γένος λέγουσιν. Πάλαι μὲν οὖν πρὸς ἕκαστον τῶν ἁγίων ἐγίνετο, καὶ ἡγίαζε μὲν τοὺς γνησίως δεχομένους αὐ τόν· οὔτε δὲ, γεννωμένων ἐκείνων, εἴρηται, ὅτι αὐτὸς γεγένηται ἄνθρωπος, οὔτε, πασχόντων ἐκείνων, εἴ ρηται· Πέπονθεν αὐτός. Ὅτε δὲ ἐκ Μαρίας ἐπεδή μησεν ἅπαξ ἐπὶ συντελείᾳ τῶν αἰώνων εἰς ἀθέ τησιν ἁμαρτίας (οὕτω γὰρ εὐδοκήσας ὁ Πατὴρ 26.389 ἔπεμψε τὸν ἑαυτοῦ Υἱὸν γενόμενον ἐκ γυναικὸς, γενόμενον ὑπὸ νόμον), τότε εἴρηται, ὅτι σάρκα προσ λαβὼν γεγένηται ἄνθρωπος, καὶ ἐν ταύτῃ πέπονθεν ὑπὲρ ἡμῶν, ὡς εἶπεν ὁ Πέτρος· Χριστοῦ οὖν πα θόντος ὑπὲρ ἡμῶν σαρκί· ἵνα δειχθῇ, καὶ πάντες πιστεύσωμεν, ὅτι, ἀεὶ ὢν Θεὸς, καὶ ἁγιάζων, πρὸς οὓς ἐγένετο, διακοσμῶν τε κατὰ τὸ βούλημα τοῦ Πατρὸς τὰ πάντα, ὕστερον καὶ δι' ἡμᾶς γέγονεν ἄνθρωπος, καὶ σωματικῶς, ὥς φησιν ὁ Ἀπόστολος, κατῴκησεν ἡ θεότης ἐν τῇ σαρκί· ἴσον τῷ φάναι, Θεὸς ὢν, ἴδιον ἔσχε σῶμα, καὶ τούτῳ χρώμενος ὀργάνῳ, γέγονεν ἄνθρωπος δι' ἡμᾶς. Καὶ διὰ τοῦτο τὰ μὲν ἴδια ταύτης αὐτοῦ λέγεται, ἐπειδὴ ἐν αὐτῇ ἦν, οἷά ἐστι τὸ πεινῇν, τὸ διψῇν, τὸ πάσχειν, τὸ κοπιᾷν, καὶ τὰ ὅμοια, ὧν ἐστιν ἡ σὰρξ δεκτική· τὰ δὲ αὐτοῦ τοῦ Λόγου ἴδια ἔργα, οἷά ἐστι, τὸ ἐγεί ρειν νεκροὺς, καὶ τυφλοὺς ποιεῖν ἀναβλέπειν, καὶ τὴν αἱμοῤῥοοῦσαν ἰᾶσθαι αὐτὸν, διὰ τοῦ ἰδίου σώμα τος αὐτὸς ἐποίει· καὶ ὁ μὲν Λόγος τὰς τῆς σαρκὸς ἐβάσταζεν ἀσθενείας, ὡς ἰδίας· αὐτοῦ γὰρ ἦν ἡ σάρξ· καὶ ἡ σὰρξ δὲ ὑπούργει τοῖς τῆς θεότη τος ἔργοις, ὅτι ἐν αὐτῇ ἐγένετο· Θεοῦ γὰρ ἦν σῶμα. Εὖ δὲ ὁ προφήτης εἴρηκεν, ἐβάσταξε· καὶ οὐκ εἴρηκε, Τὰς ἀσθενείας ἡμῶν αὐτὸς ἐθεράπευσεν, ἵνα μὴ, ὡς ἐκτὸς ὢν τοῦ σώματος, καὶ μόνον αὐ τὸ ἰασάμενος, ὡς ἀεὶ πεποίηκεν, ὑπευθύνους πάλιν τοῦ θανάτου τοὺς ἀνθρώπους καταλείψῃ. Τὰς δὲ ἀσθενείας ἡμῶν βαστάζει, καὶ τὰς ἁμαρτίας ἡμῶν αὐτὸς φέρει, ἵνα δειχθῇ ὅτι τε ἄνθρωπος δι' ἡμᾶς γέγονε, καὶ σῶμα τὸ ἐν αὐτῷ φέρον αὐτὰς αὐτοῦ ἴδιόν ἐστι· καὶ αὐτὸς μὲν οὐδὲν ἐβλάπτετο ἀναφέρων τὰς ἁμαρτίας ἡμῶν ἐπὶ τὸ ξύλον τῷ σώ ματι αὐτοῦ, ὡς εἶπεν ὁ Πέτρος· ἡμεῖς δὲ οἱ ἄνθρω ποι, ἀπὸ μὲν τῶν ἰδίων παθῶν ἐλυτρούμεθα, τῆς δὲ τοῦ Λόγου δικαιοσύνης ἐπληρούμεθα. Ὅθεν τῆς σαρκὸς πασχούσης, οὐκ ἦν ἐκτὸς ταύτης ὁ Λόγος· διὰ τοῦτο γὰρ αὐτοῦ λέγεται καὶ τὸ πάθος· καὶ θεϊκῶς δὲ ποιοῦντος αὐτοῦ τὰ ἔργα τοῦ Πατρὸς, οὐκ ἦν ἔξωθεν αὐτοῦ ἡ σάρξ· ἀλλ' ἐν αὐτῷ τῷ σώματι ταῦτα πάλιν ὁ Κύριος ἐποίει· διὰ τοῦτο 26.392 γὰρ καὶ ἄνθρωπος γενόμενος ἔλεγεν· Εἰ οὐ ποιῶ τὰ ἔργα τοῦ Πατρός μου, μὴ πιστεύετέ μοι· εἰ δὲ ποιῶ, κἂν ἐμοὶ μὴ πιστεύητε, τοῖς ἔργοις πι στεύετε, ἵνα γινώσκητε, ὅτι ἐν ἐμοὶ ὁ Πατὴρ, κἀγὼ ἐν αὐτῷ. Ἀμέλει ὅτε χρεία γέγονε τὴν πεν θερὰν τοῦ Πέτρου πυρέσσουσαν ἐγεῖραι, ἀνθρωπίνως μὲν ἐξέτεινε τὴν χεῖρα, θεϊκῶς δὲ ἦν παύων τὴν νό σον. Καὶ ἐπὶ μὲν τοῦ ἐκ γενετῆς τυφλοῦ ἀνθρώ πινον ἀπὸ τῆς σαρκὸς ἠφίει τὸ πτύσμα, θεϊκῶς δὲ τοὺς ὀφθαλμοὺς ἤνοιγε διὰ τοῦ πηλοῦ· ἐπὶ δὲ τοῦ Λαζάρου φωνὴν μὲν, ὡς ἄνθρωπος, ἀνθρωπίνην ἠφίει· θεϊκῶς δὲ, ὡς Θεὸς, τὸν Λάζαρον ἤγειρεν ἐκ νεκρῶν. Ταῦτα δὲ οὕτως ἐγίνετο, καὶ ἐδείκνυτο, ὅτι μὴ φαντασίᾳ ἀλλὰ ἀληθῶς ἦν ἔχων σῶμα· ἔπρεπε δὲ τὸν Κύριον, ἐνδιδυσκόμενον ἀνθρωπίνην σάρκα, ταύ την μετὰ τῶν ἰδίων παθῶν αὐτῆς ὅλην ἐνδύ σασθαι, ἵνα, ὥσπερ ἴδιον αὐτοῦ λέγομεν εἶναι τὸ σῶμα, οὕτω καὶ τὰ τοῦ σώματος πάθη ἴδια μόνον αὐτοῦ λέγηται, εἰ καὶ μὴ ἥπτετο κατὰ τὴν θεό τητα αὐτοῦ. Εἰ μὲν οὖν ἑτέρου ἦν τὸ σῶμα, ἐκείνου ἂν λέγοιτο καὶ τὰ πάθη· εἰ δὲ τοῦ Λόγου ἡ σὰρξ (ὁ γὰρ Λόγος σὰρξ ἐγένετο), ἀνάγκη καὶ τὰ τῆς σαρκὸς πάθη λέγεσθαι αὐτοῦ, οὗ καὶ ἡ σάρξ ἐστιν. Οὗ δὲ λέγεται τὰ πάθη, οἷά ἐστι μάλιστα τὸ κατακριθῆναι, τὸ μαστιγωθῆναι, τὸ διψᾷν, καὶ ὁ σταυρὸς, καὶ ὁ θάνατος, καὶ αἱ ἄλλαι τοῦ σώματος ἀσθένειαι, τούτου καὶ τὸ κατόρθωμα καὶ ἡ χάρις ἐστί. ∆ιὰ τοῦτο τοίνυν ἀκολούθως καὶ πρεπόντως οὐκ ἄλλου, ἀλλὰ τοῦ Κυρίου λέγεται τὰ τοιαῦτα πάθη· ἵνα καὶ ἡ χάρις παρ' αὐτοῦ ᾖ καὶ μὴ ἄλλου λάτραι γινώμεθα, ἀλλὰ ἀληθῶς θεοσεβεῖς, ὅτι
105