κτι σμάτων ἴδιος καὶ εἷς αὐτῶν τυγχάνει. Μετὰ τούτων δὲ ὥσπερ καὶ διάδοχος τῆς προπετείας τοῦ διαβόλου γενόμενος, ἔθηκεν ἐν τῇ Θαλείᾳ, ὡς ἄρα καὶ τῷ Υἱῷ ὁ Πατὴρ ἀόρατος ὑπάρχει, καὶ οὔτε ὁρᾷν, οὔτε γινώσκειν τελείως καὶ ἀκριβῶς δύναται ὁ Λόγος τὸν ἑαυτοῦ Πατέρα· ἀλλὰ καὶ ὃ γινώσκει καὶ ὃ βλέ πει, ἀναλόγως τοῖς ἰδίοις μέτροις οἶδε καὶ βλέ πει, ὥσπερ καὶ ἡμεῖς γινώσκομεν κατὰ τὴν ἰδίαν δύ ναμιν. Καὶ γὰρ καὶ ὁ Υἱὸς, φησὶν, οὐ μόνον τὸν Πα τέρα ἀκριβῶς οὐ γινώσκει· λείπει γὰρ αὐτῷ εἰς τὸ καταλαβεῖν· ἀλλὰ καὶ αὐτὸς ὁ Υἱὸς τὴν ἑαυτοῦ οὐσίαν οὐκ οἶδε· καὶ ὅτι μεμερισμέναι τῇ φύσει, καὶ ἀπεξενωμέναι καὶ ἀπεσχοινισμέναι, καὶ ἀλλότριοι, καὶ ἀμέτοχοί εἰσιν ἀλλήλων αἱ οὐσίαι τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος, καὶ, ὡς αὐτὸς ἐφθέγξατο, ἀνόμοιοι πάμπαν ἀλλήλων ταῖς τε οὐσίαις καὶ δόξαις εἰσὶν ἐπ' ἄπειρον. Τὸν γοῦν Λόγον φησὶν εἰς ὁμοιότητα δόξης καὶ οὐσίας ἀλλότριον εἶναι παν τελῶς ἑκατέρων τοῦ τε Πατρὸς καὶ τοῦ ἁγίου Πνεύ ματος· τούτοις γὰρ ἐφθέγξατο τοῖς ῥήμασιν ὁ ἀσε βής· καὶ διῃρημένον δὲ εἶναι καθ' ἑαυτὸν, καὶ ἀμέτ οχον κατὰ πάντα τοῦ Πατρὸς τὸν Υἱὸν ἔφησε.» Ταῦτα μέρη τῶν ἐν τῷ γελοίῳ συγγράμματι κειμέ νων μυθιδίων ἐστὶν Ἀρείου. Τίς τοίνυν, τῶν τοιούτων καὶ τοῦ μέλους τῆς Θαλείας ἀκούσας, οὐ μισήσειεν ἐν δίκῃ παίζοντα τὸν Ἄρειον ὡς ἐπὶ σκηνῆς περὶ τοιούτων; Τίς οὐ θεωρεῖ τοῦτον διὰ τοῦ δοκεῖν ὀνομάζειν Θεὸν καὶ περὶ Θεοῦ λέγειν, ὡς τὸν ὄφιν συμβουλεύοντα τῇ γυναικί, Τίς δὲ, τοῖς ἑξῆς ἐντυγχάνων, οὐ βλέπει τὴν ἀσέβειαν αὐτοῦ, ὥσπερ καὶ τοῦ ὄφεως τὴν μετὰ ταῦτα πλάνην, εἰς ἣν παρήγαγε σοφισάμενος τὴν γυ ναῖκα; Τίς ἐπὶ ταῖς τοιαύταις βλασφημίαις οὐκ ἐξ ίσταται; Ὁ μὲν οὖν οὐρανὸς, ὡς ὁ προφήτης φη σὶν, ἐξέστη, καὶ ἡ γῆ ἔφριξεν ἐπὶ τῇ παραβάσει τοῦ νόμου· ὁ δὲ ἥλιος πλέον ἀγανακτῶν, καὶ μὴ φέρων τότε τὰς κατὰ τοῦ κοινοῦ πάντων ἡμῶν ∆εσπότου γε νομένας σωματικὰς ὕβρεις, ἃς ἑκὼν αὐτὸς ὑπὲρ 26.25 ἡμῶν ὑπέμεινεν, ἀπεστράφη, καὶ τὰς ἀκτῖνας συ στείλας, τὴν ἡμέραν ἐκείνην ἀνήλιον ἔδειξεν· ἐπὶ δὲ ταῖς Ἀρείου βλασφημίαις πῶς οὐ πᾶσα τῶν ἀνθρώ πων ἡ φύσις ἀφασίᾳ πληγήσεται, καὶ κλείσει μὲν τὰς ἀκοὰς, καμμύσει δὲ τοὺς ὀφθαλμοὺς, ἵνα μήτε ἀκοῦσαι τοιούτων, μήτ' ἰδεῖν τὸν ταῦτα γράψαντα δυνηθῇ; ὁ δὲ Κύριος αὐτὸς πῶς οὐ μᾶλλον δικαίως κατὰ τούτων, ὡς ἀσεβῶν, ἀλλὰ καὶ ἀχαρίστων βοήσει, ἃ καὶ διὰ τοῦ προφήτου Ὠσηὲ προείρηκεν, Οὐαὶ αὐτοῖς, ὅτι ἀπεπήδησαν ἀπ' ἐμοῦ· δείλαιοί εἰσιν, ὅτι ἠσέβησαν εἰς ἐμέ. Ἐγὼ δὲ ἐλυτρωσάμην αὐτούς· αὐτοὶ δὲ κατελά λησαν κατ' ἐμοῦ ψευδῆ. Καὶ μετ' ὀλίγα· Καὶ εἰς ἐμὲ ἐλογίσαντο πονηρὰ, ἀπεστράφησαν εἰς οὐδέν. Τὸν γὰρ ὄντα τοῦ Θεοῦ Λόγον ἀποστραφέν τες, πλάσαντες δὲ ἑαυτοῖς τὸν οὐκ ὄντα, εἰς τὸ μηδὲν πεπτώκασι. ∆ιὰ τοῦτο γὰρ καὶ ἡ οἰκουμενικὴ σύνοδος ταῦτα λέγοντα τὸν Ἄρειον ἐξέβαλε τῆς Ἐκκλησίας, καὶ ἀνεθεμάτισεν οὐ φέρουσα τὴν ἀσέβειαν· καὶ λοι πὸν αἵρεσις ἐλογίσθη ἡ Ἀρείου πλάνη ἔχουσά τι πλέον τῶν ἄλλων αἱρέσεων, ὅτι καὶ χριστομάχος ἐκλήθη, καὶ πρόδρομος ἐλογίσθη τοῦ Ἀντιχρίστου. Εἰ καὶ τὰ μάλιστα τοίνυν, ὡς προεῖπον, αὐτάρκης ἡ τοσαύτη κρίσις κατὰ τῆς ἀσεβοῦς αἱρέσεως πεῖσαι πάντας φεύγειν ἀπ' αὐτῆς· ὅμως, ἐπειδή τινες τῶν λεγομέ νων Χριστιανῶν, ἢ ἀγνοοῦντες, ἢ ὑποκρινόμε νοι, καθάπερ εἴρηται πρόσθεν, ἀδιάφορον πρὸς τὴν ἀλήθειαν ἡγοῦνται τὴν αἵρεσιν, καὶ τοὺς ταῦτα φρο νοῦντας Χριστιανοὺς ὀνομάζουσι, φέρε κατὰ δύναμιν ἐρωτῶντες αὐτοὺς, ἀποκαλύψωμεν τὴν πανουργίαν τῆς αἱρέσεως. Τάχα κἂν οὕτω συμποδισθέντες ἐπιστομισθῶσι καὶ φύγωσιν ἀπ' αὐτῆς ὡς ἀπὸ προσ ώπου ὄφεως. Εἰ μὲν οὖν, διὰ τὸ λέξεις τινὰς τῆς θείας Γραφῆς ἐν τῇ Θαλείᾳ γράψαι, νομίζουσι καὶ τὰς βλα σφημίας εὐφημίας εἶναι, πάντως που καὶ τοὺς νῦν Ἰουδαίους ὁρῶντες ἀναγινώσκοντας τὸν νόμον καὶ τοὺς προφήτας, ἀρνήσονται καὶ αὐτοὶ διὰ τοῦτο σὺν ἐκείνοις τὸν Χριστόν· ἀκούοντες δὲ τάχα καὶ Μα νιχαίων
4