ἐκ τῆς κατὰ τὸν νόμον καὶ τὸν Ἀα ρὼν ἱστορίας. Οὕτως Ἀαρὼν οὐ γεγέννηται ἀρ χιερεὺς, ἀλλὰ ἄνθρωπος, καὶ μετὰ χρόνον, ὅτε ὁ Θεὸς ἠθέλησε, γέγονεν ἀρχιερεύς· καὶ γέγονεν οὐχ ἁπλῶς, οὐδὲ ἐκ τῶν συνήθων ἱματίων γνωριζόμενος, ἀλλ' ἐπενδιδυσκόμενος τὴν ἐπωμίδα, τὸ λογεῖον, τὸν ποδήρη, ἃ αἱ γυναῖκες μὲν εἰργάσαντο προστάξει τοῦ Θεοῦ, ἐν τούτοις δὲ εἰσερχόμενος εἰς τὰ ἅγια, τὴν ὑπὲρ τοῦ λαοῦ θυσίαν προσέφερε· καὶ ἐν τούτοις ὥσπερ ἐμεσίτευε τῇ ὀπτασίᾳ τοῦ Θεοῦ, καὶ ταῖς τῶν ἀνθρώπων θυσίαις. Οὕτω τοίνυν καὶ ὁ Κύριος ἐν ἀρχῇ μὲν ἦν ὁ Λόγος· καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεὸν, καὶ Θεὸς ἦν ὁ Λόγος· ὅτε δὲ ἠθέλησεν ὁ Πατὴρ ὑπὲρ πάντων λύτρα δοθῆναι, καὶ πᾶσι χαρί σασθαι, τότε δὴ ὁ Λόγος, ὡς Ἀαρὼν τὸν ποδήρη, οὕτως αὐτὸς ἔλαβε τὴν ἀπὸ γῆς σάρκα, Μαρίαν ἀντὶ τῆς ἀνεργάστου γῆς ἐσχηκὼς μητέρα τοῦ σώμα τος, ἵνα ἔχων τὸ προσφερόμενον αὐτὸς, ὡς ἀρχιε ρεὺς, ἑαυτὸν προσενέγκῃ τῷ Πατρὶ, καὶ τῷ ἰδίῳ αἵματι πάντας ἡμᾶς ἀπὸ τῶν ἁμαρτιῶν κα θαρίσῃ, καὶ ἀπὸ τῶν νεκρῶν ἀναστήσῃ. Τούτου γὰρ ἦν τὰ παλαιὰ σκιά· καὶ ὅπερ πεποί ηκεν ἐλθὼν ὁ Σωτὴρ, τοῦτο κατὰ τὸν νόμον ἐσκιογρά φει ὁ Ἀαρών. Ὥσπερ οὖν ὁ Ἀαρὼν ὁ αὐτὸς ὢν οὐκἠλλάσσετο περιτιθέμενος τὴν ἀρχιερατικὴν ἐσθῆτα, ἀλλὰ μένων ὁ αὐτὸς, ἐκαλύπτετο μόνον· καὶ εἰ ἔλεγέ τις ἑωρακὼς αὐτὸν προσφέροντα, Ἰδοὺ γέγονε σή μερον ὁ Ἀαρὼν ἀρχιερεὺς, οὐκ ἐσήμαινεν αὐτὸν ἄνθρωπον τότε γεγενῆσθαι· ἦν γὰρ, καὶ πρὸ τοῦ αὐτὸν ἀρχιερέα γενέσθαι, ἄνθρωπος· ἀλλ' ὅτι τῇ λειτουργείᾳ πεποίηται ἀρχιερεὺς, περιθέμενος τὰ πεποιημένα καὶ κατασκευασθέντα ἱμάτια τῇ ἀρ χιερατείᾳ· τὸν αὐτὸν τρόπον καὶ ἐπὶ τοῦ Κυρίου δυνατόν ἐστι καλῶς νοεῖν, ὡς οὐκ ἄλλος γέγονε τὴν 26.164 σάρκα λαβὼν, ἀλλ' ὁ αὐτὸς ὢν, ἐκαλύπτετο ταύτῃ· καὶ τὸ, γέγονε, καὶ τὸ, πεποίηται, οὐχ ὅτι ὁ Λόγος, ᾗ Λόγος ἐστὶ, πεποίηται νοεῖν θέμις· ἀλλ' ὅτι Λόγος ὢν δημιουργὸς, ὕστερον πεποίηται ἀρχιερεὺς, ἐνδυ σάμενος σῶμα τὸ γενητὸν καὶ ποιητὸν, ὅπερ καὶ προσενεγκεῖν ὑπὲρ ἡμῶν δύναται, διὸ καὶ λέγεται πεποιῆσθαι. Εἰ μὲν οὖν οὐ γέγονεν ἄνθρωπος ὁ Κύ ριος, μαχέσθωσαν οἱ Ἀρειανοί· εἰ δὲ ὁ Λόγος σὰρξ ἐγένετο, τί ἔδει περὶ γεγονότος ἀνθρώπου λέ γειν ἢ, πιστὸν ὄντα τῷ ποιήσαντι αὐτόν; Ὡς γὰρ ἴδιον περὶ τοῦ Λόγου εἰπεῖν, Ἐν ἀρχῇ ἦν ὁ Λό γος, οὕτως ἀνθρώπων ἴδιόν ἐστι τὸ γίνεσθαι καὶ ποιεῖσθαι. Τίς γοῦν ἰδὼν τὸν Κύριον, ὡς ἄνθρωπον περιπατοῦντα, καὶ Θεὸν ἐκ τῶν ἔργων δεικνύμενον, οὐκ ἂν ἠρώτησε, τίς τοῦτον ἐποίησεν ἄνθρωπον; Τίς δὲ πάλιν οὕτως ἐρωτηθεὶς οὐκ ἂν ἀπεκρίνετο, ὅτι ὁ Πατὴρ τοῦτον ἐποίησεν ἄνθρωπον, καὶ ἀπέστει λεν αὐτὸν ἡμῖν ἀρχιερέα; τὴν δὲ τοιαύτην διάνοιαν καὶ τὸν καιρὸν, καὶ τὸ πρόσωπον, αὐτὸς ὁ Ἀπόστο λος ὁ καὶ γράψας, πιστὸν ὄντα τῷ ποιήσαντι αὐ τὸν, δηλῶσαι μᾶλλον ἱκανός ἐστιν, ἐὰν τὰ ἔμπροσθεν λάβωμεν· μία γὰρ ἀκολουθία ἐστὶ, καὶ περὶ τοῦ αὐτοῦ τὸ ἀνάγνωσμα τυγχάνει. Γράφει τοίνυν ἐν τῇ ἐπιστολῇ τῇ πρὸς Ἑβραίους ταῦτα· Ἐπεὶ οὖν τὰ παιδία κεκοινώνηκεν αἵματος καὶ σαρκὸς, καὶ αὐτὸς παραπλησίως μετέσχε τῶν αὐτῶν, ἵνα διὰ τοῦ θανάτου καταργήσῃ τὸν τὸ κράτος ἔχοντα τοῦ θα νάτου, τουτέστι τὸν διάβολον, καὶ ἀπαλλάξῃ τούτους, ὅσοι φόβῳ θανάτου διαπαντὸς τοῦ ζῇν ἔνοχοι ἦσαν δουλείας. Οὐ γὰρ δήπου ἀγ γέλων ἐπιλαμβάνεται, ἀλλὰ σπέρματος Ἀβραὰμ ἐπιλαμβάνεται. Ὅθεν ὤφειλε κατὰ πάντα τοῖς ἀδελφοῖς ὁμοιωθῆναι, ἵνα ἐλεήμων γένηται καὶ πιστὸς ἀρχιερεὺς τὰ πρὸς τὸν Θεὸν, εἰς τὸ ἱλάσκε σθαι τὰς ἁμαρτίας τοῦ λαοῦ· ἐν ᾧ γὰρ πέπονθεν αὐτὸς πειρασθεὶς, δύναται τοῖς πει ραζομένοις βοηθῆσαι. Ὅθεν, ἀδελφοὶ ἅγιοι, κλή σεως ἐπουρανίου μέτοχοι, κατανοήσατε τὸν ἀπό στολον καὶ ἀρχιερέα τῆς ὁμολογίας ἡμῶν Ἰη σοῦν, πιστὸν ὄντα τῷ ποιήσαντι αὐτόν. Τίς τὴν περικοπὴν ταύτην ὅλην ἀναγινώσκων, οὐ τῶν μὲν Ἀρειανῶν καταγινώσκει, τὸν δὲ μακά ριον Ἀπόστολον θαυμάζει, καλῶς εἰρηκότα; 26.165 Πότε γὰρ πεποίηται, καὶ πότε ἀπόστολος γέγονεν,
43