καὶ ὅμως εἰδὼς, λέγει, οὐδὲ ὁ Υἱὸς οἶδε. Τίνος μὲν οὖν χάριν τότε εἶπεν, οὐκ οἶδα, ἃ αὐτὸς, ὡς ∆εσπότης, οἶδεν; Ὡς διερευνῶντα στοχάζεσθαι χρὴ, τῆς ἡμῶν ἕνεκα λυσιτελείας, ὥς γε νομίζω, τοῦτο πεποίηκε· παράσχοι δὲ αὐτὸς τῇ προθέσει τὸν νοῦν τῆς ἀληθείας! Ἐν ἀμφοτέροις 26.425 ἡμῖν τὸ χρήσιμον ἐφύλαξεν ὁ Σωτήρ· εἰ γὰρ τὰ μὲν πρὸ τοῦ τέλους ἀπαντῶντα δεδήλωκεν, ἵνα μὴ, ὡς εἶπεν αὐτὸς, ξενισθῶμεν, μηδὲ θροηθῶμεν, γινομένων αὐτῶν, ἀλλὰ καὶ ἐκ τούτων τὸ μετὰ ταῦτα τέλος προσδοκῶμεν· περὶ δὲ τῆς ἡμέρας καὶ τῆς ὥρας οὐκ ἠθέλησε θεϊκῶς εἰπεῖν, ὅτι Οἶδα· ἀλλὰ σαρκικῶς διὰ τὴν σάρκα τὴν ἀγνοοῦσαν, καθὰ προεῖ πον, εἶπεν, ὅτι Οὐκ οἶδα· ἵνα μηκέτι ἐπερωτήσωσιν αὐτὸν, καὶ λοιπὸν ἢ μὴ εἰρηκὼς λυπήσῃ τότε τοὺς μαθητὰς, ἢ εἰρηκὼς, παρὰ τὸ συμφέρον αὐτοῖς καὶ πᾶσιν ἡμῖν ποιήσῃ. Ὃ γὰρ ἂν ποιῇ, τοῦτο πάντως ὑπὲρ ἡμῶν ἐστιν, ἐπειδὴ καὶ δι' ἡμᾶς ὁ Λό γος σὰρξ ἐγένετο. ∆ι' ἡμᾶς τοίνυν εἶπε καὶ τὸ, Οὐδὲ ὁ Υἱὸς οἶδε· καὶ οὔτε ἐψεύσατο τοῦτο εἰρηκώς (ἀνθρωπίνως γὰρ εἶπεν, ὡς ἄνθρωπος, Οὐκ οἶδα), οὔτε ἀφῆκε τοὺς μαθητὰς αὐτὸν βιάσασθαι εἰπεῖν· εἰρηκὼς γὰρ, Οὐκ οἶδα, ἔστησε κἀκείνων τὴν ἐρώ τησιν. Ἐν γοῦν ταῖς Πράξεσι τῶν ἀποστόλων ἐστὶ γεγραμμένον, ἡνίκα ἐπέβη τοῖς ἀγγέλοις, ἀναβαίνων ὡς ἄνθρωπος, καὶ ἀναφέρων εἰς τὸν οὐρανὸν ἣν ἐφό ρει σάρκα· ὅτε καὶ οἱ μαθηταὶ τοῦτο βλέποντες, πά λιν ἠρώτων, Πότε τὸ τέλος ἔσται, καὶ, Πότε σὺ πα ραγίνῃ, εἶπεν αὐτοῖς φανερώτερον· Οὐχ ὑμῶν ἐστι γνῶναι χρόνους ἢ καιροὺς, οὓς ὁ Πατὴρ ἔθετο ἐν τῇ ἰδίᾳ ἐξουσίᾳ. Καὶ οὐκ εἶπε τότε, Οὐδὲ ὁ Υἱὸς, ὥσπερ εἶπεν πρὸ τούτου ἀνθρωπίνως, ἀλλ', Ὑμῶν οὐκ ἔστι γνῶναι. Λοιπὸν γὰρ ἦν ἡ σὰρξ ἀναστᾶσα, καὶ ἀποθεμένη τὴν νέκρωσιν καὶ θεο ποιηθεῖσα· καὶ οὐκέτι ἔπρεπε σαρκικῶς αὐτὸν ἀπο κρίνασθαι ἀνερχόμενον εἰς τοὺς οὐρανοὺς, ἀλλὰ λοι πὸν θεϊκῶς διδάξαι, ὅτι Οὐχ ὑμῶν ἐστι γνῶναι χρό νους ἢ καιροὺς, οὓς ὁ Πατὴρ ἔθετο ἐν τῇ ἰδίᾳ ἐξουσίᾳ· ἀλλὰ λήψεσθε δύναμιν. Τίς δὲ ἡ δύναμις τοῦ Πατρὸς ἢ ὁ Υἱός; Χριστὸς γὰρ Θεοῦ δύναμις καὶ Θεοῦ Σοφία. Οἶδεν ἄρα ὁ Υἱὸς Λόγος ὤν· τοῦτο γὰρ λέ γων ἐσήμαινεν, ὅτι Ἐγὼ οἶδα, ἀλλ' οὐκ ἔστιν ὑμῶν γνῶναι· δι' ὑμᾶς γὰρ καὶ ἐν τῷ ὄρει καθήμενος σαρ κικῶς εἶπον, Οὐδὲ ὁ Υἱὸς οἶδε, διὰ τὸ ὑμῶν καὶ πάντων συμφέρον· συμφέρει γὰρ ὑμῖν καὶ περὶ τῶν ἀγγέλων καὶ περὶ τοῦ Υἱοῦ οὕτως ἀκοῦσαι, διὰ τοὺς ἐσομένους μετὰ ταῦτα πλάνους, ἵνα, κἂν ὡς ἄγγελοι μετασχηματίσωνται δαίμονες, καὶ περὶ τῆς συντελείας ἐπιχειρήσωσι λέγειν, μὴ πιστεύ σητε, ὡς ἀγνοούντων αὐτῶν. Ἂν δὲ καὶ ὁ Ἀντίχρι 26.428 στος μεταποιήσας ἑαυτὸν λέγῃ· Ἐγώ εἰμι ὁ Χριστὸς, καὶ πειράσῃ καὶ αὐτὸς περὶ τῆς ἡμέρας καὶ συντελείας λέγειν, πρὸς τὸ πλανῆσαι τοὺς ἀκού οντας· ἔχοντες ὑμεῖς παρ' ἐμοῦ τὴν φωνὴν, ὅτι Οὐδὲ ὁ Υἱὸς, μηδὲ ἐκείνῳ πιστεύσητε. Ἄλλως τε οὐδὲ εἰδέναι πάλιν πότε τὸ τέλος, ἢ πότε τοῦ τέλους ἡ ἡμέρα, συμφέρει τοῖς ἀνθρώποις, ἵνα μὴ, γνόντες, καταφρονηταὶ τοῦ μεταξὺ χρόνου γένωνται, περιμέ νοντες τὰς ἐγγὺς τοῦ τέλους ἡμέρας· τότε γὰρ μόνον ἑαυτῶν ἐπιμελεῖσθαι προφασίσονται. ∆ιὰ τοῦτο καὶ τὸ ἑκάστου τέλος τοῦ θανάτου σεσιώπηκεν, ἵνα μὴ, προφάσει τῆς γνώσεως φυσιωθέντες οἱ ἄνθρω ποι, ἀμελεῖν ἑαυτῶν τὸ πλεῖστον ἄρξωνται τοῦ χρό νου. Ἀμφότερα δὴ οὖν καὶ τὸ καθόλου τέλος, καὶ τὸ ἑκάστου πέρας ἔκρυψεν ἀφ' ἡμῶν ὁ Λόγος (καὶ γὰρ καὶ ἐν καθόλου τὸ ἑκάστου τέλος ἐστὶ, καὶ ἐν τῷ ἑκάστου τέλει τὸ καθόλου συνάγεται), ἵνα, ἀδήλου αὐ τοῦ ὄντος καὶ ἀεὶ προσδοκωμένου, καθ' ἡμέραν ὡς καλούμενοι προκόπτωμεν, τοῖς ἔμπροσθεν ἐπ εκτεινόμενοι, τῶν δὲ ὄπισθεν ἐπιλανθανόμενοι. Τίς γὰρ, γινώσκων μὲν τὴν ἡμέραν τοῦ τέλους, οὐχ ὑπερτίθεται τὸν μεταξὺ χρόνον· ἀγνοῶν δὲ, οὐ καθ' ἡμέραν ἕτοιμος γίνεται; ∆ιὰ τοῦτο γὰρ ἐπὶ τούτοις ἐπέφερεν ὁ Σωτὴρ, λέγων· Γρηγορεῖτε οὖν, ὅτι οὐκ οἴδατε οὐδὲ ὑμεῖς, ποίᾳ ὥρᾳ ὁ Κύριος ὑμῶν ἔρχεται· καὶ, Ἧ οὐ δοκεῖτε ὥρᾳ, ὁ Υἱὸς τοῦ ἀν θρώπου ἔρχεται· διὰ τὸ συμφέρον ἄρα τὸ ἐκ τῆς ἀγνοίας τοῦτο εἴρηκε.
114