Ἦλθε γοῦν, οὐχ ἵνα δια κονηθῇ, ἀλλ' ἵνα διακονήσῃ, καὶ τὴν ἡμῶν ἐργάση ται σωτηρίαν. Ἀμέλει δυνάμενος ἀπὸ τοῦ οὐρα νοῦ λαλῆσαι τὸν νόμον, εἶδεν, ὅτι λυσιτελεῖ τοῖς ἀν θρώποις ἀπὸ τοῦ Σινᾶ λαλῆσαι, καὶ τοῦτο πεποίηκεν, ἵνα καὶ Μωσῆς ἀναβῆναι δυνηθῇ, κἀκεῖνοι τὸν λόγον ἐγγύθεν ἀκούοντες, μᾶλλον πιστεῦσαι δυνηθῶσι. Πλὴν καὶ τὸ εὔλογον τοῦ γενομένου θεωρεῖν ἔξεστιν ἐντεῦθεν· Εἰ διὰ τὸ δυνατὸν εἰρήκει, καὶ ἐλέλυτο ἡ κατάρα· τοῦ μὲν κελεύσαντος ἡ δύναμις ἐπεδείκνυ το, ὁ μέντοι ἄνθρωπος τοιοῦτος ἐγίνετο, οἷος ἦν καὶ ὁ Ἀδὰμ πρὸ τῆς παραβάσεως, ἔξωθεν λαβὼν τὴν χάριν, καὶ μὴ συνηρμοσμένην ἔχων αὐτὴν τῷ σώ ματι· τοιοῦτος γὰρ ὢν καὶ τότε τέθειτο ἐν τῷ παρα δείσῳ· τάχα δὲ καὶ χείρων ἐγίνετο, ὅτι καὶ πα ραβαίνειν μεμάθηκεν. Ὢν τοίνυν τοιοῦτος, εἰ καὶ παραπέπειστο ὑπὸ τοῦ ὄφεως, ἐγίνετο πάλιν χρεία προστάξαι τὸν Θεὸν καὶ λῦσαι τὴν κατάραν· καὶ οὕτως εἰς ἄπειρον ἐγίνετο ἡ χρεία, καὶ οὐδὲν ἧττον οἱ ἄν 26.293 θρωποι ἔμενον ὑπεύθυνοι, δουλεύοντες τῇ ἁμαρτίᾳ· ἀεὶ δὲ ἁμαρτάνοντες, ἀεὶ ἐδέοντο τοῦ συγχωροῦντος, καὶ οὐδέποτε ἠλευθεροῦντο, σάρκες ὄντες καθ' ἑαυτοὺς, καὶ ἀεὶ ἡττώμενοι τῷ νόμῳ διὰ τὴν ἀσθέ νειαν τῆς σαρκός. Πάλιν τε εἰ κτίσμα ἦν ὁ Υἱὸς, ἔμενεν ὁ ἄν θρωπος οὐδὲν ἧττον θνητὸς, μὴ συναπτόμενος τῷ Θεῷ· οὐ γὰρ κτίσμα συνῆπτε τὰ κτίσματα τῷ Θεῷ, ζητοῦν καὶ αὐτὸ τὸν συνάπτοντα· οὐδὲ τὸ μέρος τῆς κτίσεως σωτηρία τῆς κτίσεως ἂν εἴη, δεόμενον καὶ αὐτὸ σωτηρίας. Ἵνα οὖν μηδὲ τοῦτο γένηται, πέμπει τὸν ἑαυτοῦ Υἱὸν, καὶ γίνεται υἱὸς ἀνθρώ που, τὴν κτιστὴν σάρκα λαβών· ἵν', ἐπειδὴ πάν τες εἰσὶν ὑπεύθυνοι τῷ θανάτῳ, ἄλλος ὢν τῶν πάν των, αὐτὸς ὑπὲρ πάντων τὸ ἴδιον σῶμα τῷ θανάτῳ προσενέγκῃ, καὶ λοιπὸν, ὡς πάντων δι' αὐτοῦ ἀπο θανόντων, ὁ μὲν λόγος τῆς ἀποφάσεως πληρωθῇ (πάν τες γὰρ ἀπέθανον ἐν Χριστῷ)· πάντες δὲ δι' αὐ τοῦ γένωνται λοιπὸν ἐλεύθεροι μὲν ἀπὸ τῆς ἁμαρτίας καὶ τῆς δι' αὐτὴν κατάρας, ἀληθῶς δὲ διαμείνωσιν εἰσαεὶ ἀναστάντες ἐκ νεκρῶν, καὶ ἀθανασίαν καὶ ἀφθαρσίαν ἐνδυσάμενοι. Τοῦ γὰρ Λόγου ἐνδυσαμένου τὴν σάρκα, καθὼς πολλάκις δέδεικται, πᾶν μὲν δῆγμα τοῦ ὄφεως δι' ὅλου κατεσβέννυτο ἀπ' αὐτῆς· εἴ τι ἐκ τῶν σαρκικῶν κινημάτων ἀνεφύετο κακὸν, ἐξεκόπτε το, καὶ συνανῃρεῖτο τούτοις ὁ τῆς ἁμαρτίας ἀκό λουθος θάνατος, ὡς αὐτὸς ὁ Κύριός φησιν· Ἔρχεται ὁ ἄρχων τοῦ κόσμου τούτου, καὶ οὐδὲν εὑρί σκει ἐν ἐμοί· καὶ, Εἰς τοῦτο γὰρ ἐφανερώθη, ὡς ἔγραψεν ὁ Ἰωάννης, ἵνα λύσῃ τὰ ἔργα τοῦ διαβό λου. Τούτων δὲ λυθέντων ἀπὸ τῆς σαρκὸς, πάντες οὕτω κατὰ τὴν συγγένειαν τῆς σαρκὸς ἠλευθερώθη μεν, καὶ λοιπὸν συνήφθημεν καὶ ἡμεῖς τῷ Λόγῳ. Συν αφθέντες δὲ τῷ Θεῷ, οὐκέτι μὲν ἐπὶ γῆς ἀπομένο μεν, ἀλλ' ὡς αὐτὸς εἶπεν, ὅπου αὐτὸς, καὶ ἡμεῖς ἐσόμεθα· καὶ λοιπὸν οὔτε τὸν ὄφιν ἔτι φοβηθησόμεθα· κατηργήθη γὰρ ἐν τῇ σαρκὶ διωχθεὶς παρὰ τοῦ Σω τῆρος, καὶ ἀκούσας· Ὕπαγε ὀπίσω μου, Σατανᾶ· καὶ οὕτως ἔξω τοῦ παραδείσου τυγχάνει βαλλόμενος εἰς τὸ πῦρ τὸ αἰώνιον· οὔτε δὲ γυναῖκα παραπεί θουσαν φυλαξόμεθα· Ἐν γὰρ τῇ ἀναστάσει οὔτε γαμοῦσιν, οὔτε γαμίζονται, ἀλλ' εἰσὶν ὡς ἄγγε λοι· καὶ ἐν Χριστῷ Ἰησοῦ καινὴ κτίσις ἔσται· καὶ οὔτε ἄρσεν, οὔτε θῆλυ, ἀλλὰ πάντα καὶ ἐν πᾶσιν 26.296 ἔσται ὁ Χριστός. Ἔνθα δὲ ὁ Χριστὸς, ποῖος φό βος ἢ ποῖος κίνδυνος ἔτι γενήσεται; Τοῦτο δὲ οὐκ ἂν ἐγεγόνει, εἰ κτίσμα ἦν ὁ Λόγος. Πρὸς γὰρ κτίσμα, κτίσμα ὢν καὶ ὁ διάβο λος, εἶχεν ἀεὶ τὴν μάχην· καὶ μέσος ὢν ὁ ἄνθρω πος, ὕποπτος ἦν ἀεὶ τῷ θανάτῳ, μὴ ἔχων ἐν ᾧ καὶ δι' οὗ συναφθεὶς τῷ Θεῷ ἐλεύθερος παντὸς φόβου γένη ται. Ὅθεν ἡ ἀλήθεια δείκνυσι μὴ εἶναι τῶν γε νητῶν τὸν Λόγον, ἀλλὰ μᾶλλον τούτων αὐτὸν δημιουρ γόν· οὕτω γὰρ καὶ προσελάβετο τὸ γενητὸν καὶ ἀνθρώ πινον σῶμα, ἵνα, τοῦτο ὡς δημιουργὸς ἀνακαινίσας, ἐν ἑαυτῷ θεοποιήσῃ, καὶ οὕτως εἰς βασιλείαν οὐρανῶν εἰσαγάγῃ πάντας ἡμᾶς καθ' ὁμοιότητα ἐκείνου. Οὐκ ἂν δὲ πάλιν ἐθεοποιήθη κτίσματι συναφθεὶς ὁ ἄνθρωπος, εἰ μὴ Θεὸς ἦν ἀληθινὸς ὁ
79