1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

55

δυνησόμεθα τὸ πᾶν ἐκφυγεῖν, ἂν βουληθῶμεν αὐτῇ χρήσασθαι δεόντως, ποίας τύχοιμεν ἂν συγγνώμης, οὐδὲ εἰς νοῦν ἐρχόμενοι τῶν ἡμετέρων ἁμαρτημάτων; Εἰ γὰρ τοῦτο ἦν, πάντα ἤνυστο. Ὥσπερ γὰρ ὁ τὴν θύραν εἰσελθὼν, ἔνδον ἐστίν· οὕτως ὁ τὰ οἰκεῖα λογιζόμενος κακά. Ἂν γὰρ ἀναλογίζηται αὐτὰ καθ' ἑκάστην, καὶ ἐπὶ τὴν θεραπείαν αὐτῶν πάντως ἥξει· ἂν δὲ λέγῃ, Ἁμαρτωλός εἰμι, μὴ ἀναλογίζηται δὲ αὐτὰ κατ' εἶδος, καὶ λέγῃ, ὅτι Τόδε καὶ τόδε ἥμαρτον· οὐδέποτε παύσεται, ἀεὶ μὲν ὁμολογῶν, φροντίζων δὲ οὐδέποτε τῆς διορθώσεως. Ἐὰν γὰρ ἄρξηται, πάντως καὶ τὰ ἄλλα ἕπεται, ἂν εἴσοδον ἐπιδείξηται· πανταχοῦ γὰρ ἡ ἀρχὴ καὶ τὰ προοίμια 63.82 δύσκολα. Ταῦτα οὖν καταβαλώμεθα, καὶ πάντα εὔκολα ἔσται καὶ ῥᾷστα. Ἀρξώμεθα τοίνυν, παρακαλῶ, ὁ μὲν ἀπὸ τοῦ τὰς εὐχὰς ἐπιτεῖναι, ὁ δὲ ἀπὸ τοῦ δακρύειν συνεχῶς, ὁ δὲ ἀπὸ τοῦ κατηφεῖν· οὐδὲ γὰρ οὐδὲ τοῦτο τὸ οὕτω μικρὸν ἀνόνητον. Εἶδον γὰρ, φησὶν, ὅτι ἐλυπήθη, καὶ ἐπορεύθη στυγνὸς, καὶ ἰασάμην τὰς ὁδοὺς αὐτοῦ. Πάντες δὲ ἀπὸ ἐλεημοσύνης, καὶ τοῦ ἀφιέναι τοῖς πλησίον τὰ ἁμαρτήματα, καὶ ἀπὸ τοῦ μὴ μνησικακεῖν μηδὲ ἀμύνεσθαι, ταπεινώσωμεν ἑαυτῶν τὰς ψυχάς. Ἐὰν ἐννοῶμεν συνεχῶς τὰ ἡμαρτημένα ἡμῖν, οὐδὲν ἡμᾶς ἐπᾶραι τῶν ἔξωθεν δυνήσεται, οὐ πλοῦτος, οὐ δυναστεία, οὐκ ἀρχὴ, οὐ τιμὴ, ἀλλὰ κἂν εἰς αὐτὸ τὸ ὄχημα τὸ βασιλικὸν καθίσωμεν, στενάξομεν πικρόν. Ἐπεὶ καὶ ὁ μακάριος ∆αυῒδ βασιλεὺς ἦν, καὶ ἔλεγε· Λούσω καθ' ἑκάστην νύκτα τὴν κλίνην μου· καὶ οὐδὲν ἀπὸ τῆς ἁλουργίδος καὶ τοῦ διαδήματος παρεβλάβη, καὶ οὐκ ἐτυφώθη· ᾔδει γὰρ ἑαυτὸν ἄνθρωπον ὄντα· καὶ ἐπειδὴ συντετριμμένην εἶχε τὴν καρδίαν, ἐθρήνει. Τί γάρ ἐστι τὰ ἀνθρώπινα πράγματα; Τέφρα καὶ κόνις, καὶ ὡσεὶ χνοῦς κατὰ πρόσωπον ἀνέμου, καπνὸς καὶ σκιὰ, καὶ φύλλον περιφερόμενον καὶ ἄνθος, ὄναρ καὶ διήγημα, καὶ μῦθος, ἄνεμος καὶ ἀὴρ χαῦνος ἁπλῶς διαῤῥέων, πτερὸν οὐχ ἱστάμενον, ῥεῦμα παρατρέχον, καὶ εἴ τι τούτων οὐδαμινέστερον· τί γὰρ, εἰπέ μοι, μέγα νομίζεις; ποῖον ἡγῇ μέγα ἀξίωμα εἶναι; τὸ τοῦ ὑπάτου; οὐδὲν γὰρ τούτου τοῦ ἀξιώματος εἶναι μεῖζον νομίζουσιν οἱ πολλοί. Τοῦ ἐν τοσαύτῃ τοίνυν λαμπρότητι γενομένου, τοῦ μεγάλως θαυμασθέντος, ὁ μὴ ὕπατος ἔλαττον ἔχει οὐδέν· ἐν τῷ αὐτῷ καὶ οὗτος κἀκεῖνός ἐστιν ἀξιώματι· ὁμοίως ἑκάτεροι μετ' ὀλίγον οὐκ εἰσί. Πότε ἐγένετο, πόσον χρόνον, εἰπέ μοι; ἡμερῶν δύο; Τοῦτο καὶ ἐν ὀνείροις γίνεται. Ἀλλ' ὄναρ, φησὶν, ἐστί. Καὶ τί τοῦτο; τὸ γὰρ ἐν ἡμέρᾳ, οὐκ ὄναρ; Εἰπέ μοι, διὰ τί μὴ ταῦτα μᾶλλον λέγομεν ὄναρ; Ὥσπερ γὰρ τὰ ὀνείρατα, τῆς ἡμέρας καταλαβούσης, ἐλέγχεται οὐδὲν ὄντα· οὕτω καὶ ταῦτα, τῆς νυκτὸς καταλαβούσης, ἐλέγχεται οὐδὲν ὄντα· τὸ γὰρ ἴσον ἥ τε νὺξ καὶ ἡ ἡμέρα ἀπέλαβον τοῦ χρόνου, καὶ ἐξ ἴσης διενείμαντο τὸν πάντα χρόνον. Ὥσπερ τοίνυν ἐν ἡμέρᾳ τοῖς ἐν νυκτὶ γενομένοις οὐ γάννυταί τις· οὕτως οὐδὲ ἐν νυκτὶ τῶν μεθ' ἡμέραν ἀπολαῦσαι δυνατόν. Γέγονας ὕπατος; κἀγώ. Ἀλλὰ σὺ ἐν ἡμέρα, ἐγὼ δὲ ἐν νυκτί. Καὶ τί τοῦτο; οὐδὲ οὕτω μου πλέον τι ἔχεις, εἰ μὴ ἄρα τὸ λέγεσθαι, Ὁ δεῖνα ὁ ὕπατος, καὶ τὸ τὴν ἀπὸ τῶν ῥημάτων ἔχειν ἡδονὴν πλέον ἔχειν ποιεῖ· οἷόν τι λέγω, σαφέστερον γὰρ αὐτὸ ἐρῶ, ἐὰν εἴπω· Ὁ δεῖνα ὕπατός ἐστι, καὶ χαρίσωμαι τὸ ῥῆμα, οὐχ ἅμα ἐλέχθη, καὶ ἀπῆλθεν; Οὕτω καὶ τὰ πράγματά ἐστιν· ἅμα ἐφάνη ὕπατος, καὶ οὐκέτι ἐστί. Θῶμεν δὲ ἐνιαυτὸν εἶναι, καὶ δύο ἐνιαυτοὺς, καὶ τρεῖς, καὶ τέσσαρας· ποῦ οὖν εἰσιν οἱ δέκα ὕπατοι γενόμενοι; Οὐδαμοῦ. Ἀλλ' ὁ Παῦλος οὐχ οὕτως· ἦν μὲν γὰρ καὶ ζῶν λαμπρὸς διαπαντὸς, οὐ μίαν ἡμέραν, οὐδὲ δύο, οὐδὲ δέκα, οὐκ εἴκοσιν, οὐ τριάκοντα, οὐδὲ ἐνιαυτοὺς δέκα, καὶ εἴκοσι, καὶ τριάκοντα· ἀλλὰ ἐξ οὗ ἐτελεύτησε, τετρακοσιοστὸν λοιπὸν ἔτος παρελήλυθε, καὶ ἔτι καὶ νῦν λαμπρότερός ἐστι, καὶ πολλῷ λαμπρότερος ἢ ὅτε ἔζη. Καὶ ταῦτα μὲν ἐν τῇ γῇ· τὴν δὲ ἐν τοῖς οὐρανοῖς λαμπρότητα τῶν ἁγίων 63.83 τίς ἂν παραστήσειε λόγος; ∆ιὸ, παρακαλῶ, ταύτην ζητήσωμεν τὴν λαμπρότητα, ταύτην διώξωμεν, ἵνα αὐτῆς τύχωμεν· ἡ γὰρ ὄντως λαμπρότης αὕτη ἐστίν. Ἀποστῶμεν λοιπὸν τῶν βιωτικῶν, ἵνα εὕρω 63.84 μεν χάριν καὶ ἔλεον ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ