Υἱός· καὶ οὐκ ἂν παρέστη τῷ Πατρὶ ὁ ἄνθρωπος, εἰ μὴ φύσει καὶ ἀληθινὸς ἦν αὐτοῦ Λόγος ὁ ἐνδυσάμενος τὸ σῶμα. Καὶ ὥσπερ οὐκ ἂν ἠλευθερώθημεν ἀπὸ τῆς ἁμαρτίας καὶ τῆς κατά ρας, εἰ μὴ φύσει σὰρξ ἦν ἀνθρωπίνη, ἣν ἐνεδύσατο ὁ Λόγος· οὐδὲν γὰρ κοινὸν ἦν ἡμῖν πρὸς τὸ ἀλλότριον· οὕτως οὐκ ἂν ἐθεοποιήθη ὁ ἄνθρωπος, εἰ μὴ φύσει ἐκ τοῦ Πατρὸς καὶ ἀληθινὸς καὶ ἴδιος αὐτοῦ ἦν ὁ Λόγος, ὁ γενόμενος σάρξ. ∆ιὰ τοῦτο γὰρ τοιαύτη γέγονεν ἡ συναφὴ, ἵνα τῷ κατὰ φύσιν τῆς θεότητος συν άψῃ τὸν φύσει ἄνθρωπον, καὶ βεβαία γένηται ἡ σωτη ρία καὶ ἡ θεοποίησις αὐτοῦ. Οὐκοῦν οἱ ἀρνούμε νοι ἐκ τοῦ Πατρὸς εἶναι φύσει καὶ ἴδιον αὐτοῦ τῆς οὐ σίας τὸν Υἱὸν ἀρνείσθωσαν καὶ ἀληθινὴν σάρκα ἀνθρωπίνην αὐτὸν εἰληφέναι ἐκ Μαρίας τῆς ἀειπαρ θένου. Οὐδὲν γὰρ πλέον ἡμῖν κέρδος τοῖς ἀνθρώ ποις ἦν, εἰ μήτε ἀληθινὸς καὶ φύσει ἦν Υἱὸς τοῦ Θεοῦ ὁ Λόγος, μήτε ἀληθινὴ σὰρξ ἦν, ἣν προσελάβετο. Ἀλλ' ἔλαβέ γε ἀληθινὴν σάρκα, κἂν μαίνηται Οὐα λεντῖνος· ἦν γὰρ καὶ φύσει καὶ ἀληθινὸς Θεὸς ὁ Λόγος, κἂν μαίνωνται οἱ Ἀρειομανῖται· καὶ ἐν ἐκείνῃ γέγονεν ἡμῶν ἡ ἀρχὴ τῆς καινῆς κτίσεως, κτισθεὶς ἄν θρωπος ὑπὲρ ἡμῶν, καὶ τὴν ὁδὸν ἡμῖν ἐκείνην ἐγκαι νίσας, ὥσπερ εἴρηται. 26.297 Οὔτε οὖν κτίσμα ἐστὶν ὁ Λόγος, οὔτε ἔργον· ταὐτὸν γάρ ἐστι κτίσμα καὶ ποίημα, καὶ ἔργον· καὶ εἴπερ κτίσμα καὶ ποίημα ἦν, ἦν ἂν καὶ ἔργον. ∆ιὰ τοῦτο γοῦν οὐδὲ εἴρηκεν· Ἔκτισέ με ἔργον· οὐδὲ, Σὺν τοῖς ἔργοις ἐποίησεν, ἵνα μὴ τῇ φύσει καὶ τῇ οὐσίᾳ κτίσμα εἶναι δόξῃ· οὔτε ὅτι, ∆ιὰ τὸ ποιῆσαί με ἔργα, ἔκτισεν, ἵνα μὴ πάλιν κατὰ τὴν κακόνοιαν τῶν ἀσε βῶν ὡς ὄργανον δι' ἡμᾶς γενόμενος νομισθῇ· ἀλλ' οὐδ' ὅτι Πρὸ τῶν ἔργων ἔκτισέ με, ἀνήγγειλεν, ἵνα μὴ, ὥσπερ ἐστὶ γέννημα ὢν πρὸ πάντων, οὕτω καὶ κτι ζόμενος πρὸ τῶν ἔργων, ταὐτὸν ποιήσῃ νομί ζεσθαι τὸ, γέννημα, καὶ τὸ, ἔκτισεν· ἀλλὰ μετὰ παρατηρήσεως ἀκριβοῦς, εἰς ἔργα, εἴρηκεν· ἴσον τῷ εἰπεῖν, Εἰς σάρκα με πεποίηκεν ὁ Πατὴρ γενέσθαι ἄνθρωπον· ὥστε καὶ ἐκ τούτου πάλιν δείκνυσθαι, μὴ εἶναι ἔργον αὐτὸν, ἀλλὰ γέννημα. Ὡς γὰρ ὁ εἰσερ χόμενος εἰς οἰκίαν οὐκ ἔστι μέρος τῆς οἰκίας, ἀλλὰ ἄλλος ἐστὶ παρὰ τὴν οἰκίαν· οὕτως ὁ εἰς τὰ ἔργα κτιζόμενος ἄλλος ἂν εἴη τὴν φύσιν παρὰ τὰ ἔργα· ἐπεὶ εἰ καθ' ὑμᾶς ὁ τοῦ Θεοῦ Λόγος ἔργον ἐστὶν, ὦ Ἀρειανοὶ, ἐν ποίᾳ ἄρα χειρὶ καὶ σοφίᾳ γέγονε καὶ αὐτός; Πάντα γὰρ τὰ γενόμενα, ἐν τῇ χειρὶ καὶ ἐν σοφίᾳ τοῦ Θεοῦ γέγονε, λέγοντος μὲν αὐτοῦ τοῦ Θεοῦ· Ἡ χείρ μου ἐποίησε ταῦτα πάντα· τοῦ δὲ ∆αβὶδ ψάλλοντος· Καὶ σὺ κατ' ἀρχὰς, Κύριε, τὴν γῆν ἐθεμελίωσας, καὶ τὰ ἔργα τῶν χειρῶν σου εἰ σὶν οἱ οὐρανοί· καὶ πάλιν ἐν τῷ ἑκατοστῷ τεσσαρα κοστῷ δευτέρῳ ψαλμῷ· Ἐμνήσθην ἡμερῶν ἀρχαίων, καὶ ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Οὐκοῦν εἰ ἐν χει ρὶ τοῦ Θεοῦ τὰ ποιήματα εἰργάσθη, γέγραπται δὲ, ὅτι Πάντα διὰ τοῦ Λόγου ἐγένετο, καὶ χωρὶς αὐ τοῦ ἐγένετο οὐδὲ ἕν· καὶ πάλιν, Εἷς Κύριος Ἰησοῦς, δι' οὗ τὰ πάντα, καὶ ὅτι· Ἐν αὐτῷ τὰ πάντα συν έστηκεν· εὔδηλον, ὡς οὐκ ἂν εἴη ὁ Υἱὸς ἔργον, ἀλλ' αὐτός ἐστιν ἡ χεὶρ τοῦ Θεοῦ καὶ ἡ σοφία. Τοῦτο γι νώσκοντες καὶ οἱ ἐν Βαβυλῶνι γενόμενοι μάρτυ ρες, Ἀνανίας, Ἀζαρίας, Μισαὴλ, ἐλέγχουσι τὴν Ἀρειανὴν ἀσέβειαν. Εἰπόντες γάρ· Εὐλογεῖτε 26.300 πάντα τὰ ἔργα Κυρίου, τὸν Κύριον· τὰ μὲν ἐν οὐρα νῷ καὶ τὰ ἐπὶ γῆς, καὶ πᾶσαν τὴν κτίσιν, ὡς ἔργα κατέλεξαν· τὸν δὲ Υἱὸν οὐκ ὠνόμασαν· οὐ γὰρ εἰρή κασιν· Εὐλόγει, Λόγε, καὶ ὕμνει, σοφία· ἵνα δεί ξωσιν, ὅτι τὰ μὲν ἄλλα πάντα ὑμνοῦντά ἐστι, καὶ ἔργα ἐστί· ὁ δὲ Λόγος οὐκ ἔστιν ἔργον οὐδὲ τῶν ὑμνούντων, ἀλλὰ σὺν τῷ Πατρὶ ὑμνούμενος, καὶ προσ κυνούμενός ἐστι καὶ θεολογούμενος, Λόγος μὲν αὐτοῦ καὶ σοφία ὢν, τῶν δὲ ἔργων δημιουργός. Τοῦτο καὶ τὸ Πνεῦμα ἐν Ψαλμοῖς μετὰ καλλίστης δια στολῆς εἴρηκεν, ὅτι Εὐθὺς ὁ Λόγος τοῦ Κυρίου, καὶ πάντα τὰ ἔργα αὐτοῦ ἐν πίστει· καθάπερ καὶ ἐν ἑτέρῳ φησίν· Ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε· πάντα ἐν σοφίᾳ ἐποίησας. Εἰ δὲ ἔργον ἦν ὁ Λόγος, πάντως ἂν καὶ αὐ τὸς ἐν σοφίᾳ
80