1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

49

ἀνάστασιν, ὁ δὲ οὐδὲν τῶν μελλόντων προσδοκᾷ, ἄλλος ἕτερον λέγει Θεὸν, ἄλλος ἀπὸ Μαρίας αὐτὸν ἔχειν τὴν ἀρχήν. Καὶ θέα εὐθέως πῶς ἐξ ἀμετρίας πάντες ἐξέπεσον, οἱ μὲν πλεονάσαντες, οἱ δὲ ἐλαττώσαντες. Οἷον, πρώτη μὲν πάντων αἵρεσις ἡ Μαρκίωνος· ἐκείνη ἕτερον Θεὸν ἐπεισήγαγε τὸν οὐκ ὄντα. Ἰδοὺ τὸ πλέον· Μετ' ἐκείνην ἡ Σαβελλίου, τὸν Υἱὸν καὶ τὸν Πατέρα καὶ τὸ Πνεῦμα ἓν πρόσωπον εἶναι λέγουσα. Εἶτα ἡ Μαρκέλλου καὶ Φωτεινοῦ, καὶ αὕτη τὰ αὐτὰ πρεσβεύουσα. Εἶτα ἡ Παύλου τοῦ Σαμοσατέως, ἐκ Μαρίας λέγουσα τὴν ἀρχὴν αὐτὸν ἐσχηκέναι. Εἶτα ἡ Μανιχαίων· αὕτη γὰρ πασῶν νεωτέρα. Μετ' ἐκείνας, ἡ Ἀρείου. Εἰσὶ δὲ καὶ ἕτεραι. Ἡμεῖς δὲ διὰ τοῦτο τὴν πίστιν παρελάβομεν ἁπλῶς, ἵνα μὴ ἀναγκαζώμεθα μυρίαις ἐπιέναι αἱρέσεσι, καὶ πράγματα ἔχειν, ἀλλ' ὅπερ ἂν ἢ προσθεῖναι, ἢ ἀφελεῖν τις ἐπιχειρήσειεν ἐκείνης, τοῦτο νόθον εἶναι νομίσωμεν. Καθάπερ γὰρ οἱ τοὺς κανόνας διδόντες οὐκ ἀναγκάζουσι μυρία μέτρα περιεργάζεσθαι, ἀλλὰ τὸ δοθὲν ἐκεῖνο κατέχειν κελεύουσιν· οὕτω καὶ ἐπὶ τῶν δογμάτων. Ἀλλ' οὐδεὶς βούλεται ταῖς Γραφαῖς προσέχειν· εἰ γὰρ προσείχομεν, οὐ μόνον οὐκ ἂν περιεπέσομεν τῇ ἀπάτῃ, ἀλλὰ καὶ 63.74 ἑτέρους ἀπατωμένους ἀπηλλάξαμεν ἂν, καὶ τῶν κινδύνων ἐξειλκύσαμεν. Ὁ γὰρ ἰσχυρὸς στρατιώτης οὐ μόνον ἑαυτῷ ἀρκέσαι δύναται, ἀλλὰ καὶ τὸν παραστάτην διαφυλάξαι, καὶ τῆς τῶν πολεμίων βλάβης ἐλευθερῶσαι. Νῦν δὲ οὐδὲ ὅτι Γραφαὶ εἰσὶν ἴσασί τινες· καίτοι τὸ Πνεῦμα τὸ ἅγιον τοσαῦτα ᾠκονόμησεν, ὥστε αὐτὰς φυλαχθῆναι. Καὶ ὁρᾶτε ἄνωθεν, ἵνα μάθητε τοῦ Θεοῦ τὴν ἄφατον φιλανθρωπίαν· Ἐνέπνευσε τῷ μακαρίῳ Μωϋσεῖ, τὰς πλάκας ἐκόλαψε, κατέσχεν αὐτὸν τεσσαράκοντα ἡμέρας ἐπὶ τοῦ ὄρους, καὶ πάλιν τοσαύτας ἑτέρας, ὥστε δοῦναι τὸν νόμον. Μετὰ δὲ ταῦτα προφήτας ἔπεμψε μυρία παθόντας δεινά. Ἐπῆλθε πόλεμος, ἀνεῖλον πάντας, κατέκοψαν, ἐνεπρήσθησαν αἱ βίβλοι. Ἑτέρῳ πάλιν ἀνδρὶ θαυμαστῷ ἐνέπνευσεν, ὥστε αὐτὰς ἐκθέσθαι, τῷ Ἔσδρᾳ λέγω, καὶ ἀπὸ λειψάνων συντεθῆναι ἐποίησε. Μετὰ δὲ τοῦτο ᾠκονόμησεν ἑρμηνευθῆναι αὐτὰς ὑπὸ τῶν Ἑβδομήκοντα· ἡρμήνευσαν ἐκεῖνοι. Παρεγένετο ὁ Χριστὸς, δέχεται αὐτὰς, οἱ ἀπόστολοι εἰς πάντας αὐτὰς διασπείρουσι, σημεῖα ἐποίησε καὶ θαύματα ὁ Χριστός. Εἶτα τί; Μετὰ τοσαύτην πραγματείαν καὶ οἱ ἀπόστολοι ἔγραψαν, καθὼς καὶ Παῦλος εἶπεν· Ἐγράφη δὲ πρὸς νουθεσίαν ἡμῶν, εἰς οὓς τὰ τέλη τῶν αἰώνων κατήντησε. Καὶ ὁ Χριστὸς ἔλεγε· Πλανᾶσθε, μὴ εἰδότες τὰς Γραφάς. Καὶ Παῦλος πάλιν ἔλεγε· ∆ιὰ τῆς ὑπομονῆς καὶ τῆς παρακλήσεως τῶν Γραφῶν τὴν ἐλπίδα ἔχωμεν· καὶ πάλιν· Πᾶσα γραφὴ θεόπνευστος καὶ ὠφέλιμος· καί· Ὁ λόγος τοῦ Χριστοῦ ἐνοικείτω ἐν ὑμῖν πλουσίως. Καὶ ὁ προφήτης· Ἐν τῷ νόμῳ αὐτοῦ μελετήσει ἡμέρας καὶ νυκτός· καὶ ἑτέρωθι πάλιν· Πᾶσα διήγησίς σου ἔστω ἐν νόμῳ Ὑψίστου. Καὶ πάλιν· Ὡς γλυκέα τῷ λάρυγγί μου τὰ λόγιά σου (οὐκ εἶπε, Τῇ ἀκοῇ μου, ἀλλὰ, Τῷ λάρυγγί μου), ὑπὲρ μέλι καὶ κηρίον τῷ στόματί μου. Καὶ ὁ Μωϋσῆς, Μελετήσεις ἐν αὐτοῖς, φησὶ, διαπαντὸς, ἀνιστάμενος, καθεζόμενος, κοιταζόμενος. ∆ιὰ τοῦτο καὶ ὁ Παῦλος γράφων πρὸς Τιμόθεον ἔλεγεν· Ἐν αὐτοῖς ἴσθι, ταῦτα μελέτα. Καὶ μυρία ἄν τις περὶ αὐτῶν εἴποι. Ἀλλ' ὅμως μετὰ τοσαῦτα εἰσί τινες οὐδὲ εἰδότες ὅτι εἰσί ποτε Γραφαί. ∆ιά τοι τοῦτο οὐδὲν ὑγιὲς, οὐδὲν χρήσιμον παρ' ἡμῶν γίνεται. Ἀλλ' εἰ μέν τις τὰ τῆς στρατείας εἰδέναι βούλοιτο, ἀνάγκη τοὺς νόμους αὐτὸν μανθάνειν τοὺς στρατιωτικούς· καὶ εἴ τις τὴν κυβερνητικὴν, ἢ τὴν τεκτονικὴν ἐπιστήμην γινώσκειν ἐθέλοι, ἢ εἴ τι ἕτερον, τὰ τῆς τέχνης αὐτὸν ἀνάγκη μανθάνειν· ἐνταῦθα δὲ οὐδὲν τοιοῦτον ἔστι ποιοῦντας ἰδεῖν· καὶ ταῦτα τῆς ἐπιστήμης ταύτης πολλῆς δεομένης τῆς ἀγρυπνίας. Ὅτι γὰρ καὶ τοῦτο τέχνη ἐστὶ διδασκαλίας δεομένη, ἄκουσον τοῦ Προφήτου λέγοντος· ∆εῦτε, τέκνα, ἀκούσατέ μου, φόβον Κυρίου διδάξω ὑμᾶς. Ἄρα ἀληθῶς διδασκαλίας δεῖται ὁ τοῦ Θεοῦ φόβος. Εἶτά φησι, Τίς ἐστιν ἄνθρωπος ὁ θέλων ζωήν; ζωὴν τὴν ἐκεῖ λέγει. Καὶ πάλιν, Παῦσον τὴν γλῶσσάν σου ἀπὸ κακοῦ, καὶ χείλη σου τοῦ μὴ λαλῆσαι δόλον· ἔκκλινον ἀπὸ κακοῦ, καὶ ποίησον ἀγαθόν· ζήτησον εἰρήνην, καὶ δίωξον