56
ὄντος ἐν δυνάμει, ὀνόματι Φεβρουαρίου, καταγομένου ἐκ γένους τῶν Γάλλων, κατεσκευάσθη. ἐν κομβεντίῳ γὰρ 184 εἰσελθόντος τοῦ Μαλλίωνος Καπιτωλίνου, καὶ τοῦ κοινοῦ τῆς 184 συγκλήτου καθεζομένου, ἐξαναστὰς ὁ Φεβρουάριος συγκλητικὸς λέγει τῷ Μαλλίωνι, Τοῦ στρατοῦ Ῥωμαίων νικήσαντος τοὺς Γάλλους σὺ τί ὑπεραίρῃ, ὡς μονομαχήσας; ἡ τύχη Ῥωμαίων ἀεὶ νικᾷ τοὺς πολεμίους· οὐ διέλαθε δὲ ἡμᾶς καὶ τοῦτο, ὅτι διὰ τοῦτο ἐν ἀπονοίᾳ τοσαύτῃ ὑπάρχεις, ὡς βουλόμενος καὶ σὺ τυραννῆσαι τοὺς Ῥωμαίους· ὅπερ οὐκ ἐγγίνεταί σοι. καὶ ἀκούσασα ταῦτα ἡ σύγκλητος καὶ ὁ στρατὸς καὶ ὁ δῆμος, ἐπῆλθε τῷ Μαλλίωνι Καπιτωλίνῳ. ὁ δὲ δῆμος ἐπαναστὰς κατὰ γνώμην τῆς συγκλήτου ἐβόησαν ἐκβληθῆναι ἀπὸ τῆς πόλεως Ῥώμης τὸν αὐτὸν Μαλλίωνα Καπιτωλῖνον· ὅστις εὐλαβηθεὶς τὸν στρατὸν καὶ τὸν δῆμον ἐξῆλθεν ἐν τοῖς ἰδίοις κτήμασι, πλησίον τῆς λεγομένης Ἀπουληίας χώρας, κἀκεῖ διῆγεν ἡσυχάζων. ἐκείνου δὲ φυγόντος ἐπῆλθεν ὁ δῆμος Ῥωμαίων τῷ οἴκῳ αὐτοῦ, καὶ πάντα τὰ διαφέροντα αὐτῷ διήρπασαν. Οἱ δὲ Γάλλοι προχειρισάμενοι αὑτοῖς ῥῆγα δυνατὸν ἐν πολέμοις ὀνόματι Βρῆνον, ἐπεστράτευσαν εὐθέως ἐπὶ τῆς Ῥώμης, ἀκούσαντες καὶ διὰ τὸν Μαλλίωνα ὅτι ἐξεβλήθη ἀπὸ τῆς Ῥώμης. καὶ ὁρμήσας ὁ Βρῆνος ῥὴξ ἐξαίφνης εἰσῆλθεν ἐν τῇ Ῥώμῃ, καὶ παρέλαβεν αὐτὴν νυκτὸς ἐν χειμῶνι, τῇ πεντεκαιδεκάτῃ τοῦ ἑξτιλλίου μηνός, προπέμψας λάθρᾳ τοὺς ὀφείλοντας φονεῦσαι τοὺς πορταρίους καὶ ἀνοῖξαι αὐτῷ τὴν πόρταν. καὶ τούτων φονευομένων ἐγένετο πτῦρμα· καὶ γνόντες οἱ συγκλητικοὶ τὴν παράληψιν τῆς πόλεως, ἔφυγον πάντες, καὶ φανεροὶ τῶν τῆς πόλεως λαμπροὶ σὺν γυναιξὶ καὶ τέκνοις εἰσῆλθον ἐν τῷ 185 Καπετωλίῳ εἰς τὸ ἱερὸν τοῦ ∆ιὸς μετὰ τῶν ἰδίων χρημάτων. παραλαβὼν δὲ ὁ Βρῆνος ῥὴξ τὴν πόλιν Ῥώμην, κατασφάζει πολλοὺς πολίτας καί τινας τῶν στρατιωτῶν καὶ αἰχμαλωτίζει· καὶ ἔμενε πολιορκῶν τὸ Καπετώλιον διὰ τοὺς ὄντας ἐν αὐτῷ συγκλητικοὺς καὶ διὰ τὰ χρήματα αὐτῶν. δυνηθέντες δὲ οἱ συγκλητικοὶ ἔγραψαν, δεόμενοι τοῦ Μαλλίωνος Καπιτωλίνου συνάξαι τὸν κατὰ πόλιν καὶ χώραν Ῥωμαίων ὄντα ἐγκάθετον στρατόν, καὶ ἐλθεῖν εἰς ἐκδίκησιν τῆς Ῥώμης καὶ εἰς βοήθειαν αὐτῶν. καὶ δεξάμενος τὰ τῆς συγκλήτου γράμματα ὁ Μαλλίων Καπιτωλῖνος, γνοὺς ὅτι ἐλήφθη ἡ Ῥώμη καὶ τὸ Καπετώλιον φρουρεῖται ὑπὸ τοῦ Βρήνου, ῥηγὸς τῶν Γάλλων, ἐταράχθη· καὶ συναγαγὼν εὐθέως πάντοθεν πλῆθος στρατοῦ, καὶ ὁρμήσας, ἦλθε κατὰ τοῦ Βρήνου ῥηγὸς ἐξαίφνης ἀπροσδοκήτως εἰς τὴν Ῥώμην· καὶ αὐτὸς νυκτὸς κατάξας τὸν ἴδιον στρατὸν ἐν ταῖς ῥύμαις τῆς πόλεως, καὶ μεσάσας τὸν Βρῆνον ῥῆγα καὶ τοὺς αὐτοῦ πάντας, ὡς ξένους, ἀνεῖλε. καὶ περιγενόμενος συνελάβετο τὸν αὐτὸν Βρῆνον ῥῆγα· καὶ εὐθέως ἀπεκεφάλισεν αὐτόν, καὶ ἔπηξεν ἐν κοντῷ τὴν κεφαλὴν αὐτοῦ. καὶ τὰ πλήθη δὲ αὐτοῦ καὶ τοὺς κόμητας αὐτοῦ κατακόψας, ἐῤῥύσατο πάντας οὓς συνελάβετο Ῥωμαίους αἰχμαλώτους, ἀφελόμενος καὶ πάντα τὰ παρ' αὐτῶν πραιδευθέντα καὶ ἐξελθοῦσα ἡ σύγκλητος Ῥωμαίων ἐκ τοῦ Καπετωλίου μετὰ τὴν νίκην τοῦ Μαλλίωνος Καπιτωλίνου εὐθέως ἐψηφίσατο αὐτὸν ἅμα τῷ στρατῷ καὶ τῷ δήμῳ τῷ περιλειφθέντι αὐτῷ αὐτὸν μόνον διοικεῖν τὰ Ῥωμαίων πράγματα. 186 καὶ κρατήσας πάλιν τῆς Ῥώμης ὁ Μαλλίων Καπιτωλῖνος εὐθέως ἐλυπήθη διὰ τὴν παράληψιν τῆς πόλεως Ῥώμης καὶ τὴν ὕβριν καὶ τὴν ἧτταν Ῥωμαίων. ἐν δὲ τῷ λεγομένῳ μηνὶ ἑξτιλλίῳ τοῦ αὐτοῦ μηνὸς τὰς ἡμέρας ἐκολόβωσεν, ὡς δυσοιωνίστου γενομένου τῇ πόλει Ῥώμῃ, ἀποχαράξας καὶ τὸ ὄνομα αὐτοῦ, μηκέτι καλεῖσθαι οὕτως. συσχὼν δὲ καὶ τὸν συγκλητικὸν τὸν ἐχθρὸν αὐτοῦ, τὸν κατασκευάσαντα αὐτῷ, ὀνόματι Φεβρουάριον, τὸν καὶ ποιήσαντα αὐτὸν ἐκβληθῆναι ἔξω τῆς πόλεως Ῥώμης, καὶ πάντα τὰ αὐτοῦ ἀφελόμενος, εὐθέως ἐπ' ὄψεσιν αὐτοῦ ἐῤῥόγευσε τῷ ἐλθόντι στρατῷ μετ' αὐτοῦ εἰς ἐκδίκησιν τῆς πόλεως Ῥώμης, προσφωνήσας τῇ συγκλήτῳ καὶ τῷ στρατῷ ὅτι