ἔχων ὀρθήν. ∆ιὰ τοῦτο γοῦν καὶ ὁ Σωτὴρ οὐχ ἀπλῶς ἐνετείλατο βαπτίζειν, ἀλλὰ πρῶτόν φησι, Μαθητεύσατε· εἶθ' οὕτω· Βαπτίζετε εἰς ὄνομα Πατρὸς, καὶ Υἱοῦ, καὶ ἁγίου Πνεύματος· ἵν' ἐκ τῆς μαθήσεως ἡ πίστις ὀρθὴ γένηται, καὶ μετὰ πίστεως ἡ τοῦ βαπτίσματος τελείωσις προστεθῇ. Πολλαὶ γοῦν καὶ ἄλλαι αἱρέσεις, λέγουσαι τὰ ὀνόματα μόνον, μὴ φρονοῦσαι δὲ ὀρθῶς, ὡς εἴρηται, μηδὲ τὴν πίστιν ὑγιαίνουσαν ἔχουσαι, ἀλυσιτελὲς ἔχουσι καὶ τὸ παρ' αὐτῶν διδόμενον ὕδωρ, λειπόμε νον εὐσεβείᾳ· ὥστε καὶ τὸν ῥαντιζόμενον παρ' αὐτῶν ῥυπαίνεσθαι μᾶλλον ἐν ἀσεβείᾳ ἢ λυτροῦσθαι. Οὕτω καὶ Ἕλληνες, καίτοι Θεὸν διὰ χειλέων λέγοντες, ἀθεότητος ἔχουσιν ἔγκλημα, ὅτι τὸν ὄντως ὄντα καὶ ἀληθινὸν Θεὸν οὐ γινώσκουσι, τὸν Πατέρα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ· οὕτω Μανιχαῖοι καὶ Φρύγες, καὶ οἱ τοῦ Σαμωσατέως μαθηταὶ, τὰ ὀνόματα λέ γοντες, οὐδὲν ἧττόν εἰσιν αἱρετικοί· οὕτω καθεξῆς λοιπὸν καὶ οἱ τὰ Ἀρείου φρονοῦντες, κἂν ἀνα γινώσκωσι τὰ γεγραμμένα, καὶ λέγωσι τὰ ὀνόματα, καὶ αὐτοὶ παίζουσι τοὺς λαμβάνοντας παρ' αὐτῶν, πλέον τῶν ἄλλων αἱρέσεων ἀσεβέστεροι τυγχά νοντες, καὶ κατ' ὀλίγον ὑπερκείμενοι ταύτας, καὶ δικαιοῦντες αὐτὰς ἐκ τῆς ἑαυτῶν ἀθυρογλωττίας. Ἐκεῖναι μὲν γὰρ πλέον τι· τῆς ἀληθείας καταψεύ δονται, καὶ ἢ περὶ τὸ σῶμα σφάλμα ἔχουσι, λέγοντες μὴ ἐκ Μαρίας ἐσχηκέναι σάρκα τὸν Κύριον, ἢ ὅτι ὅλως οὐ γέγονε θάνατος, οὐδὲ ὅλως ἄνθρωπος γέγονεν, ἀλλὰ μόνον ἐφάνη, καὶ οὐκ ἦν ἀληθῶς, καὶ ἐδόκει σῶμα ἔχειν, μὴ ἔχων, καὶ ἐδόκει ἄνθρωπος 26.240 φαίνεσθαι, ὡς ἐν ὀνείρῳ φαντασίας· οὗτοι δὲ εἰς αὐτὸν τὸν Πατέρα φανερῶς ἀσεβοῦσι. Τὴν γὰρ θεό τητα αὐτοῦ εἰς τὸν Υἱὸν ὡς ἐν εἰκόνι μαρτυρουμένην ἀκούοντες ἀπὸ τῶν Γραφῶν, βλασφημοῦσι, λέγοντες αὐτὴν εἶναι κτίσμα καὶ πανταχοῦ περὶ αὐτῆς τὸ, οὐκ ἦν, ὡς ἐν πήρᾳ βόρβορον, τὸ λεξείδιον τοῦτο περιφέρουσι, καὶ ὡς ὄφις τὸν ἰὸν, τοῦτο προ βάλλονται. Εἶτα, ἐπειδὴ ναυσηρὸν παρὰ πᾶσι τὸ παρ' αὐτοῖς ἐστι δόγμα, εὐθὺς ὥσπερ ἔρεισμα τῷ πτώματι τῆς αἱρέσεως, τὴν ἀνθρωπίνην προ στασίαν ὑποτιθέασι, ἵνα ταύτην βλέπων ὁ ἁπλούστερος, ἢ καὶ δεδιὼς, μὴ κατανοῇ τὸ βλαβερὸν τῆς κα κοφροσύνης αὐτῶν. Πῶς οὖν οὐκ ἄξιον οἰκτείρειν τοὺς παρ' αὐτῶν ἀπατωμένους; Ἢ πῶς οὐκ ἐπὶ τούτοις δακρῦσαι καλὸν, ὅτι τῇ παραυτίκα διὰ τὰς ἡδονὰς φαντασίᾳ προδιδόασι τὸ ἑαυτοῖς συμφέρον, καὶ ἐκπίπτουσι τῆς μελλούσης ἐλπίδος; Εἰς γὰρ τὸν οὐκ ὄντα δοκοῦντες λαμβάνειν, οὐδὲν εἰληφότες ἔσον ται· κτίσματί τε συντασσόμενοι, οὐδεμίαν παρὰ τῆς κτίσεως ἕξουσι βοήθειαν. Καὶ εἰς ἀνόμοιον δὲ καὶ ἀλλότριον κατ' οὐσίαν τοῦ Πατρὸς πιστεύοντες, οὐ συναφθήσονται τῷ Πατρὶ, μὴ ἔχοντες τὸν ἴδιον καὶ ἐξ αὐτοῦ φύσει Υἱὸν, τὸν ὄντα ἐν τῷ Πατρὶ, ἐν ᾧ καὶ ὁ Πατήρ ἐστιν, ὡς αὐτὸς εἴρηκεν· ἀλλὰ πλανηθέντες παρὰ τούτων, ἔρημοι καὶ γυμνοὶ λοιπὸν ἀπομένουσι τῆς θεότητος οἱ ἄθλιοι. Οὐδὲ γὰρ ἀκολουθήσει τούτοις ἀποθνήσκουσιν ἡ τῶν ἐπὶ γῆς φαντασία· οὐδ' ὅταν ἴδωσιν, ὃν ἠρνήσαντο, Κύριον καθήμενον ἐπὶ τὸν θρόνον τοῦ Πατρὸς αὐτοῦ, καὶ κρίνοντα ζῶντας καὶ νεκροὺς, δυνήσεταί τις εἰς βοήθειαν ἐπικαλέσασθαί τινα τῶν νῦν ἀπατησάντων. Κρι νομένους γὰρ καὶ αὐτοὺς ὄψονται καὶ μεταμελομένους ἐφ' οἷς ἠδίκησαν καὶ ἠσέβησαν. Ταῦτα πρὸ τοῦ ῥητοῦ τῶν Παροιμιῶν τέως διελάβομεν, ἐνιστάμενοι πρὸς τὰς ἀλόγους ἐκ καρδίας αὐτῶν μυθοπλαστίας· ἵνα γνόντες, ὡς οὐχ ἁρμόζει λέγειν κτίσμα τὸν Υἱὸν τοῦ Θεοῦ, μάθωσι καλῶς ἀνα γινώσκειν καὶ αὐτοὶ τὸ ἐν ταῖς Παροιμίαις ῥητὸν, ὀρθὴν ἔχον καὶ αὐτὸ τὴν διάνοιαν. Γέγραπται μὲν γάρ· Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ· ἀλλ' ἐπειδὴ παροιμίαι εἰσὶ, καὶ παροι μιωδῶς ἐλέχθη, οὐ δεῖ τὴν πρόχειρον λέξιν ἁπλῶς οὕτως ἐκλαμβάνειν, ἀλλὰ τὸ πρόσωπον ζητεῖν, καὶ οὕτω μετ' εὐσεβείας τὸν νοῦν ἐφαρμόζειν αὐτῷ. 26.241 Τὰ γὰρ ἐν παροιμίαις λεγόμενα, οὐκ ἐκ φανεροῦ λέ γεται, ἀλλὰ κεκρυμμένως ἀπαγγέλλεται, ὡς αὐτὸς ὁ Κύριος ἐδίδαξεν ἐν τῷ κατὰ
64