1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

48

τὰς πλατείας αὐτῆς ἐποίησεν εὐρυχώρους, καὶ βελτίω αὐτὴν κατέστησεν· ἦν γὰρ ἔρημος ἐπὶ ἔτη οʹ. αὕτη ἦν ἡ δευτέρα τοῦ ἱεροῦ ἀνοικοδομή. ἐπληρώθη δὲ τὸ ἱερὸν δι' ἐτῶν μʹ. ὁ δὲ αὐτὸς Ἀρταξέρξης παρακληθεὶς ὑπό τινων τῆς συγκλήτου αὐτοῦ, καὶ τοὺς ὑπολοίπους Ἰουδαίους ἀπέλυσε, καὶ εἴτις ἐὰν ἠβουλήθη τότε ἀνελθεῖν εἰς τὴν Ἱερουσαλήμ, ἀνῆλθε 161 μετὰ Ἔσδρα τοῦ προφήτου καὶ ἡγουμένου· ᾧτινι καὶ τὰ ἱερὰ σκεύη ἔδωκε καὶ τὰς βίβλους τὰς ἱερατικὰς τὰς εὑρεθείσας· ὁ δὲ αὐτὸς Ἔσδρας τῶν μὴ εὑρεθέντων βιβλίων ἀπὸ ὑπομνήσεως αὐτοῦ γράφεσθαι τὰ ὑπομνήματα ἐποίησεν. Ἐν δὲ τοῖς αὐτοῖς χρόνοις ἐβασίλευσεν ἡ Μακεδονία χώρα· ἐν ᾗ πρῶτος ἐβασίλευσεν ὁ Κραναὸς ἔτη κηʹ. καὶ λοιπὸν ἐβασίλευσαν ἄλλοι κγʹ ἕως Φιλίππου. ἦσαν δὲ τότε τὰ τῶν Ἑλλήνων διδάσκοντες φιλόσοφοι καὶ ποιηταὶ Σοφοκλῆς καὶ Ἡρακλείδης καὶ Εὐριπίδης καὶ Ἡρόδοτος καὶ Σωκράτης καὶ ὁ μέγας Πυθαγόρας. ἦν δὲ Ἡρακλῆς γεννηθεὶς ἐν τοῖς προειρημένοις ἀνωτέρω χρόνοις ἐν Λατῷ τῆς Θηβαΐδος, ἐκ γένους ὑπάρχων τοῦ Ἡρακλέος τοῦ ἐκ τῆς Ἀλκμήνης καὶ τοῦ Πίκου ∆ιός· ὅστις ἀνετράφη ἐν τῇ Ἱσπανίᾳ χώρᾳ, καὶ ἀνδρεῖος γενόμενος ἦλθε τότε ἀπὸ τῆς Ἱσπανίας ἐπὶ τὴν Ἰταλίαν, φυγὼν τὸν Εὐρυσθέα βασιλέα· καὶ ἐβασίλευσεν ἔτη ληʹ. ὅστις ἔλαβε γυναῖκα τὴν Αὔγην, τὴν Ἀλέου θυγατέρα βασιλέως, ἐβασίλευσε δέ, ὡς ἐκ τοῦ γένους καταγόμενος τοῦ Πίκου ∆ιός· ὅθεν καὶ στήλας αὐτῷ χρυσᾶς καὶ πορφυρᾶς ἀνέστησαν οἱ Ἰταλοὶ καὶ βασιλεῖς, ἤτοι ῥῆγες, ἐκ τοῦ γένους αὐτοῦ βασιλεύσαντες ἐν τοῖς ἐσχάτοις τῆς δύσεως μέρεσιν· αἵτινες στῆλαι ἕως τοῦ παρόντος ἵστανται. 162 Εἰσὶν οὖν ἀπὸ Ἀδὰμ ἕως τῶν χρόνων τούτων ἔτη ετξβʹ. Καὶ μετὰ Ἀρταξέρξην ἐβασίλευσαν τῶν Ἀσσυρίων ἄλλοι πολλοὶ ἕως ∆αρείου τοῦ νεωτέρου. Τῆς δὲ Ἰταλίας ἐβασίλευσεν ὁ υἱὸς τοῦ Ἡρακλέος ὁ ἀπὸ τῆς Αὔγης, ὁ Τήλεφος. καὶ μετ' αὐτὸν ἐβασίλευσεν ὁμοίως ὁ υἱὸς αὐτοῦ, ὅντινα Λατῖνον ἐκάλεσεν· ἐβασίλευσε δὲ ἐν τῇ χώρᾳ ἐκείνῃ αὐτὸς Λατῖνος ἔτη ιηʹ, καὶ ἐκ τοῦ ἰδίου ὀνόματος τοὺς Κιτιαίους καλουμένους ἐπωνόμασε Λατίνους. Τότε δὲ Αἰνείας ὁ Ἀγχίσου ὁ Φρὺξ φεύγων ἐκ τῆς πορθήσεως τοῦ Ἰλίου, ἤτοι τοῦ Τρωικοῦ πολέμου, ἀπῆλθεν ἐπὶ τὴν Λιβύην πρὸς τὴν Φοίνισσαν ∆ιδὼ τὴν καὶ Ἐλισσάν. καὶ ἐνδιατρίψας ἐκεῖ, λάθρᾳ ἐάσας αὐτὴν ἔφυγεν, ὡς φοβηθεὶς τὸν Ἰάρβα, βασιλέα τῆς Ἀφρικῆς· καθὰ Βεργίλλιος ὁ σοφὸς Ῥωμαίων ποιητὴς συνεγράψατο. ὁ δὲ σοφώτατος Σέρβιος ὁ Ῥωμαῖος ἐν τοῖς αὐτοῦ συγγράμμασιν ἐξέθετο, εἰπὼν ὅτι μετὰ τὸ τελευτῆσαι τὸν Αἰνείαν ἔτη πολλὰ ἦν ἡ ∆ιδὼ ἀπὸ πόλεως μικρᾶς λεγομένης Χαρτίμας, οὔσης τῆς παράλου Φοινίκης, μεταξὺ τῶν ὁρίων Τύρου καὶ Σιδῶνος. ἥτις ∆ιδὼ ἦν πλουσιωτάτη· ἔσχε δὲ ἄνδρα τινὰ ὀνόματι Συχαῖον, ὄντα καὶ αὐτὸν πλούσιον σφόδρα. τὸν δὲ αὐτὸν Συχαῖον ἐφόνευσεν, ὡς κυνηγοῦντα, ὁ ἀδελφὸς τῆς 163 ∆ιδὼ ὀνόματι Πυγμαλίων, διαφθονούμενος αὐτῷ, ὡς πολὺ εὐπόρῳ καὶ κελεύοντι πάσῃ τῇ χώρᾳ ἐκείνῃ. ἦσαν γὰρ οἱ δύο ἔφιπποι καταδιώκοντες σύαγρον καὶ βαστάζοντες βήναβλα· ἐκ τῶν ὀπισθίων οὖν ἐλθὼν ὁ Πυγμαλίων δέδωκε τῷ Συχαίῳ κατὰ τοῦ νώτου αὐτοῦ τῇ λόγχῃ, καὶ ἐφόνευσεν αὐτόν· ἦν γὰρ γενναῖος· καὶ λαβὼν τὸ λείψανον αὐτοῦ ἔῤῥιψεν εἰς κρημνόν. καὶ ὑποστρέψας εἶπε τοῖς διαφέρουσιν αὐτῷ καὶ τῇ γαμετῇ αὐτοῦ ὅτι ὡς κατεδίωκε τὸν σύαγρον κατεκρημνίσθη. ἠβούλετο δὲ ὁ αὐτὸς Πυγμαλίων καὶ τὴν αὑτοῦ ἀδελφὴν φονεῦσαι καὶ λαβεῖν τὰ χρήματα πάντα. ᾗτινι ∆ιδὼ ἐφάνη ἐν ὁράματι ὁ αὐτῆς ἀνὴρ Συχαῖος καὶ εἶπεν αὐτῇ, Φύγε, μή σε φονεύσῃ Πυγμαλίων, δείξας αὐτῇ καὶ τὸν τόπον τῆς πληγῆς. καὶ λοιπὸν ἡ αὐτὴ ∆ιδὼ λαθοῦσα τὸν ἑαυτῆς ἀδελφὸν Πυγμαλίωνα, καὶ εὑροῦσα καιρόν, ἔλαβε πάντα τὰ χρήματα τὰ ἑαυτῆς, καὶ βαλοῦσα εἰς πλοῖα μετὰ τῶν ἰδίων ἀνθρώπων αὐτῆς φυγοῦσα ἀπέπλευσεν ἐκ τῆς Φοινίκης, καὶ ἦλθεν εἰς τὴν Λιβύην, χώραν τῆς Ἀφρικῆς. καὶ κτίζει ἐκεῖ πόλιν μεγάλην πάνυ, ἣν ἐκάλεσε