μαθηταὶ ἐμαθήτευσαν πάντα τὰ ἔθνη, καὶ πεπλήρωται νῦν τὸ γεγραμμένον· Ἔσονται πάντες διδακτοὶ Θεοῦ Καὶ τότε μὲν τύπος ἦν τὰ δεικνύμενα· ἄρτι δὲ ἡ 26.137 ἀλήθεια πεφανέρωται· καὶ τοῦτο πάλιν αὐτὸς ὁ Ἀπό στολος μετὰ ταῦτα φανερώτερον ἐξηγεῖται λέ γων· Κατὰ τοσοῦτον κρείττονος ∆ιαθήκης γέγο νεν ἔγγυος Ἰησοῦς· καὶ πάλιν· Νῦν δὲ διαφο ρωτέρας τετύχηκε λειτουργίας, ὅσῳ καὶ κρείτ τονός ἐστι ∆ιαθήκης μεσίτης, ἥτις ἐπὶ κρείττοσιν ἐπαγγελίαις νενομοθέτηται· καὶ, Οὐδὲν γὰρ ἐτε λείωσεν ὁ νόμος, ἐπεισαγωγὴ δὲ κρείττονος ἐλπίδος. Καὶ αὖθίς φησιν· Ἀνάγκη οὖν τὰ μὲν ὑποδείγματα τῶν ἐν τοῖς οὐρανοῖς τούτοις καθα ρίζεσθαι· αὐτὰ δὲ τὰ ἐπουράνια κρείττοσι θυ σίαις παρὰ ταύτας. Τὸ ἄρα κρεῖττον καὶ νῦν καὶ δι' ὅλων τῷ Κυρίῳ ἀνατίθησι, τῷ κρείττονι καὶ ἄλλῳ παρὰ τὰ γενητὰ τυγχάνοντι. Κρείττων γὰρ ἡ δι' αὐτοῦ θυσία· κρείττων ἡ ἐν αὐτῷ ἐλπίς· καὶ αἱ δι' αὐτοῦ ἐπαγγελίαι, οὐχ ὡς πρὸς μικρὰ μεγάλαι συγ κρινόμεναι, ἀλλ' ὡς ἄλλαι πρὸς ἄλλα τὴν φύσιν τυγχάνουσαι· ἐπεὶ καὶ ὁ ταῦτα οἰκονομήσας κρείτ των τῶν γενητῶν ἐστι. Καὶ τὸ λεγόμενον πάλιν, γέγονεν ἔγγυος, τὴν ὑπὲρ ἡμῶν ἐγγύην τὴν παρ' αὐτοῦ γενομένην σημαίνει. Ὡς γὰρ Λόγος ὢν, σὰρξ ἐγένετο, καὶ τὸ γενέσθαι τῇ σαρκὶ λογιζόμεθα· (γενητὴ γάρ ἐστιν αὕτη καὶ κτιστὴ τυγχάνει οὖσα·) οὕτω καὶ ἐν ταῦθα τὸ, γέγονεν, ἵνα τοῦτο κατὰ δεύτερον σημαι νόμενον ἐκλάβωμεν, διὰ τὸ γενέσθαι αὐτὸν ἄνθρωπον, καὶ γνῶσιν οἱ φιλονεικοῦντες, ὅτι καὶ ἀπὸ ταύτης τῆς κακονοίας ἑαυτῶν ἐκπίπτουσιν, ἀκουέτωσαν, ὅτι οὐ τὴν οὐσίαν αὐτοῦ γεγενῆσθαι σημαίνει ὁ Παῦλος, ὁ εἰδὼς αὐτὸν Υἱὸν καὶ Σοφίαν, καὶ ἀπαύγασμα, καὶ εἰκόνα τοῦ Πατρὸς, ἀλλ' εἰς τὴν τῆς ∆ιαθήκης δια κονίαν τὸ γενέσθαι καὶ νῦν λογίζεται, καθ' ἣν ὁ ποτὲ βασιλεύων θάνατος κατηργήθη. Καὶ γὰρ καὶ κατὰ τοῦτο κρείττων ἡ δι' αὐτοῦ διακονία γέγονεν, ὅτι καὶ τὸ ἀδύνατον τοῦ νόμου, ἐν ᾧ ἠσθένει διὰ τῆς σαρκὸς, ὁ Θεὸς τὸν ἑαυτοῦ Υἱὸν πέμψας ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας, καὶ περὶ ἁμαρτίας κατέκρινε τὴν ἁμαρτίαν ἐν τῇ σαρκὶ, ἐκστήσας ἀπ' αὐτῆς τὸ παράπτωμα, ἐν ᾧ διαπαντὸς ᾐχμαλω τίζετο, ὥστε μὴ δέχεσθαι τὸν θεῖον νοῦν. Τὴν δὲ σάρκα δεκτικὴν τοῦ Λόγου κατασκευάσας, ἐποίησεν ἡμᾶς μηκέτι κατὰ σάρκα περιπατεῖν, ἀλλὰ κατὰ πνεῦμα, καὶ πολλάκις λέγειν· Ἡμεῖς δὲ οὐκ ἐσμὲν ἐν σαρκὶ, ἀλλ' ἐν πνεύματι· καὶ, Ὅτι ἦλθεν ὁ τοῦ Θεοῦ Υἱὸς εἰς τὸν κόσμον, οὐχ ἵνα κρίνῃ τὸν κόσμον, ἀλλ' ἵνα πάντας λυτρώσηται, καὶ σωθῇ ὁ κόσμος δι' αὐτοῦ. Τότε μὲν γὰρ ὡς ὑπεύθυνος ὁ κόσμος ἐκρίνετο ὑπὸ τοῦ νόμου· ἄρτι δὲ ὁ Λόγος εἰς ἑαυτὸν 26.140 ἐδέξατο τὸ κρῖμα, καὶ τῷ σώματι παθὼν ὑπὲρ πάν των, σωτηρίαν τοῖς πᾶσιν ἐχαρίσατο. Τοῦτο δὲ βλέ πων κέκραγεν Ἰωάννης· Ὁ νόμος διὰ Μωσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χρι στοῦ ἐγένετο. Κρείττων δὲ ἡ χάρις ἢ ὁ νόμος, καὶ ἡ ἀλήθεια παρὰ τὴν σκιάν. Τὸ οὖν, κρείττων, ὥσπερ εἴρηται, οὐχ οἷόν τε ἦν δι' ἑτέρου τινὸς γενέσθαι ἢ διὰ τοῦ Υἱοῦ, τοῦ καθημένου ἐν δεξιᾷ τοῦ Πατρός. Τί δὲ τοῦτο ση μαίνει, ἢ τὸ γνήσιον τοῦ Υἱοῦ, καὶ τὴν θεότητα τοῦ Πατρὸς ταύτην εἶναι τοῦ Υἱοῦ; Τήν τε γὰρ τοῦ Πατρὸς βασιλείαν βασιλεύων ὁ Υἱὸς, ἐπὶ τὸν αὐτὸν θρόνον τῷ Πατρὶ κάθηται, καὶ τῇ τοῦ Πατρὸς θεότητι θεωρούμενος, Θεός ἐστιν ὁ Λόγος, καὶ ὁ βλέπων τὸν Υἱὸν βλέπει τὸν Πατέρα· καὶ οὕτως εἷς Θεός ἐστιν. Ἐκ δεξιῶν γοῦν καθήμενος, ἀριστερὸν οὐ ποιεῖ τὸν Πατέρα· ἀλλ' ὅπερ ἐστὶ δεξιὸν καὶ τίμιον ἐν τῷ Πατρὶ, τοῦτο καὶ ὁ Υἱὸς ἔχει, καὶ λέγει· Πάντα ὅσα ἔχει ὁ Πατὴρ, ἐμά ἐστι. ∆ιὰ τοῦτο γὰρ καὶ καθ ήμενος ἐκ δεξιῶν ὁ Υἱὸς ὁρᾷ τὸν Πατέρα καὶ αὐ τὸς ἐκ δεξιῶν, κἂν ὡς ἄνθρωπος γενόμενος λέγῃ· Προωρώμην τὸν Κύριόν μου ἐνώπιόν μου διὰ παντὸς, ὅτι ἐκ δεξιῶν μου ἐστὶν, ἵνα μὴ σα λευθῶ. ∆είκνυται γὰρ πάλιν καὶ ἐν τούτῳ, ὡς ὁ Υἱὸς ἐν τῷ Πατρὶ καὶ ὁ Πατὴρ ἐν τῷ Υἱῷ. ∆ε ξιοῦ γὰρ ὄντος τοῦ Πατρὸς, ἐν τῷ δεξιῷ ἐστιν ὁ Υἱός· καὶ καθημένου τοῦ Υἱοῦ ἐκ δεξιῶν, ὁ Πατήρ ἐστιν ἐν τῷ Υἱῷ. Καὶ οἱ μὲν ἄγγελοι διακονοῦσιν
36