59
ἀσθενῆ. Μιμηταὶ δὲ, φησὶ, τῶν διὰ πίστεως καὶ μακροθυμίας κληρονομούντων τὰς ἐπαγγελίας. Καὶ τίνες οὗτοί εἰσιν, ἑξῆς λέγει. Πρότερον εἴρηκε, Μιμήσασθε τὰ πρότερα ὑμῶν κατορθώματα· εἶτα, ἵνα μὴ λέγωσι. Ποῖα; αὐτοὺς ἀνάγει ἐπὶ τὸν πατριάρχην, τῶν μὲν κατορθωμάτων οἴκοθεν αὐτοῖς φέρων τὰ ὑποδείγματα, τοῦ δὲ νομίζειν ἐγκαταλελεῖφθαι, ἀπὸ τοῦ πατριάρχου. Τοῦτο δὲ ποιεῖ, ἵνα μὴ λέγωσιν ὅτι ὡς οὐδενὸς ἄξιοι λόγου καταφρονηθέντες ἐγκατελείφθησαν, ἀλλ' εἰδέναι ἔχωσιν ὅτι τῶν μάλιστα γενναίων ἀνδρῶν τοῦτό ἐστι, τὸ διὰ πειρασμῶν ὁδεύειν τὸν βίον, καὶ ὅτι τοῖς θαυμαστοῖς καὶ μεγάλοις ἀνδράσιν οὕτω κέχρηται ὁ Θεός. ∆εῖ δὲ, φησὶ, μετὰ μακροθυμίας ἅπαντα φέρειν· τοῦτο γάρ ἐστι καὶ πιστεῦσαι. Ἐὰν δὲ εἴπῃ ὅτι δίδωσι, καὶ λάβῃς εὐθέως, τί καὶ ἐπίστευσας; οὐκέτι γὰρ τῆς πίστεώς ἐστι τοῦτο τῆς σῆς, ἀλλ' ἐμοῦ, φησὶ, τοῦ προλαβόντος τὴν ἐπαγγελίαν καὶ δεδωκότος. Ἐὰν δὲ εἴπω ὅτι δίδωμι, καὶ μετὰ ἑκατὸν ἔτη δώσω, σὺ δὲ μὴ ἀπελπίσῃς· τότε με ἐνόμισας ἀξιόπιστον, τότε τὴν προσήκουσαν περὶ ἐμοῦ δόξαν ἔχεις. Ὁρᾷς ὅτι πολλάκις ἡ ἀπιστία οὐκ ἐξ ἀνελπιστίας γίνεται μόνον, ἀλλὰ καὶ ἐκ τοῦ ὀλιγοψυχεῖν καὶ μὴ μακροθυμεῖν, οὐκ ἐκ τοῦ ἐπαγγειλαμένου; Οὐ γὰρ ἄδικος ὁ Θεὸς, φησὶν, ἐπιλαθέσθαι τῆς ἀγάπης ὑμῶν, καὶ τῆς σπουδῆς ἧς ἐνεδείξασθε εἰς τὸ ὄνομα αὐτοῦ, διακονήσαντες τοῖς ἁγίοις, καὶ διακονοῦντες. Μεγάλα αὐτοῖς μαρτυρεῖ, οὐκ ἔργα μόνον, ἀλλὰ καὶ μετὰ προθυμίας ἔργα· ὃ καὶ ἀλλαχοῦ φησιν· Οὐ μόνον δὲ, ἀλλὰ καὶ ἑαυτοὺς ἔδωκαν τῷ Κυρίῳ καὶ ἡμῖν. Ἧς ἐνεδείξασθε, φησὶν, εἰς τὸ ὄνομα αὐτοῦ, διακονήσαντες τοῖς ἁγίοις καὶ διακονοῦντες. Ὅρα πῶς πάλιν αὐτοὺς θεραπεύει ἐπαγαγὼν καὶ εἰπὼν, ∆ιακονοῦντες; Ἔτι καὶ νῦν, λέγει, διακονοῦντες, διανιστῶν αὐτοὺς καὶ δεικνὺς ὅτι οὐκ ἐκείνοις πεποιήκασιν, ἀλλὰ τῷ Θεῷ. Ἣν ἐνεδείξασθε, φησίν· οὐχ ἁπλῶς εἰς τοὺς ἁγίους, ἀλλ' εἰς τὸν Θεόν· τοῦτο γάρ ἐστιν, Εἰς τὸ ὄνομα αὐτοῦ· ὡσεὶ ἔλεγε, ∆ιὰ τὸ ὄνομα αὐτοῦ πάντα πεποιήκατε. Ὁ τοίνυν τοσαύτης παρ' ὑμῶν ἀπολαύων σπουδῆς καὶ ἀγάπης, οὐ καταφρονήσει ποτὲ ὑμῶν οὐδὲ ἐπιλήσεται. δʹ. Ταῦτα ἀκούοντες, παρακαλῶ, διακονῶμεν τοῖς ἁγίοις. Πᾶς γὰρ πιστὸς ἅγιος, καθὸ πιστός ἐστι· κἂν κοσμικὸς ᾖ τις, ἅγιός ἐστιν· Ἡγίασται γὰρ, φησὶν, ὁ ἀνὴρ ὁ ἄπιστος ἐν τῇ γυναικὶ, καὶ ἡ γυνὴ ἡ ἄπιστος ἐν τῷ ἀνδρί. Ὅρα πῶς τὸν ἁγιασμὸν ἡ πίστις ποιεῖ. Κἂν κοσμικὸν τοίνυν ἴδωμεν ἐν περιστάσει, ὀρέγωμεν χεῖρα· μὴ πρὸς τοὺς ἐν ὄρεσι μόνον καθημένους ὦμεν σπουδαῖοι· ἅγιοι μὲν γὰρ ἐκεῖνοι καὶ βίῳ καὶ πίστει, ἅγιοι δὲ καὶ οὗτοι τῇ πίστει, πολλοὶ δὲ καὶ βίῳ. Μὴ, ἐὰν ἴδωμεν μοναχὸν εἰς φυλακὴν, τότε εἰσέλθωμεν· ἐὰν δὲ κοσμικὸν, μὴ εἰσέλθωμεν· ἅγιός ἐστι καὶ οὗτος, καὶ ἀδελφός. Τί οὖν, φησὶν, ἐὰν ᾖ ἀκάθαρτος καὶ μιαρός; Ἄκουε 63.88 τοῦ Χριστοῦ λέγοντος· Μὴ κρίνετε, ἵνα μὴ κριθῆτε. Σὺ διὰ τὸν Θεὸν ποίησον. Καὶ τί λέγω; κἂν Ἕλληνα ἴδωμεν ἐν περιστάσει, εὖ ποιεῖν δεῖ, καὶ ἁπλῶς πάντα ἄνθρωπον ἐν περιστάσεσιν ὄντα, πολλῷ δὲ μᾶλλον πιστὸν κοσμικόν. Ἄκουε Παύλου λέγοντος· Τὸ καλὸν ποιεῖτε πρὸς πάντας, μάλιστα δὲ πρὸς τοὺς οἰκείους τῆς πίστεως. Ἀλλ' οὐκ οἶδα πόθεν τοῦτο εἰσενήνεκται, καὶ πόθεν αὕτη κεκράτηκεν ἡ συνήθεια. Ὁ γὰρ τοὺς μονάζοντας μόνον ἐπιζητῶν, κἀκείνους μόνους εὖ ποιεῖν θέλων, καὶ ἐκείνους δὲ πάλιν περιεργαζόμενος, καὶ λέγων, Ἐὰν μὴ ᾖ ἄξιος, ἐὰν μὴ ᾖ δίκαιος, ἐὰν μὴ σημεῖα ποιῇ, οὐκ ὀρέγω χεῖρα, τὸ πλέον τῆς ἐλεημοσύνης ἐξεῖλε, καὶ τοῦτο δὲ αὐτὸ τῷ χρόνῳ πάλιν ἀναιρήσει· καίτοι γε ἐλεημοσύνη ἐκείνη ἐστὶν, ἡ εἰς τοὺς ἁμαρτωλοὺς, ἡ εἰς τοὺς ὑπευθύνους γινομένη. Ἐλεημοσύνη γὰρ τοῦτό ἐστιν, οὐ τὸ τοὺς κατωρθωκότας, ἀλλὰ τὸ τοὺς πεπλημμεληκότας ἐλεεῖν. Καὶ ἵνα μάθῃς, ἄκουε τί φησιν ὁ Χριστὸς διὰ τῆς παραβολῆς· Κατῄει, φησὶ, τὶς ἀπὸ Ἱεροσολύμων εἰς Ἱεριχὼ, καὶ λῃσταῖς περιέπεσε· καὶ τυπτήσαντες αὐτὸν, εἴασαν παρὰ τὴν ὁδὸν ἡμιθανῆ τυγχάνοντα. Κατὰ δὲ συγκυρίαν Λευΐτης τις παρὰ τὴν ὁδὸν ἦλθε, καὶ ἰδὼν αὐτὸν, ἀντιπαρῆλθεν· ὁμοίως δὲ καὶ ἱερεύς τις τὸ αὐτὸ ποιήσας παρέδραμεν. Ὕστερον δὲ ἦλθέ τις Σαμαρείτης, καὶ πολλὴν τὴν κηδεμονίαν ἐποιήσατο ἐπ' αὐτῷ. Ἐπέδησε γὰρ