ἔστιν ἰδεῖν, ἀλλὰ τὰ μὲν κτίσματα πολλὰ, ὁ δὲ Λόγος εἷς ἐστι· τίς οὐ συνορᾷ καὶ ἐκ τούτων, ὅτι ὁ Υἱὸς διέστηκε τῶν πάντων, καὶ οὐ πρὸς τὰ κτίσματα τὴν ἐξίσωσιν ἔχει, ἀλλὰ πρὸς τὸν Πατέρα τὴν ἰδιότητα; Ὅθεν οὐδὲ πολλοὶ Λόγοι, ἀλλὰ μόνος εἷς τοῦ ἑνὸς Πατρὸς Λόγος, καὶ μία τοῦ ἑνὸς Θεοῦ εἰκών ἐστιν. Ἀλλ' ἰδοὺ, φασὶ, καὶ ἥλιος μόνος εἷς καὶ ἡ γῆ μία. Ἄφρονες εἰπάτωσαν ὅτι καὶ ὕδωρ ἓν, καὶ πῦρ ἓν, ἵνα ἀκούσωσιν, ὅτι τῶν γενομένων ἕκαστον 26.205 ἓν μὲν ἔστι κατὰ τὴν ἰδίαν οὐσίαν, πρὸς δὲ τὴν ἐγ χειριζομένην διακονίαν καὶ λειτουργίαν οὐκ ἔστιν ἕκαστον ἱκανὸν καὶ μόνον αὔταρκες. Εἶπε γὰρ ὁ Θεός· Γενηθήτωσαν φωστῆρες ἐν τῷ στερεώματι τοῦ οὐρανοῦ εἰς φαῦσιν τῆς γῆς, καὶ διαχωρίζειν ἀνὰ μέσον τῆς ἡμέρας, καὶ ἀνὰ μέσον τῆς νυ κτός· καὶ ἔστωσαν εἰς σημεῖα καὶ εἰς καιροὺς, καὶ εἰς ἡμέρας, καὶ εἰς ἐνιαυτούς. Εἶτά φησι· Καὶ ἐποίησεν ὁ Θεὸς τοὺς δύο φωστῆρας, τοὺς μεγά λους, τὸν φωστῆρα τὸν μέγαν εἰς ἀρχὰς τῆς ἡμέρας, καὶ τὸν φωστῆρα τὸν ἐλάσσω εἰς ἀρχὰς τῆς νυκτὸς, καὶ τοὺς ἀστέρας· καὶ ἔθετο αὐ τοὺς ἐν τῷ στερεώματι τοῦ οὐρανοῦ, ὥστε φαίνειν ἐπὶ τῆς γῆς, καὶ ἄρχειν τῆς ἡμέρας καὶ τῆς νυκτός. Ἰδοὺ πολλοὶ φωστῆρες, καὶ οὐ μόνος ὁ ἥλιος, οὐδὲ σελήνη μόνη, ἀλλ' ἕκαστον μὲν ἕν ἐστι κατ' οὐσίαν, μία δὲ καὶ κοινὴ πάντων ἐστὶν ἡ λει τουργία· καὶ τὸ ἑκάστου λεῖπον παρὰ τοῦ ἑτέρου πληροῦται· καὶ τοῦ φωτίζειν ἡ χρεία παρὰ πάντων γίνεται. Ἥλιος γοῦν τοῦ μεθ' ἡμέραν μόνου διαστήματος φαίνειν ἔχει τὴν ἐξουσίαν, καὶ ἡ σελήνη τὴν νύκτα· οἱ δὲ ἀστέρες μετὰ τούτων τοὺς καιροὺς καὶ ἐνιαυτοὺς ἐκτελοῦσι, καὶ ἕκαστος εἰς σημεῖα γί νεται πρὸς τὴν ἀπαιτοῦσαν χρείαν. Οὕτω καὶ ἡ γῆ οὐκ εἰς πάντα, ἀλλ' εἰς μόνους τοὺς καρποὺς, καὶ βάσιν εἶναι τῶν ἐν αὐτῇ ζώων· τό τε στερέωμα δια χωρίζειν ἀνὰ μέσον ὕδατος, καὶ ὕδατος, καὶ ἡ θέσις τῶν φωστήρων ἐν αὐτῷ ἐστιν· οὕτω καὶ τὸ πῦρ καὶ τὸ ὕδωρ, μετὰ τῶν ἄλλων πάντων γέγονε, εἰς τὴν τῶν σωμάτων σύστασιν· καὶ ὅλως οὐδὲ ἓν μόνον, ἀλλ' ἕκαστον τῶν γενομένων, ὥσπερ ἀλλήλων ὄντα μέλη, ἓν καθάπερ σῶμα, τὸν κόσμον ἀποτελοῦσιν. Εἰ τοίνυν οὕτω καὶ τὸν Υἱὸν ὑπολαμβάνουσιν εἶναι, βαλ λέσθωσαν παρὰ πάντων, μέρος νομίζοντες εἶναι τῶν πάντων τὸν Λόγον, καὶ μέρος οὐχ ἱκανὸν ἄνευ τῶν ἄλλων πρὸς τὴν ἐγχειρισθεῖσαν αὐτῷ λειτουργίαν. Εἰ δὲ τοῦτο ἐκ φανεροῦ δυσσεβές ἐστιν, ἐπιγνώτωσαν, ὅτι μὴ τῶν γενητῶν ἐστιν ὁ Λόγος, ἀλλὰ τοῦ μὲν Πατρὸς μόνος ἴδιος Λόγος, τῶν δὲ γενητῶν δημιουρ γός. Ἀλλ' εἰρήκασι· Κτίσμα μὲν ἔστι, καὶ τῶν γενητῶν· ὡς δὲ παρὰ διδασκάλου καὶ τεχνίτου μεμά θηκε τὸ δημιουργεῖν, καὶ οὕτως ὑπηρέτησε τῷ δι δάξαντι Θεῷ. Ταῦτα γὰρ καὶ Ἀστέριος ὁ σοφιστὴς, ὡς μαθὼν ἀρνεῖσθαι τὸν Κύριον, γράψαι τετόλμηκεν, οὐ συνορῶν τὴν ἐκ τούτων ἀλογίαν. Εἰ γὰρ διδακτόν ἐστι τὸ δημιουργεῖν, σκοπείτωσαν μὴ καὶ αὐτὸν τὸν 26.208 Θεὸν εἴπωσι μὴ φύσει, ἀλλ' ἐπιστήμῃ δημιουργὸν εἶναι, ὥστε καὶ δυνατὸν μεταπίπτειν ἀπ' αὐτοῦ. Ἔπειτα εἰ ἡ Σοφία τοῦ Θεοῦ ἐκ διδασκαλίας ἐκτή σατο τὸ δημιουργεῖν, πῶς ἔτι σοφία ἐστὶ, δεομένη μαθημάτων; Τί δὲ ἦν καὶ πρὸ τοῦ μαθεῖν; Σοφία γὰρ οὐκ ἦν λειπομένη διδασκαλίας. Κενὸν ἄρα τι πρᾶγμα ἦν, καὶ οὐκ ἔστιν οὐσιώδης σοφία· ἀλλ' ἐκ προκοπῆς ἔσχε τὸ ὄνομα τῆς σοφίας, καὶ ἐπὶ το σοῦτον ἔσται σοφία, ἕως ἂν ὃ μεμάθηκε φυλάττῃ. Ὃ γὰρ μὴ φύσει τινὶ, ἀλλ' ἐκ μαθήσεως προσγέ γονε, δυνατόν ἐστι καὶ ἀπομαθεῖν ποτε. Τοιαῦτα δὲ λέγειν περὶ τοῦ Λόγου τοῦ Θεοῦ, οὐ Χριστιανῶν, ἀλλὰ Ἑλλήνων ἐστί. Καὶ γὰρ εἰ ἐκ διδασκαλίας τὸ δημιουργεῖν τινι προσγίνεται, φθόνον καὶ ἀσθένειαν περὶ τὸν Θεὸν εἰσάγουσιν οἱ ἄφρονες· φθόνον μὲν, ὅτι μὴ πολ λοὺς δημιουργεῖν ἐδίδαξεν, ἵν' ὥσπερ πολλοὶ ἀρ χάγγελοι καὶ ἄγγελοι, οὕτω καὶ πολλοὶ δημιουργοὶ περὶ αὐτὸν ὦσιν· ἀσθένειαν δὲ, ὅτι μὴ μόνος ἠδυνήθη ποιῆσαι, συνεργοῦ δὲ ἢ ὑπουργοῦ χρείαν ἔσχε· καίτοι δειχθείσης καὶ τῆς γενητῆς φύσεως δυνατῆς οὔσης γίνεσθαι παρὰ μόνου τοῦ Θεοῦ, εἴ γε κατ' αὐτοὺς ὁ
55