1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

50

αὐτήν· Ἆρα ἴστε, τίς ταῦτα εἶπε προφήτης, ἢ ἱστοριογράφος, ἢ ἀπόστολος, ἢ εὐαγγελιστής; Οὐκ ἔγωγε οἶμαι, πλὴν ὀλίγων· καὶ αὐτοὶ δὲ οὗτοι πάλιν, ἐὰν παραγάγωμεν μαρτυρίαν ἑτέρωθεν, 63.75 τὸ αὐτὸ ὑμῖν πείσονται. Ἰδοὺ γὰρ, ἐρῶ τὸ αὐτὸ τοῦτο ῥητὸν, ῥήμασιν ἑτέροις εἰρημένον· Λούσασθε, καθαροὶ γένεσθε, ἀφέλετε τὰς πονηρίας ὑμῶν ἀπὸ τῶν ψυχῶν ὑμῶν ἀπέναντι τῶν ὀφθαλμῶν μου, μάθετε καλὸν ποιεῖν, ἐκζητήσατε κρίσιν, παῦσον τὴν γλῶσσάν σου ἀπὸ κακοῦ, καὶ ποίησον ἀγαθὸν, μάθετε καλὸν ποιεῖν. Ὁρᾷς ὅτι διδασκαλίας δεῖται ἡ ἀρετή; Οὗτος μὲν γὰρ λέγει, Φόβον Κυρίου διδάξω ὑμᾶς· ἐκεῖνος δέ· Μάθετε καλὸν ποιεῖν. Ἆρ' οὖν ἴστε ποῦ ταῦτα ἔγκειται; Οὐκ ἔγωγε οἶμαι, πλὴν ὀλίγων. Καίτοι καθ' ἑκάστην ἑβδομάδα δὶς ἢ καὶ τρὶς ταῦτα ὑμῖν ἀναγινώσκεται· καὶ ἀνελθὼν ὁ ἀναγνώστης λέγει πρῶτον τὸ βιβλίον τίνος ἐστὶ, τοῦ δεῖνος τυχὸν προφήτου, ἢ ἀποστόλου, ἢ εὐαγγελιστοῦ, καὶ τότε λέγει ἃ λέγει, ὥστε εὐσημότερα ὑμῖν εἶναι, καὶ μὴ μόνον τὰ ἐγκείμενα εἰδέναι, ἀλλὰ καὶ τὴν αἰτίαν τῶν γεγραμμένων, καὶ τίς ταῦτα εἴρηκεν. Ἀλλὰ πάντα εἰκῆ, ἀλλὰ πάντα μάτην· πᾶσα γὰρ ἡ σπουδὴ εἰς τὰ βιωτικὰ κεκένω 63.76 ται, καὶ τῶν πνευματικῶν λόγος οὐδείς. ∆ιὰ τοῦτο οὐδὲ ἐκεῖνα ὑμῖν κατὰ γνώμην ἐκβαίνει, ἀλλὰ πολλαὶ κἀκεῖ δυσκολίαι. Ὁ μὲν οὖν Χριστός φησιν· Αἰτεῖτε τὴν βασιλείαν τοῦ Θεοῦ, καὶ ταῦτα πάντα προστεθήσεται ὑμῖν· καὶ ταῦτα μὲν ἐν προσθήκης εἶπε μέρει δοθήσεσθαι· ἡμεῖς δὲ τὴν τάξιν ἀντεστρέψαμεν, καὶ ζητοῦμεν τὴν γῆν, καὶ τὰ ἀγαθὰ τὰ ἐν τῇ γῇ, ὡς ἐκείνων ἐν προσθήκης μέρει δοθησομένων ἡμῖν. ∆ιὰ τοῦτο οὔτε ταῦτα, οὔτε ἐκεῖνα ἔχομεν. Ἀνανήψωμεν οὖν ποτε, καὶ γενώμεθα τῶν μελλόντων ἀγαθῶν ἐπιθυμηταί· οὕτω γὰρ καὶ ταῦτα ἕψεται. Οὐδὲ γὰρ ἔνι τὸν τὰ κατὰ Θεὸν ζητοῦντα, μὴ καὶ τῶν ἀνθρωπίνων ἐπιτυχεῖν· ἀπόφασίς ἐστι τῆς ἀληθείας αὐτῆς τοῦτο λεγούσης. Μὴ τοίνυν ἄλλως ποιῶμεν, ἀλλ' ἀντεχώμεθα τῆς συμβουλῆς τοῦ Χριστοῦ, ἵνα μὴ πάντων ἐκπέσωμεν. Ὁ δὲ Θεὸς ἱκανός ἐστι κατανύξαι ἡμᾶς, καὶ ποιῆσαι βελτίους, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, καὶ προσκύνησις, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΟΜΙΛΙΑ Θʹ.

∆ιὸ ἀφέντες τὸν τῆς ἀρχῆς τοῦ Χριστοῦ λό γον, ἐπὶ τὴν τελειότητα

φερώμεθα, μὴ πάλιν θεμέλιον καταβαλλόμενοι μετανοίας ἀπὸ νε κρῶν ἔργων, καὶ πίστεως ἐπὶ Θεὸν, βαπτισμῶν διδαχῆς, ἐπιθέσεώς τε χειρῶν, ἀναστάσεώς τε νεκρῶν, καὶ κρίματος αἰωνίου. Καὶ τοῦτο ποιήσομεν, ἐάνπερ ἐπιτρέπῃ ὁ Θεός. αʹ. Ἠκούσατε ὅσα Ἑβραίοις ἐνεκάλεσεν ὁ Παῦλος βουλομένοις ἀεὶ μανθάνειν περὶ τῶν αὐτῶν; καὶ εἰκότως. Ὀφείλοντες γὰρ εἶναι διδάσκαλοι διὰ τὸν χρόνον, πάλιν χρείαν ἔχετε τοῦ διδάσκειν ὑμᾶς, τίνα τὰ στοιχεῖα τῆς ἀρχῆς τῶν λογίων τοῦ Θεοῦ. ∆έδοικα δὲ μὴ καὶ πρὸς ὑμᾶς ταῦτα καιρὸν ἂν ἔχοι λέγεσθαι, ὅτι ὀφείλοντες εἶναι διδάσκαλοι διὰ τὸν χρόνον, οὐδὲ μαθητῶν τάξιν ἐπέχετε, ἀλλ' ἀεὶ τὰ αὐτὰ ἀκούοντες, καὶ περὶ τῶν αὐτῶν, ὡς οὐδενὸς ἀκούοντες, οὕτω διάκεισθε· κἂν ἔρηταί τις ὑμᾶς, οὐδεὶς ἀποκρίνασθαι δυνήσεται, πλὴν ὀλίγων σφόδρα καὶ εὐαριθμήτων. Τοῦτο δὲ οὐ μικρὰ ζημία. Πολλάκις γὰρ τὸν διδάσκαλον βουλόμενον προελθεῖν περαιτέρω, καὶ μυστικωτέρων ἅψασθαι, καὶ ὑψηλοτέρων λόγων, οὐκ ἀφίησιν ἡ ἀπροσεξία τῶν μαθητευομένων. Καθάπερ γὰρ ἐπὶ τῶν γραμματιστῶν, ἂν ἀεὶ τὰ στοιχεῖα ἀκούων ὁ παῖς μὴ κρατῇ, ἀεὶ ἔσται αὐτῷ ἀνάγκη τὰ αὐτὰ ἐνηχεῖν τῷ παιδὶ, καὶ οὐ πρότερον ἀποστήσεται διδάσκων, ἕως ἂν ἐκεῖνα μαθεῖν ἀκριβῶς δυνηθῇ· καὶ γὰρ ἀνοίας ἐστὶ πολλῆς, τὰ πρότερα μὴ ἐνθέντα καλῶς, ἐφ' ἕτερα ἄγειν αὐτόν· οὕτω δὴ καὶ ἐπὶ τῆς ἐκκλησίας, ἂν ἀεὶ τὰ αὐτὰ λεγόντων ἡμῶν, μηδὲν πλέον μανθάνετε, οὐδέποτε τὰ αὐτὰ λέγοντες παυσόμεθα. Εἰ μὲν γὰρ ἐπιδείξεως ἦν ἡμῖν ὁ λόγος καὶ φιλοτιμίας,