51
τῇ Ἱερουσαλὴμ Ἐλιακεὶμ ὁ υἱὸς Ἰησοῦ. Ἐν δὲ τοῖς αὐτοῖς χρόνοις ἦν Ἱππάσιος, φιλόσοφος Πυθαγορικός· ὅστις τὴν σφαῖραν τοῦ οὐρανοῦ πρῶτος ἐξήνεγκεν ἐκ τῶν δεκαδύο ζωδίων, καὶ κατὰ θάλασσαν ναυαγήσας ἐτελεύτα. ἦν δὲ καὶ Ἰσοκράτης τότε καὶ Περικλῆς καὶ Θουκυδίδης ὁ συγγραψάμενος τὸν πόλεμον τῶν Πελοποννησίων καὶ Ἀθηναίων. ἐν δὲ τοῖς χρόνοις Θουκυδίδου ἦν καὶ Φειδίας ὁ ἀγαλματοποιὸς καὶ Στησίχορος καὶ Βακχυλίδης, οἳ ἦσαν ὀρχήσεως εὑρεταὶ καὶ ποιηταί, μετὰ τοὺς προειρημένους φιλοσόφους ἄνδρας· μετὰ δὲ χρόνον οἱ προῤῥηθέντες τῶν Ἑλλήνων ἦσαν παιδευταί. ἀναφαίνεται δὲ μετὰ ταῦτα καὶ ∆ημοσθένης καὶ Ἀριστοφάνης ὁ κωμῳδός. Μετὰ δὲ τὴν βασιλείαν ∆αρείου τοῦ νεωτέρου ἐβασίλευσε Περσῶν Ἀρταξέρξης ὁ Μνήμων καλούμενος ἔτη λθʹ. Ἀλβανῶν δὲ ἐβασίλευσεν Ἄλβας ὁ υἱὸς τοῦ Ἀσκανίου ἔτη λςʹ. καὶ κτίζει τὴν Σίλπιν πόλιν· ἀπὸ τότε οἱ βασιλεῖς Σίλβιοι 170 ἐκαλοῦντο· μεταγαγὼν ἐν τῇ αὐτῇ Σίλβει πόλει καὶ τὸ Παλλάδιον ὁ αὐτὸς Ἄλβας βασιλεύς. καὶ ἐβασίλευσαν λοιπὸν οἱ ἐκ τοῦ γένους τοῦ Αἰνείου, οἱ λεγόμενοι Αἰνειάδες, ἔτη τλαʹ. ΛΟΓΟΣ ΕΒ∆ΟΜΟΣ ΠΕΡΙ ΚΤΙΣΕΩΣ ΡΩΜΗΣ. Καὶ λοιπὸν ἐβασίλευσε Ῥῶμος ὁ κτίστης τῆς Ῥώμης καὶ Ῥημος ὁ ἀδελφὸς αὐτοῦ· ὅθεν μετεκλήθησαν Ῥωμαῖοι. οἵτινες καὶ τὰ ὅπλα τοῦ Ἡρακλέος τοῦ ἐκ τοῦ γένους τοῦ Πίκου ∆ιὸς εὑρηκότες, ἀπέθεντο ἐν τῇ παρ' αὐτῶν κτισθείσῃ πόλει Ῥώμῃ τῇ πρῴην λεγομένῃ κώμῃ Βαλεντίᾳ ἐν τῷ Βοαρίῳ φόρῳ εἰς τὸν ναὸν τοῦ Πίκου ∆ιός, ἀποκλείσαντες αὐτὰ ἐκεῖ ἕως ἄρτι. οἱ δὲ αὐτοὶ ἀδελφοὶ ἀνενέωσαν τὸ λεγόμενον Παλάντιον, τὸν βασιλικὸν οἶκον τὸν τοῦ Πάλλαντος, καὶ ναὸν μέγαν τῷ ∆ιὶ κτίσαντες ἐκάλεσαν αὐτὸν Καπετώλιον ῥωμαϊστί, ὅ ἐστιν ἡ κεφαλὴ τῆς πόλεως· ἀγαγόντες δὲ τὸ Παλλάδιον τὸ ξόανον ἀπὸ πόλεως Σίλβης ἀπέθεντο αὐτὸ ἐν τῇ Ῥώμῃ. οἵτινες ἀδελφοὶ ἐν τῷ βασιλεύειν εἰς ἔχθραν ἦλθον πρὸς ἀλλήλους· καὶ ἐφονεύθη ὁ Ῥῆμος ὑπὸ τοῦ Ῥώμου, καὶ ἐβασίλευσε μόνος ὁ Ῥῶμος. 172 Ἐξότε δὲ ἀπέκτεινε τὸν ἴδιον αὐτοῦ ἀδελφόν, ἐσείετο ἡ πόλις πᾶσα Ῥώμη καὶ ἐγίνοντο πόλεμοι ἐμφύλιοι ἐπὶ τῆς αὐτοῦ βασιλείας. καὶ ἀπελθὼν ὁ αὐτὸς Ῥῶμος εἰς τὸ μαντεῖον ἐπηρώτησε, ∆ιὰ τί γίνεται ἐπὶ τῆς ἐμῆς μόνης βασιλείας ταῦτα; καὶ ἐῤῥέθη αὐτῷ ἐκ τῆς Πυθίας ὅτι Εἰ μὴ συγκαθεσθῇ σοι ὁ σὸς ἀδελφὸς ἐν τῷ βασιλικῷ θρόνῳ, οὐ μὴ σταθῇ ἡ πόλις σου Ῥώμη οὔτε ἡσυχάσει ὁ δῆμος οὔτε ὁ πόλεμος. καὶ ποιήσας ἐκ τῆς εἰκόνος τοῦ αὐτοῦ ἀδελφοῦ ἐκτύπωμα τοῦ προσώπου, ἤτοι χαρακτῆρος, αὐτοῦ, χρυσοῦν στηθάριον, στήλην ἔθηκεν ἐν τῷ θρόνῳ αὐτοῦ, ἔνθα ἐκάθητο. καὶ οὕτως ἐβασίλευσε τὸν ὑπόλοιπον χρόνον, συγκαθημένου αὐτῷ τοῦ ὁλοχρύσου ἐκτυπώματος τοῦ αὐτοῦ ἀδελφοῦ Ῥήμου· καὶ ἐπαύσατο ὁ σεισμὸς τῆς πόλεως καὶ ἡσύχασεν ἡ δημοτικὴ ταραχή. καὶ εἴ τι δὲ ἂν ἐκέλευε θεσπίζων, ἔλεγεν ὡς ἀφ' ἑαυτοῦ καὶ τοῦ ἀδελφοῦ αὐτοῦ, λέγων Ἐκελεύσαμεν καὶ Ἐθεσπίσαμεν· ὅπερ ἔθος κατέσχεν ἐξ ἐκείνου παρὰ τοῖς βασιλεῦσιν ἕως τοῦ παρόντος, τὸ λέγειν Ἐκελεύσαμεν καὶ ἐθεσπίσαμεν. ἐκτότε καὶ εἰς τὰς πόλεις τὰς ὑπὸ Ῥωμαίους ἔπεμψε στηθάρια ὁλόχρυσα αὐτοῦ καὶ τοῦ ἀδελφοῦ αὐτοῦ, ὥστε τίθεσθαι πλησία τῶν ἀρχόντων. Ὁ δὲ αὐτὸς Ῥῶμος βασιλεὺς μετὰ τὸ πληρῶσαι τὰ τείχη καὶ κοσμῆσαι τὴν πόλιν ἔκτισε καὶ τῷ Ἄρηι ναόν· καὶ ἐν αὐτῷ τῷ μηνὶ ἐποίησεν ἑορτὴν μεγάλην θυσίας τῷ Ἄρηι, καλέσας καὶ τὸν μῆνα αὐτὸν μάρτιον, τὸν πρῴην λεγόμενον πρῖμον, ὅπερ ἑρμη 173 νεύεται Ἄρεως. ἥνπερ ἑορτὴν κατ' ἔθος οἱ Ῥωμαῖοι πάντες ἐπιτελοῦσιν ἕως τῆς