53
καινὸν γενέσθαι· τὸ γὰρ καινοὺς ποιῆσαι, τοῦ λουτροῦ μόνον ἐστίν· Ἀνακαινισθήσεται γὰρ, φησὶν, ὡς ἀετοῦ ἡ νεότης σου. Τῆς δὲ μετανοίας ἐστὶ τὸ, καινοὺς γενομένους, εἶτα παλαιωθέντας ὑπὸ τῶν ἁμαρτημάτων, ἀπαλλάξαι τῆς παλαιότητος καὶ καινοὺς ἐργάσασθαι· εἰς ἐκείνην μέντοι τὴν λαμπρότητα ἀγαγεῖν οὐκ ἔνι· ἐκεῖ γὰρ τὸ ὅλον ἡ χάρις ἦν. Ἀνασταυροῦντας ἑαυτοῖς, φησὶ, τὸν Υἱὸν τοῦ Θεοῦ καὶ παραδειγματίζοντας. Ὃ δὲ λέγει, τοῦτό ἐστι· Τὸ βάπτισμα σταυρός ἐστι· Συνεσταυρώθη γὰρ ὁ παλαιὸς ἡμῶν ἄνθρωπος. Καὶ πάλιν· Σύμμορφοι γεγόναμεν τῷ ὁμοιώματι τοῦ θανάτου αὐτοῦ· καὶ πάλιν· Συνετάφημεν οὖν αὐτῷ διὰ τοῦ βαπτίσματος εἰς τὸν θάνατον. Ὥσπερ οὖν οὐκ ἔνι δεύτερον σταυρωθῆναι τὸν Χριστόν· τοῦτο γὰρ παραδειγματίσαι αὐτόν ἐστιν· οὕτως οὐδὲ βαπτισθῆναι. Εἰ γὰρ θάνατος αὐτοῦ οὐκέτι κυριεύσει, εἰ ἀνέστη, τῇ ἀναστάσει κρείττων γενόμενος τοῦ θανάτου, εἰ διὰ τοῦ θανάτου τὸν θάνατον κατεπάλαισεν, εἶτα πάλιν σταυροῦται· μῦθος πάντα ἐκεῖνα καὶ παραδειγματισμός. Ὁ τοίνυν δεύτερον ἑαυτὸν βαπτίζων, πάλιν αὐτὸν σταυροῖ. Τί δέ ἐστιν, Ἀνασταυροῦντας; Ἄνωθεν πάλιν σταυροῦντας. Ὥσπερ γὰρ ἀπέθανεν ὁ Χριστὸς ἐν τῷ σταυρῷ, οὕτως ἡμεῖς ἐν τῷ βαπτίσματι, οὐ τῇ σαρκὶ, ἀλλὰ τῇ ἁμαρτίᾳ. Ὅρα θάνατον, καὶ θάνατον· ἐκεῖνος ἀπέθανεν ἐν τῇ σαρκὶ, ἡμεῖς δὲ τῇ ἁμαρτίᾳ. ∆ιὰ τοῦ βαπτίσματος ἡμῶν ὁ παλαιὸς ἄνθρωπος ἐτάφη, καὶ ἀνέστη ὁ καινὸς, ὁ σύμμορφος γενόμενος τῷ ὁμοιώματι τοῦ θανάτου αὐτοῦ. Εἰ τοίνυν ἀνάγκη πάλιν βαπτισθῆναι, ἀνάγκη πάλιν αὐτὸν ἀποθανεῖν τοῦτον· τὸ γὰρ βάπτισμα οὐδέν ἐστιν ἄλλο, ἢ ἀναίρεσις τοῦ βαπτιζομένου, καὶ ἔγερσις ἐκείνου. Καὶ καλῶς εἶπεν, Ἑαυτοῖς ἀνασταυροῦντας· ὁ γὰρ τοῦτο ποιῶν, ὡς τῆς προτέρας χάριτος ἐπιλαθόμενος, καὶ ῥᾳθύμως τὸν ἑαυτοῦ βίον οἰκονομῶν, ὡς ὄντος ἑτέρου βαπτίσματος, οὕτω πάντα διαπράττεται. ∆ιόπερ προσέχειν χρὴ καὶ ἀσφαλίζεσθαι. Τί ἐστι, Γευσαμένους τῆς δωρεᾶς τῆς ἐπουρανίου; Τουτέστι, τῆς ἀφέσεως τῶν ἁμαρτημάτων· τοῦτο γὰρ Θεοῦ μόνου χαρίζεσθαι, καὶ ἡ χάρις ἅπαξ ἐστὶ χάρις. Τί οὖν ἐπιμενοῦμεν τῇ ἁμαρτίᾳ, ἵνα ἡ χάρις πλεονάσῃ; Μὴ γένοιτο. Εἰ δὲ ἀεὶ μέλλομεν χάριτι σώζεσθαι, οὐδέποτε ἐσόμεθα ἀγαθοί. Ὅπου γὰρ μία ἐστὶ χάρις, καὶ οὕτω ῥᾳθυμοῦμεν· εἰ ᾔδειμεν ὅτι πάλιν ἔστιν ἀπολούσασθαι τὰ ἁμαρτήματα, ἆρα ἂν ἐπαυσάμεθα ἁμαρτάνοντες; Οὐκ ἔγωγε οἶμαι. Πολλὰ ἐνταῦθα δείκνυσι τὰ δῶρα· καὶ ἵνα μάθῃς, ἄκουσον· Κατηξιώθης, φησὶ, τοσαύτης ἀφέσεως, ἐν σκότῳ καθεζόμενος ὁ ἐχθρὸς, ὁ πολέμιος, ὁ ἀπηλλοτριωμένος, ὁ θεοστυγὴς, ὁ ἀπολλύμενος· ὁ τοιοῦτος οὖν ἐξαίφνης φωτισθεὶς, Πνεύματος ἀξιωθεὶς, δωρεᾶς ἐπουρανίου, υἱοθεσίας, βασιλείας οὐρανῶν, τῶν ἄλλων ἀγαθῶν, μυστηρίων ἀποῤ 63.80 ῥήτων, καὶ οὐδὲ οὕτω βελτίων γενόμενος, ἀλλ' ἄξιος μὲν ὢν ἀπωλείας, τυχὼν δὲ σωτηρίας καὶ τιμῆς, ὡς τὰ μεγάλα κατωρθωκὼς, πῶς ἂν δύναιτο βαπτισθῆναι πάλιν; ∆ύο τοίνυν τρόποις τὸ πρᾶγμα ἀδύνατον ἔφησεν εἶναι, καὶ τὸν ἰσχυρότερον ὕστερον ἔθηκεν· ἑνὶ μὲν, ὅτι οὐκ ἄξιος ὁ τοιούτων καταξιωθεὶς, καὶ πάντα προδοὺς τὰ δωρηθέντα αὐτῷ, πάλιν ἀνακαινισθῆναι· δευτέρῳ δὲ, ὅτι οὐ δυνατόν ἐστιν αὐτὸν πάλιν ἀνασταυροῦσθαι· τοῦτο γάρ ἐστι παραδειγματίσαι. Οὐκ ἔστι τοίνυν δεύτερον λουτρὸν, οὐκ ἔστιν· εἰ δὲ ἔστι, καὶ τρίτον ἐστὶ, καὶ τέταρτόν ἐστι, καὶ ὑπὸ τοῦ ὑστέρου ἀεὶ τὸ πρῶτον καταλύεται, καὶ τοῦτο πάλιν ὑπὸ τοῦ ἄλλου, καὶ τοῦτο εἰς ἄπειρον. Εἰπὼν δὲ, Καὶ καλὸν Θεοῦ γευσαμένους Ῥῆμα, δυνάμεις τε αἰῶνος μέλλοντος, οὐκ ἀποκαλύπτει αὐτὸ, ἀλλ' αἰνίττεται, καὶ μονονουχὶ ταῦτα λέγει· ὅτι τὸ ζῇν ὡς ἀγγέλους, τὸ μηδενὸς δεῖσθαι τῶν ἐνταῦθα, τὸ εἰδέναι ὅτι τῆς τῶν μελλόντων αἰώνων ἀπολαύσεως πρόξενος ἡμῖν ἡ υἱοθεσία γίνεται, τὸ εἰς τὰ ἄδυτα ἐκεῖνα εἰσελθεῖν προσδοκᾷν, διὰ τοῦ Πνεύματος ἔστι ταῦτα μαθεῖν. Τί ἐστι, ∆υνάμεις τε τοῦ μέλλοντος αἰῶνος; Ἡ ζωὴ ἡ αἰώνιος, ἡ ἀγγελικὴ διαγωγή. Τούτων ἤδη τὸν ἀῤῥαβῶνα ἐλάβομεν διὰ τῆς πίστεως παρὰ τοῦ Πνεύματος. Εἰπέ μοι τοίνυν εἰ εἰς βασίλεια εἰσαχθεὶς, καὶ πάντα ἐμπιστευθεὶς τὰ ἐκεῖ, εἶτα προὔδωκας ἅπαντα, ἆρα ἂν