὲ βασιλεὺς Κροῖσος ἀκούσας τὴν τοῦ χρησμοῦ ἀπόκρισιν, ἐξῆλθε κατὰ Κύρου μετὰ δυνάμεως πολλῆς· καὶ παρῆλθε τὸν Ἅλυν, ποταμὸν τῆς Καππαδοκίας. καὶ συνέκρουσε Κύρῳ χειμῶνος ὄντος μεγάλου· καὶ ἡττηθεὶς ἠθέλησε φυγεῖν αὐτὸς καὶ τὰ πλήθη αὐτοῦ· καὶ πλημμυρήσαντος τοῦ ποταμοῦ ἐκ τοῦ χειμῶνος, οὐκ ἠδυνήθη φυγεῖν οὐδὲ περᾶσαι· καὶ ἐλήφθη αἰχμάλωτος αὐτὸς καὶ τὰ πλήθη αὐτοῦ, χιλιάδες υʹ. τοὺς δὲ ζήσαντας ἐξ αὐτῶν ἔλαβεν αἰχμαλώτους ὁ Κῦρος ἅμα Κροίσῳ. καὶ στήσας αὐτὸν ἐν ξυλίνῳ τρίποδι ἐν ὕψει δεδεμένον ἐθριάμβευσεν αὐτὸν τῷ στρατῷ αὐτοῦ. καὶ ἔλαβεν αὐτὸν καὶ κατήγαγεν ἐν Περσίδι. ταῦτα δὲ ἱστόρησαν οἱ σοφώτατοι Θάλης καὶ Κάστωρ καὶ Πολύβιος συγγραψάμενοι καὶ μετ' αὐτοὺς Ἡρόδοτος ὁ ἱστοριογράφος· ἅτινα καὶ ὁ σοφὸς Θεόφιλος ἐχρονογράφησεν. Ὁ δὲ Κῦρος ὁ βασιλεὺς Περσῶν ἀπέλυσεν ἐκ τῆς αἰχμαλωσίας τοὺς υἱοὺς Ἰσραὴλ πάντας εὐθέως ἢ μόνον τὰ βασίλεια 158 αὑτοῦ