61
κατὰ τοῦ μείζονος ὀμνύουσι, καὶ πάσης αὐτοῖς ἀντιλογίας πέρας εἰς βεβαίωσιν ὁ ὅρκος. αʹ. Καθαψάμενος γενναίως τῶν Ἑβραίων, καὶ φοβήσας αὐτοὺς ἱκανῶς, πρῶτον μὲν τοῖς ἐγκωμίοις παραμυθεῖται, δεύτερον δὲ, ὃ καὶ ἰσχυρότερόν ἐστι, τῷ πάντως ἐπιτεύξεσθαι αὐτοὺς τῶν ἐλπιζομένων. Καὶ τὴν παράκλησιν οὐκ ἀπὸ τῶν ἐνεστώτων ποιεῖται, ἀλλὰ πάλιν ἀπὸ τῶν παρελθόντων· ὃ δὴ μᾶλλον αὐτοὺς ἔπειθεν. Ὥσπερ γὰρ ἐν τῇ κολάσει δι' ἐκείνων μᾶλλον φοβεῖ, οὕτω καὶ ἐν τοῖς ἐπάθλοις διὰ τούτων παρακαλεῖ, τὸ τοῦ Θεοῦ δεικνὺς ἔθος· τοῦτο δέ ἐστι, τὸ μὴ ταχέως ἐπάγειν τὰ ἐπηγγελμένα, ἀλλὰ διὰ μακροῦ τοῦ χρόνου. Ποιεῖ δὲ τοῦτο, τῆς τε αὐτοῦ δυνάμεως μέγιστον τεκμήριον ἐκφέρων, καὶ ἡμᾶς εἰς πίστιν ἐνάγων, ἵνα οἱ ἐν θλίψει ζῶντες, καὶ τὰς ἐπαγγελίας μὴ λαμβάνοντες μηδὲ τοὺς μισθοὺς, μὴ ἀπαγορεύωσι πρὸς τοὺς καμάτους. Καὶ πάντας ἀφιεὶς, καίτοι γε ἔχων πολλοὺς εἰπεῖν, τὸν Ἀβραὰμ εἰς μέσον ἤγαγε, διά τε τὸ ἀξίωμα τοῦ προσώπου, καὶ διὰ τὸ μάλιστα ἐπ' αὐτοῦ τοῦτο συμβεβηκέναι. Καίτοι γε ἐν τῷ τέλει τῆς ἐπιστολῆς, φησὶν, ὅτι οὗτοι πάντες πόῤῥωθεν αὐτὰς ἰδόντες καὶ ἀσπασάμενοι, οὐκ ἐκομίσαντο τὰς ἐπαγγελίας, ἵνα μὴ χωρὶς ἡμῶν τελειωθῶσι. Τῷ γὰρ Ἀβραὰμ, φησὶν, ἐπαγγειλάμενος ὁ Θεὸς, ἐπεὶ κατ' οὐδενὸς μείζονος εἶχεν ὀμόσαι, ὤμοσε καθ' ἑαυτοῦ, λέγων· Ἦ μὴν εὐλογῶν εὐλογήσω σε, καὶ πληθύνων πληθυνῶ σε. Καὶ οὕτω μακροθυμήσας ἐπέτυχε τῆς ἐπαγγελίας. Πῶς οὖν ἐν τῷ τέλει φησὶν, ὅτι Οὐκ ἐκομίσαντο τὰς ἐπαγγελίας· ἐν 63.90 ταῦθα δὲ, ὅτι Μακροθυμήσας ἐπέτυχε τῆς ἐπαγγελίας; πῶς οὐκ ἔλαβε; πῶς καὶ ἐπέτυχεν; Οὐ περὶ τῶν αὐτῶν ἐνταῦθά φησι κἀκεῖ, ἀλλὰ καὶ διπλῆν ποιεῖται τὴν παράκλησιν. Ἐπηγγείλατο τῷ Ἀβραάμ· καὶ τὰ μὲν ἐνταῦθα μετὰ μακρὸν χρόνον ἔδωκε, τὰ δὲ ἐκεῖ, οὐδέπω· καὶ οὕτω μακροθυμήσας ἐπέτυχε τῆς ἐπαγγελίας. Ὁρᾷς ὅτι οὐχ ἡ ἐπαγγελία μόνη τὸ πᾶν εἰργάσατο, ἀλλὰ καὶ ἡ μακροθυμία; Ἐνταῦθα φοβεῖ αὐτοὺς, δεικνὺς ὅτι πολλάκις ἐγκόπτεται ἐπαγγελία δι' ὀλιγοψυχίαν. Καὶ τοῦτο ἔδειξε μὲν διὰ τοῦ λαοῦ· ἐπειδὴ γὰρ ὠλιγοψύχησαν, διὰ τοῦτο τῆς ἐπαγγελίας οὐκ ἔτυχον οὐδαμῶς· τὸ δὲ ἐναντίον δείκνυσι διὰ τοῦ Ἀβραάμ. Εἶτα πρὸς τῷ τέλει καὶ πλεῖόν τι ποιεῖ· δείκνυσι γὰρ ὅτι καὶ μακροθυμήσαντες οὐκ ἐπέτυχον, καὶ οὐδὲ οὕτως ἀσχάλλουσιν. Ἄνθρωποι μὲν γὰρ κατὰ τοῦ μείζονος ὀμνύουσι, καὶ πάσης αὐτοῖς ἀντιλογίας πέρας εἰς βεβαίωσιν ὁ ὅρκος· ὁ δὲ Θεὸς ἐπεὶ κατ' οὐδενὸς μείζονος εἶχεν ὀμόσαι, ὤμοσε καθ' ἑαυτοῦ. Καλῶς. Τίς οὖν ἐστιν ὁ ὀμόσας τῷ Ἀβραάμ; οὐχὶ ὁ Υἱός; Οὒ, φησί. Πόθεν τοῦτο λέγεις; Μάλιστα μὲν γὰρ αὐτός· πλὴν οὐκ ἀμφισβητῶ. Ὅταν οὖν αὐτὸς ὀμνύῃ τὸν αὐτὸν ὅρκον, Ἀμὴν ἀμὴν λέγω ὑμῖν, οὐ δῆλον ὅτι ἐκ τοῦ μὴ ἔχειν κατὰ μείζονος ὀμόσαι; Ὥσπερ γὰρ ὁ Πατὴρ ὤμοσεν, οὕτω καὶ ὁ Υἱὸς ὀμνύει καθ' ἑαυτοῦ, λέγων, Ἀμὴν ἀμὴν λέγω ὑμῖν. Ἐνταῦθα αὐτοὺς ἀναμιμνήσκει ἐκείνων τῶν ὅρκων τῶν τοῦ Χριστοῦ, ὧν συνεχῶς ἔλεγεν, Ἀμὴν ἀμὴν λέγω σοι, ὁ πιστεύων εἰς ἐμὲ, οὐ μὴ ἀποθάνῃ εἰς τὸν αἰῶνα. Τί ἐστι, Καὶ πάσης αὐτοῖς ἀντιλογίας πέρας εἰς βεβαίωσιν ὁ ὅρκος; Ἀντὶ τοῦ, ἐκ τούτου λύεται πάσης ἀντιλογίας ἀμφισβήτησις· οὐ τῆσδε ἢ τῆσδε, ἀλλὰ πάσης. Ἔδει μὲν οὖν καὶ χωρὶς ὅρκου πιστεύεσθαι τὸν Θεόν. Ἐν ᾧ περισσότερον βουλόμενος ὁ Θεὸς, φησὶν, ἐπιδεῖξαι τοῖς κληρονόμοις τῆς ἐπαγγελίας τὸ ἀμετάθετον τῆς βουλῆς αὐτοῦ, ἐμεσίτευσεν ὅρκῳ. Ἐνταῦθα καὶ τοὺς πιστοὺς περιλαμβάνει· διὰ τοῦτο 63.91 καὶ ταύτης τῆς ἐπαγγελίας μέμνηται τῆς πρὸς ἡμᾶς κοινῶς γενομένης. Ἐμεσίτευσε, φησὶν, ὅρκῳ. Πάλιν ἐνταῦθα τὸν Υἱόν φησι μεταξὺ ἀνθρώπων καὶ Θεοῦ μεσίτην γεγονέναι. Ἵνα διὰ δύο πραγμάτων ἀμεταθέτων, ἐν οἷς ἀδύνατον ψεύσασθαι τὸν Θεόν. Ποίου, καὶ ποίου; Τοῦ τε εἰπεῖν καὶ ὑποσχέσθαι, τοῦ τε ὅρκον προσθεῖναι τῇ ὑποσχέσει. Ἐπειδὴ γὰρ παρὰ ἀνθρώποις τοῦτο δοκεῖ πιστότερον εἶναι τὸ τοῦ ὅρκου, διὰ τοῦτο καὶ αὐτὸ προσέθηκεν. βʹ. Ὁρᾷς ὅτι οὐ τὴν ἀξίαν τὴν ἑαυτοῦ σκοπεῖ, ἀλλ' ὅπως τοὺς ἀνθρώπους πείσῃ, καὶ ἀνάξια περὶ ἑαυτοῦ ἀνέχεται λέγεσθαι; τουτέστι, πληροφορῆσαι θέλων. Καὶ ἐπὶ μὲν τοῦ Ἀβραὰμ δείκνυσι τοῦ Θεοῦ ὂν τὸ πᾶν, οὐ τῆς μακροθυμίας ἐκείνου, εἴ γε καὶ ὅρκον