λέγοντες, Εἰ εἶχες υἱὸν, πρὶν γεννήσῃς; ἀλλὰ τοὺς πατέρας, καὶ εἰπεῖν αὐτοῖς· Πότερον βουλευόμενοι γίνεσθε πατέρες, ἢ κατὰ φύσιν καὶ τῆς ὑμῶν βουλήσεως; Ἢ τῆς φύ σεως καὶ οὐσίας ὑμῶν ἐστιν ὅμοια τὰ τέκνα; ἵνα κἂν παρὰ τῶν γονέων ἐντραπῶσι, παρ' ὧν τὸ λῆμμα τῆς γενέσεως ἀπῄτησαν, καὶ παρ' ὧν ἤλπισαν ἔχειν τὴν γνῶσιν. Ἀποκριθήσονται γὰρ αὐτοῖς, ὅτι Ἃ γεννῶμεν, οὐ τοῦ θελήματος, ἀλλ' ἡμῶν ἐστιν ὅμοια οὐδὲ προβουλευσάμενοι γινόμεθα γονεῖς, ἀλλὰ τῆς φύσεως ἴδιόν ἐστι τὸ γεννᾷν· ἐπεὶ καὶ ἡμεῖς τῶν τε κόντων ἐσμὲν εἰκόνες. Ἢ τοίνυν καταγινωσκέ τωσαν ἑαυτῶν, καὶ παυέσθωσαν πυνθανόμενοι γυναι κῶν περὶ τοῦ Υἱοῦ τοῦ Θεοῦ, ἢ μανθανέτωσαν παρ' αὐτῶν, ὅτι οὐ βουλήσει γεννᾶται ὁ υἱὸς, ἀλλὰ φύσει καὶ ἀληθείᾳ. Πρέπων δὲ καὶ ἁρμόζων τούτοις ὁ ἐξ ἀνθρώπων ἔλεγχος, ἐπειδὴ καὶ ἀνθρώπινα περὶ τῆς θεότητος διαλογίζονται οἱ κακόφρονες. Τί τοίνυν ἔτι μαίνονται οἱ Χριστομάχοι; Καὶ τοῦτο γὰρ αὐ τῶν ὥσπερ οὖν καὶ τὰ ἄλλα προβλήματα δέδεικται καὶ ἠλέγχθη φαντασία καὶ μυθοπλαστία μόνον ὄντα· καὶ διὰ τοῦτο ὀφείλουσι, κἂν ὀψέ ποτε θεωρή σαντες εἰς ὅσον ἀφροσύνης πεπτώκασι κρημνὸν, ἀνα δῦναι καὶ φύγειν ἀπὸ τῆς τοῦ διαβόλου παγίδος, νουθετούμενοι παρ' ἡμῶν. Φιλάνθρωπος γὰρ ἡ ἀλήθεια κράζουσα διαπαντός· Εἰ ἐμοὶ μὴ πιστεύετε διὰ τὴν τοῦ σώματος περιβολὴν, κἂν τοῖς ἔργοις πιστεύσατε· ἵνα γνῶτε, ὅτι ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί· καὶ, Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν· καὶ, Ὁ ἑωρακὼς ἐμὲ, ἑώρακε τὸν Πατέρα. Ἀλλ' ὁ μὲν Κύριος συνήθως φιλανθρωπεύεται, καὶ θέλει πάντας ἀνορθοῦσθαι τοὺς κατεῤῥαγμένους, ὡς ἡ αἴνεσις λέγει τοῦ ∆αβίδ· οἱ δὲ, ἀσεβεῖς οὐ θέλοντες ἀκούειν Κυριακῆς φωνῆς, οὐδὲ φέροντες ὁρᾷν τὸν 26.468 Κύριον ὑπὸ πάντων ὁμολογούμενον Θεὸν, καὶ Θεοῦ Υἱὸν, περιέρχονται οἱ ἄθλιοι, ὡς οἱ κάνθαροι, μετὰ τοῦ πατρὸς ἑαυτῶν τοῦ διαβόλου προφάσεις εἰς ἀσέβειαν ζητοῦντες. Ποίας οὖν ἄρα μετὰ ταῦτα πάλιν, ἢ πόθεν εὑρεῖν δυνήσονται, εἰ μὴ ἄρα παρὰ μὲν Ἰουδαίων καὶ τοῦ Καϊάφα δανείσωνται τὰς δυσφημίας, παρ' Ἑλλήνων δὲ λάβωσι τὴν ἀθεότητα; αἱ γὰρ θεῖαι Γραφαὶ τούτοις ἐκλείσθησαν, καὶ πανταχόθεν ἐξ αὐτῶν ἠλέγχθησαν ἄφρονες καὶ Χριστομάχοι.
125