τοῦ Θεοῦ Λόγος, εὐηγγελίσθη παρὰ τοῦ Ἰωάννου· Ὁ Λόγοςσὰρξ ἐγένετο, καὶ, Πάντα δι' αὐτοῦ ἐγένετο. ∆ιὸ καὶ περὶ αὐτοῦ μόνου τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ περὶ τῆς πρὸς τὸν Πατέρα ἑνότητος αὐτοῦ γέγραπται καὶ δείκνυται τὰ μαρτύρια, τοῦ μὲν Πατρὸς σημαίνοντος ἕνα εἶναι τὸν Υἱὸν, τῶν δὲ ἁγίων μαθόντων τοῦτο, καὶ λεγόντων ἕνα τὸν Λόγον εἶναι καὶ τοῦτον εἶναι Μονογενῆ· τά τε ἔργα τὰ δι' αὐτοῦ δείκνυται· πάντα γὰρ τά τε ὁρατὰ καὶ τὰ ἀόρατα δι' αὐτοῦ γέγονε, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν. Περὶ δὲ ἑτέρου ἢ ἄλλου τινὸς οὐ φαντά ζονται, καὶ ἀναπλάσσονται ἑαυτοῖς λόγους ἢ σοφίας, ὧν οὔτε ὄνομα, οὔτε ἔργον σημαίνεται ἀπὸ τῆς Γρα φῆς, ἢ παρὰ μόνων τούτων ὀνομάζεται. Τούτων γάρ ἐστιν ἐξεύρεμα καὶ χριστομάχος ὑπόνοια, καὶ τῷ μὲν ὀνόματι τοῦ Λόγου καὶ τῆς Σοφίας καταχρῶνται, ἕτερα δὲ ἑαυτοῖς ἀναπλάττοντες, ἀρνοῦνται τὸν ἀληθινὸν τοῦ Θεοῦ Λόγον, καὶ τὴν ὄντως καὶ μόνην Σοφίαν τοῦ Πατρὸς, καὶ Μανιχαίους λοιπὸν ζη λοῦσιν οἱ ἄθλιοι. Κἀκεῖνοι γὰρ, τὰ μὲν ἔργα τοῦ Θεοῦ βλέποντες, ἀρνοῦνται αὐτὸν τὸν μόνον ὄντα καὶ ἀληθινὸν Θεὸν, ἕτερον δὲ ἑαυτοῖς ἀναπλάσσουσιν, οὗ μήτε ἔργον, μήτε τινὰ μαρτυρίαν ἀπὸ τῶν θείων λογίων δεικνύειν δύνανται. 26.232 Οὐκοῦν εἰ μήτε ἐν τοῖς θείοις λογίοις εὑ ρίσκεται ἄλλη σοφία παρὰ τοῦτον τὸν Υἱὸν, μήτε παρὰ τῶν πατέρων ἠκούσαμέν τι τοιοῦτον· ὡμολό γηται δὲ καὶ γέγραπται παρὰ τούτων ἀγενήτως ἡ Σοφία συνυπάρχουσα τῷ Πατρὶ, ἰδία αὐτοῦ οὖσα, καὶ κόσμου δημιουργός· αὐτὸς ἂν εἴη ὁ Υἱὸς ὁ καὶ κατ' αὐτοὺς ἀϊδίως συνυπάρχων τῷ Πατρί. Αὐτὸς γάρ ἐστι καὶ δημιουργὸς, ὡς γέγραπται· Πάντα ἐν σο φίᾳ ἐποίησας. Καὶ γὰρ καὶ αὐτὸς Ἀστέριος, ὥσπερ ἐπιλαθόμενος ὧν πρότερον ἔγραψεν, ὕστερον κατὰ τὸν Καϊάφαν ἄκων καὶ αὐτὸς πρὸς Ἕλληνας ἐνιστά μενος, οὐκέτι μὲν πολλὰς σοφίας, οὐδὲ τὴν κάμπην ὀνομάζει, μίαν δὲ λοιπὸν ὁμολογεῖ, γράφων οὕ τως· «Εἶς μὲν ὁ Θεὸς Λόγος, πολλὰ δὲ τὰ λο γικά· καὶ μία μὲν τῆς Σοφίας οὐσία τε καὶ φύσις, πολλὰ δὲ τὰ σοφὰ καὶ καλά.» Καὶ μετ' ὀλίγα πάλιν λέγει· «Τίνες ἂν εἶεν οὓς παῖδας Θεοῦ προσαγο ρεύειν ἀξιοῦσιν; Οὐ γὰρ δὴ λόγους τε καὶ τού τους ὑπάρχειν φήσουσιν, οὐδὲ σοφίας εἶναι πλείονας ἐροῦσιν. Οὐ γὰρ δυνατὸν, ἑνὸς ὄντος τοῦ Λόγου, καὶ μιᾶς ἀποδειχθείσης τῆς Σοφίας, τῷ πλήθει τῶν παί δων τοῦ Λόγου τὴν οὐσίαν ἐπινέμειν, καὶ τῆς Σοφίας χαρίζεσθαι τὴν ἐπωνυμίαν.» Θαυμαστὸν τοίνυν οὐδὲν, εἰ πρὸς τὴν ἀλήθειαν οἱ Ἀρειανοὶ μά χονται, ὅπου γε καὶ τοῖς ἑαυτῶν προσκόπτοντες ἀλλήλοις συμπίπτουσι, ποτὲ μὲν λέγοντες πολλὰς εἶναι σοφίας, ποτὲ δὲ μίαν ἀποφαινόμενοι· καί ποτε μὲν τῇ κάμπῃ συνάπτουσι τὴν σοφίαν, ποτὲ δὲ συνυπάρχειν τῷ Πατρὶ καὶ ἰδίαν αὐτοῦ λέγουσι· καὶ ἄλλοτε μὲν ἀγένητον μόνον τὸν Πατέρα· ἄλλοτε δὲ καὶ τὴν σοφίαν αὐτοῦ καὶ τὴν δύναμιν ἀγένητον. Καὶ μάχονται μὲν ἡμῖν λέγουσιν ἀεὶ εἶναι τὸν τοῦ Θεοῦ Λόγον, αὐτοὶ δὲ λέγοντες ἀγενήτως συν υπάρχειν τῷ Θεῷ τὴν Σοφίαν, ἐπιλανθάνονται τῶν ἰδίων. Οὕτω πρὸς πάντα σκοτοδινιῶσι, τὴν μὲν ἀλη θινὴν Σοφίαν ἀρνούμενοι, καὶ τὴν μὴ οὖσαν ἐξευ ρίσκοντες, ὡς οἱ Μανιχαῖοι πλάττοντες ἑαυτοῖς ἕτερον, καὶ τὸν ὄντα Θεὸν ἀρνούμενοι. 26.233 Ἀλλ' ἀκουέτωσαν μὲν αἱ ἄλλαι αἱρέσεις καὶ Μανιχαῖοι, ὅτι εἷς ἐστιν ὁ τοῦ μὲν Χριστοῦ Πα τὴρ, τῆς δὲ κτίσεως δεσπότης καὶ ποιητὴς διὰ τοῦ ἰδίου Λόγου· ἀκουέτωσαν δὲ ἰδίᾳ καὶ Ἀρειομανῖται, ὅτι εἷς ἐστιν ὁ τοῦ Θεοῦ Λόγος, ὁ μόνος ἴδιος καὶ γνή σιος ἐκ τῆς οὐσίας αὐτοῦ ὢν Υἱὸς, καὶ ἀχώριστον ἔχων πρὸς τὸν Πατέρα ἑαυτοῦ τὴν ἑνότητα τῆς θεότητος, ὡς πολλάκις εἴπομεν, μαθόντες παρ' αὐ τοῦ τοῦ Σωτῆρος. Ἐπεὶ εἰ μὴ οὕτως ἔχει, διὰ τί δι' αὐτοῦ κτίζει ὁ Πατὴρ, καὶ ἐν αὐτῷ ἀποκαλύπτεται οἷς ἐὰν θέλῃ, καὶ φωτίζει τούτους; Ἢ διὰ τί καὶ ἐν τῇ τελειώσει τοῦ βαπτίσματος συγκατονομά ζεται τῷ Πατρὶ ὁ Υἱός; Εἰ μὲν γὰρ αὐτάρκης οὐκ ἔστιν ὁ Πατὴρ, ἀσεβὴς ἡ φωνή· εἰ δὲ αὐτάρκης, τοῦτο γὰρ θέμις εἰπεῖν, τίς ἡ χρεία τοῦ Υἱοῦ ἢ εἰς τὴν δημιουργίαν ἢ εἰς τὸ ἅγιον
62