1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

47

λόγῳ, ὅρα πῶς 63.71 μετ' ἐγκωμίου ποιεῖται τὴν ἐπιτίμησιν. Τοῦτο γὰρ ἀεὶ τῆς σοφίας Παύλου, τὰ δυσχερῆ τοῖς χρηστοῖς ἀναμιγνύναι· ὃ καὶ ἐν τῇ πρὸς Γαλάτας ποιεῖ, λέγων, Ἐτρέχετε καλῶς· τίς ὑμᾶς ἐνέκοψε; καὶ, Τοσαῦτα ἐπάθετε εἰκῆ; εἴ γε καὶ εἰκῆ· καὶ, Πέποιθα εἰς ὑμᾶς ἐν Κυρίῳ. Ὃ καὶ τούτοις φησί· Πεπείσμεθα δὲ περὶ ὑμῶν τὰ κρείττονα, καὶ ἐχόμενα σωτηρίας. ∆ύο γὰρ ταῦτα ποιεῖ· οὔτε ἐπιτείνει, οὔτε ἀφίησιν αὐτοὺς ἀναπεσεῖν· εἰκότως· εἰ γὰρ τὰ ἑτέρων παραδείγματα ἱκανὰ τὸν ἀκούοντα ἀναστῆσαι, καὶ εἰς ζῆλον ἀγαγεῖν· ὅταν τις παρ' ἑαυτοῦ τὸ ὑπόδειγμα ἔχῃ, καὶ ἑαυτὸν παρακελεύηται ζηλοῦν, πολλῷ μᾶλλον ἐντεῦθεν ἤδη τὸ δυνατὸν τῆς διδασκαλίας εἰσάγεται. Καὶ τοῦτο οὖν δείκνυσι, καὶ οὐκ ἀφίησιν ὡς σφόδρα κατεγνωσμένους ἀναπεσεῖν, οὐδὲ ὡς ἀεὶ ὄντας κακοὺς, ἀλλ' ὅτι ποτὲ ἐγένοντο καὶ χρηστοὶ, λέγει· Καὶ γὰρ ὀφείλοντες εἶναι διδάσκαλοι διὰ τὸν χρόνον. ∆είκνυσιν ἐνταῦθα πρὸ πολλοῦ χρόνου πεπιστευκότας αὐτούς· δείκνυσι δὲ ὅτι καὶ ἄλλους ὀφείλουσι κατηχεῖν. Ὅρα γοῦν αὐτὸν συνεχῶς ὠδίνοντα τὸν περὶ τοῦ ἀρχιερέως εἰσαγαγεῖν λόγον, καὶ ἀεὶ ἀναβαλλόμενον. Ἄκουε γὰρ πῶς ἤρξατο· Ἔχοντες ἀρχιερέα μέγαν διεληλυθότα τοὺς οὐρανούς· καὶ παρεὶς εἰπεῖν πῶς μέγαν, πάλιν φησί· Πᾶς γὰρ ἀρχιερεὺς ἐξ ἀνθρώπων λαμβανόμενος, ὑπὲρ ἀνθρώπων καθίσταται τὰ πρὸς τὸν Θεόν· καὶ πάλιν· Οὕτω καὶ ὁ Χριστὸς οὐχ ἑαυτὸν ἐδόξασε γενηθῆναι ἀρχιερέα. Καὶ πάλιν εἰπών· Σὺ εἶ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδὲχ, πάλιν ἀναβάλλεται λέγων· Ὃς ἐν ταῖς ἡμέραις τῆς σαρκὸς αὑτοῦ δεήσεις καὶ ἱκετηρίας προσήνεγκεν. γʹ. Ἐπεὶ οὖν τοσαυτάκις ἐξεκρούσθη, ὡσανεὶ ἀπολογούμενός φησιν, Ἡ αἰτία παρ' ὑμᾶς. Βαβαὶ, πόση διαφορά; ὀφείλοντες ἄλλους διδάσκειν, οὐδὲ ἁπλῶς μαθηταί εἰσιν, ἀλλὰ μαθηταὶ ἔσχατοι. Καὶ γὰρ ὀφείλοντες εἶναι διδάσκαλοι διὰ τὸν χρόνον, φησὶ, πάλιν χρείαν ἔχετε τοῦ διδάσκειν ὑμᾶς τίνα τὰ στοιχεῖα τῆς ἀρχῆς τῶν λογίων τοῦ Θεοῦ. Ἐνταῦθα στοιχεῖα ἀρχῆς τὴν ἀνθρωπότητά φησιν. Ὥσπερ γὰρ ἐπὶ τῶν ἔξωθεν γραμμάτων πρῶτον τὰ στοιχεῖα δεῖ μαθεῖν, οὕτω καὶ ἐπὶ τῶν θείων λογίων πρῶτον περὶ τῆς ἀνθρωπότητος ἔδει διδάσκεσθαι. Ὁρᾷς τίς ἡ αἰτία τοῦ ταπεινὰ φθέγγεσθαι; Οὕτω καὶ Ἀθηναίοις ἐποίησεν ὁ Παῦλος διαλεγόμενος αὐτοῖς καὶ λέγων· Τοὺς μὲν οὖν χρόνους τῆς ἀγνοίας ὑπεριδὼν ὁ Θεὸς, τανῦν παραγγέλλει τοῖς ἀνθρώποις πᾶσι πανταχοῦ μετανοεῖν, καθότι ἔστησεν ἡμέραν, ἐν ᾗ μέλλει κρίνειν τὴν οἰκουμένην ἐν δικαιοσύνῃ, ἐν ἀνδρὶ ᾧ ὥρισε, πίστιν παρασχὼν πᾶσιν, ἀναστήσας αὐτὸν ἐκ νεκρῶν. ∆ιὰ τοῦτο εἰ μέν τι ὑψηλὸν λέγει, ἐν βραχεῖ τοῦτό φησι, τὰ δὲ ταπεινὰ πολλαχοῦ διέσπαρται τῆς ἐπιστολῆς. Καὶ οὕτω δὲ τὸ ὑψηλὸν δείκνυται· τὸ γὰρ σφόδρα ταπεινὸν οὐκ ἀφίησι περὶ τῆς θεότητος ταῦτα ὑποπτεύεσθαι. Οὕτω καὶ ἐνταῦθα τὸ ἀσφαλὲς φυλάττων, τὰ ταπεινὰ προσάπτει τῇ ἀνθρωπότητι· καὶ τὸ αἴτιον, τὸ μὴ δύνασθαι αὐτοὺς τῶν τελείων ἀκούειν. Τοῦτο 63.72 μάλιστα ἐν τῇ πρὸς Κορινθίους ἐσήμανεν Ἐπιστολῇ, εἰπών· Ὅπου γὰρ ἐν ὑμῖν ζῆλος καὶ ἔρις καὶ διχοστασίαι, οὐχὶ σαρκικοί ἐστε; Θέα δέ μοι τὴν σύνεσιν αὐτοῦ τὴν πολλὴν, πῶς καταλλήλως ἀεὶ τοῖς ὑποκειμένοις πάθεσι προσφέρεται. Ἐκεῖ μὲν γὰρ ἡ ἀσθένεια ἀπὸ ἀμαθίας τὸ πλέον ἐγένετο, μᾶλλον δὲ ἀπὸ ἁμαρτημάτων· ἐνταῦθα δὲ οὐκ ἀπὸ ἁμαρτημάτων μόνον, ἀλλὰ καὶ ἀπὸ τῶν θλίψεων τῶν συνεχῶν· διὸ καὶ λέξεσι δέξασθαι δυναμέναις τὴν διαφορὰν κέχρηται, ἐκεῖ μὲν λέγων, Σαρκικοί ἐστε, ἐνταῦθα δέ· Ἐπεὶ μείζων ἡ ὀδύνη, νωθροὶ γεγόνατε. Καὶ ἐκεῖνοι μὲν οὐκ ἠδυνήθησαν ἐνεγκεῖν, ἅτε σαρκικοὶ ὄντες· οὗτοι δὲ ἠδυνήθησαν. Τὸ γὰρ εἰπεῖν, Ἐπεὶ νωθροὶ γεγόνατε ταῖς ἀκοαῖς, δηλοῦντος ἦν ὅτι πάλαι ὑγίαινον, καὶ ἦσαν ἰσχυροὶ, τῇ προθυμίᾳ ζέοντες, καὶ ὕστερον αὐτοὺς τοῦτο παθεῖν μαρτυρεῖ. Καὶ γεγόνατε χρείαν ἔχοντες γάλακτος, καὶ οὐ στερεᾶς τροφῆς. Ἀεὶ δὲ γάλα τὸν ταπεινὸν λόγον καλεῖ, καὶ ἐνταῦθα καὶ ἐκεῖ. Ὀφείλοντες εἶναι, φησὶ, διδάσκαλοι διὰ τὸν χρόνον· ὡσεὶ ἔλεγε· ∆ι' ὃ μάλιστα ἐξελύθητε, καὶ ὕπτιοι γεγόνατε, διὰ τοῦτο μάλιστα ὀφείλετε εἶναι ἰσχυροὶ, διὰ τὸν χρόνον. Γάλα δὲ καλεῖ τὸν ταπεινὸν λόγον διὰ τὸ τοῖς