1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

61

ἐξ αὐτῆς τῆς Στρατονίκης ὀνόματι Φίλαν. καὶ λοιπὸν ἐβασίλευσεν ὁ αὐτὸς Σέλευκος τῆς Συρίας καὶ τῆς Ἀσίας πάσης καὶ τῆς Βαβυλῶνος καὶ Παλαιστίνης ἔτη μγʹ. Ὁ δὲ Νικάτωρ Σέλευκος εὐθέως μετὰ τὴν νίκην Ἀντιγόνου 199 τοῦ Πολιορκητοῦ, βουλόμενος κτίσαι πόλεις διαφόρους ἤρξατο κτίζειν πρῶτον εἰς τὴν πάραλον τῆς Συρίας. καὶ κατελθὼν παρὰ τὴν θάλασσαν εἶδεν ἐν τῷ ὄρει κειμένην πόλιν μικράν, ἥντινα ἔκτισε Σύρος ὁ υἱὸς Ἀγήνορος. τῇ δὲ κγʹ τοῦ ξανθικοῦ μηνὸς ἦλθε θυσιάσαι εἰς τὸ ὄρος τὸ Κάσιον ∆ιὶ Κασίῳ· καὶ πληρώσας τὴν θυσίαν καὶ κόψας τὰ κρέα ηὔξατο ποῦ χρὴ κτίσαι πόλιν. καὶ ἐξαίφνης ἥρπασεν ἀετὸς ἀπὸ τῆς θυσίας καὶ κατήγαγεν ἐπὶ τὴν παλαιὰν πόλιν· καὶ κατεδίωξεν ὀπίσω Σέλευκος καὶ οἱ μετ' αὐτοῦ ὀρνοσκόποι, καὶ ηὗρε τὸ κρέας ῥιφὲν παρὰ θάλασσαν κάτω τῆς παλαιᾶς πόλεως ἐν τῷ ἐμπορίῳ τῆς λεγομένης Πιερίας. καὶ περιχαράξας τὰ τείχη εὐθέως ἔβαλε θεμελίους, καλέσας αὐτὴν Σελεύκειαν πόλιν εἰς ἴδιον ὄνομα. καὶ εὐχαριστῶν ἀνῆλθεν εἰς Ἰώπολιν καὶ μετὰ τρεῖς ἡμέρας ἐπετέλεσεν ἑορτὴν ἐκεῖ τῷ Κεραυνίῳ ∆ιὶ ἐν τῷ ἱερῷ τῷ κτισθέντι ὑπὸ Περσέως τοῦ υἱοῦ Πίκου καὶ ∆ανάης, τῷ ὄντι εἰς τὸ Σίλπιον ὄρος, ἔνθα κεῖται ἡ Ἰώπολις, ποιήσας τὴν θυσίαν τῇ πρώτῃ τοῦ ἀρτεμισίου μηνός. καὶ ἐν τῇ πόλει ἐλθὼν Ἀντιγονίᾳ τῇ κτισθείσῃ ὑπὸ Ἀντιγόνου τοῦ Πολιορκητοῦ, ἀπὸ γὰρ τῆς λίμνης ἐξερχομένου ἄλλου ποταμοῦ Ἀρχευθᾶ τοῦ καὶ Ἰάφθα, ἐμεσάζετο ἡ πόλις Ἀντιγονία καὶ ἐν ἀσφαλείᾳ ἐκαθέζετο· καὶ ποιήσας ἐκεῖ θυσίαν τῷ ∆ιὶ εἰς τοὺς βωμοὺς τοὺς ἀπὸ Ἀντιγόνου κτισθέντας ἔκοψε τὰ κρέα· καὶ ηὔξατο ἅμα τῷ ἱερεῖ Ἀμφίονι μαθεῖν διὰ διδομένου σημείου, εἰ τὴν αὐτὴν ὀφείλει οἰκῆσαι πόλιν Ἀντιγονίαν μετονομάζων αὐτὴν ἢ οὐκ ὀφείλει 200 αὐτὴν οἰκῆσαι ἀλλὰ κτίσαι πόλιν ἄλλην ἐν ἄλλῳ τόπῳ. καὶ ἐξαίφνης ἐκ τοῦ ἀέρος κατῆλθεν ἀετὸς μέγας, καὶ ἐπῆρεν ἐκ τοῦ βωμοῦ τοῦ πυρὸς τῆς ὁλοκαυτώσεως κρέα, καὶ ἀπῆλθε παρὰ τὸ ὄρος τὸ Σίλπιον. καὶ καταδιώξας ἅμα τοῖς αὐτοῦ εὗρε τὸ κρέας τὸ ἱερατικὸν καὶ τὸν ἀετὸν ἐπάνω ἑστῶτα. τοῦ δὲ ἱερέως καὶ τῶν ὀρνοσκόπων καὶ τοῦ αὐτοῦ Σελεύκου ἑωρακότων τὸ θαῦμα, εἶπον ὅτι Ἐνταῦθα δεῖ ἡμᾶς οἰκῆσαι, ἐν τῇ δὲ Ἀντιγονίᾳ οὐ δεῖ ἡμᾶς οἰκῆσαι οὔτε δὲ γενέσθαι αὐτὴν πόλιν, ὅτι οὐ βούλονται τὰ θεῖα. καὶ λοιπὸν ἐβουλεύετο ἅμα αὐτοῖς ἐν ποίῳ τόπῳ ἀσφαλῆ ποιήσει τὴν πόλιν. καὶ φοβηθεὶς τὰς ῥύσεις τοῦ Σιλπίου ὄρους καὶ τοὺς κατερχομένους ἐξ αὐτοῦ χειμάῤῥους, ἐν τῇ πεδιάδι τοῦ αὐλῶνος κατέναντι τοῦ ὄρους πλησίον τοῦ ∆ράκοντος ποταμοῦ τοῦ μεγάλου τοῦ μετακληθέντος Ὀρόντου, ὅπου ἦν ἡ κώμη ἡ καλουμένη Βωττία, ἄντικρυς τῆς Ἰωπόλεως, ἐκεῖ διεχάραξαν τὰ θεμέλια τοῦ τείχους, θυσιάσας δι' Ἀμφίονος ἀρχιερέως καὶ τελεστοῦ κόρην παρθένον ὀνόματι Αἰμάθην, κατὰ μέσου τῆς πόλεως καὶ τοῦ ποταμοῦ μηνὶ ἀρτεμισίῳ τῷ καὶ μαΐῳ κβʹ, ὥρᾳ ἡμερινῇ αʹ, τοῦ ἡλίου ἀνατέλλοντος, καλέσας αὐτὴν Ἀντιόχειαν εἰς ὄνομα τοῦ ἰδίου αὐτοῦ υἱοῦ τοῦ λεγομένου Ἀντιόχου Σωτῆρος, κτίσας εὐθέως καὶ ἱερόν, ὃ ἐκάλεσε Βωττίου ∆ιός, ἀνεγείρας καὶ τὰ τείχη σπουδαίως φοβερὰ διὰ Ξεναίου ἀρχιτέκτονος, στή 201 σας ἀνδριάντος στήλην χαλκῆν τῆς σφαγιασθείσης κόρης τύχην τῇ πόλει ὑπεράνω τοῦ ποταμοῦ, εὐθέως ποιήσας αὐτῇ τῇ τύχῃ θυσίαν. καὶ ἀπελθὼν κατέστρεψε τὴν Ἀντιγονίαν πόλιν πᾶσαν ἕως ἐδάφους, μετενεγκὼν καὶ τὰς ὕλας ἐκεῖθεν διὰ τοῦ ποταμοῦ, καὶ ποιήσας καὶ τῇ τύχῃ Ἀντιγονίᾳ ἀνδριάντα στήλης χαλκῆς ἐχούσης Ἀμαλθείας κέρας ἔμπροσθεν αὐτῆς. καὶ ποιήσας ἐκεῖ τετρακιόνιν ἐν ὕψει ἔστησεν αὐτὴν τὴν τύχην, καταστήσας ἔμπροσθεν αὐτῆς βωμὸν ὑψηλόν· ἥντινα στήλην τῆς τύχης μετὰ τελευτὴν Σελεύκου ∆ημήτριος ὁ υἱὸς Ἀντιγόνου τοῦ Πολιορκητοῦ ἀπήγαγεν ἐν Ῥώσῳ ἐν τῇ πόλει τῆς Κιλικίας. ἡ δὲ αὐτὴ πόλις Ῥῶσος ἐκτίσθη ὑπὸ Κίλικος τοῦ υἱοῦ Ἀγήνορος.