γεννᾷν, σημαντικόν ἐστιν Υἱοῦ, τὸ δὲ, ποιεῖν, δηλωτικόν ἐστι τῶν ἔργων. ∆ιὰ τοῦτο γοῦν ἡμεῖς οὐ πρῶτον γεννώμεθα, ἀλλὰ ποιούμεθα· γέγραπται γάρ· Ποιήσωμεν ἄνθρωπον· ὕστερον δὲ, δεξάμενοι τὴν τοῦ Πνεύματος χάριν, λεγόμεθα τό τε λοιπὸν καὶ γεννᾶσθαι. Ἀμέλει καὶ ἐν τῇ Ὠδῇ Μωσῆς ὁ μέγας μετὰ διανοίας καλῆς πρῶτον τὸ, ἐκτήσατο, καὶ ὕστερον τὸ, ἐγέννησεν, εἴρηκεν, ὑπὲρ τοῦ μὴ, ἀκούσαντας τὸ, ἐγέννησεν, ἐπιλαθέσθαι αὐτοὺς τῆς ἐξ ἀρχῆς ἑαυτῶν φύσεως, ἀλλ' ἵνα γινώσκω σιν, ὅτι ἐξ ἀρχῆς μέν εἰσι κτίσματα, ὅταν δὲ κατὰ χάριν λέγωνται γεννᾶσθαι, ὡς υἱοὶ, ἀλλ' οὐδὲν ἧτ τόν εἰσι πάλιν οἱ ἄνθρωποι ποιήματα κατὰ φύσιν. Ὅτι δὲ οὐ ταὐτόν ἐστι κτίσμα καὶ γέννημα, ἀλλὰ διεστήκασιν ἀλλήλων τῇ τε φύσει καὶ τῇ ἐκ τῶν λέξεων σημασίᾳ, αὐτὸς ὁ Κύριος ἐν αὐταῖς ταῖς Παρ 26.276 οιμίαις δείκνυσιν. Εἰρηκὼς γὰρ τὸ, Κύριος ἔκ τισέ με ἀρχὴν ὁδῶν αὐτοῦ, ἐπήγαγε· Πρὸ δὲ πάντων βουνῶν γεννᾷ με. Εἰ μὲν οὖν ἦν φύσει καὶ τῇ οὐσίᾳ κτίσμα ὁ Λόγος, καὶ διαφορὰ ἦν τοῦ γεννή ματος πρὸς τὸ κτίσμα, οὐκ ἂν ἐπήγαγε τὸ, γεννᾷ με, ἀλλ' ἠρκεῖτο τῷ, ἔκτισεν, ὡς τῆς λέξεως ταύτης σημαινούσης τὸ, ἐγέννησε· νῦν δὲ εἰρηκὼς, Ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ, ἐπήγαγεν οὐχ ἁπλῶς τὸ, γεννᾷ με, ἀλλὰ μετὰ συμπλοκῆς τοῦ, δὲ, συνδέσμου, ὡς ἀσφαλιζόμενος ἐν τούτῳ τὴν τοῦ, ἔκτισε, λέξιν, λέγων· Πρὸ δὲ πάντων βου νῶν γεννᾷ με. Τὸ γὰρ, γεννᾷ με, τῷ, ἔκτισε, συμπεπλεγμένως ἐπιφερόμενον μίαν ποιεῖ τὴν διά νοιαν καὶ δείκνυσιν, ὅτι τὸ μὲν, ἔκτισε, διά τι εἴρη ται· τὸ δὲ γεννᾷ με, πρὸ τοῦ, ἔκτισεν, ἐστίν. Ὥσπερ γὰρ εἰ ἔμπαλιν εἰρήκει, Κύριος γεννᾷ με, καὶ ἐπ έφερε· Πρὸ δὲ πάντων βουνῶν ἔκτισέ με, πάν τως προηγεῖτο τοῦ, ἐγέννησε, τὸ, ἔκτισεν· οὕτως εἰρηκὼς πρῶτον, ἔκτισεν, εἶτα ἐπαγαγὼν, πρὸ δὲ πάντων γεννᾷ με, ἐξ ἀνάγκης δείκνυσι προηγεῖσθαι τὸ, ἐγέννησε, τοῦ, ἔκτισε. Καὶ γὰρ καὶ λέγων, πρὸ πάντων γεννᾷ με, ἄλλον ἑαυτὸν εἶναι τῶν πάντων σημαίνει, δειξάσης ἐν τοῖς πρὸ τούτων τῆς ἀληθείας, ὅτι περὶ τῶν κτισμάτων οὐδὲν ἕτερον τοῦ ἑτέρου προγέγονεν, ἀλλ' ἀθρόως ἅμα πάντα τὰ γενητὰ ἑνὶ καὶ τῷ αὐτῷ προστάγματι ὑπέστη. ∆ιὰ τοῦτο γοῦν οὐδὲ τὰ ἐπὶ τοῦ, ἔκτισε, ταῦτα καὶ ἐπὶ τοῦ, γεννᾷ με, κεῖται· ἀλλ' ἐπὶ μὲν τοῦ, ἔκτισε, κεῖται, ἀρχὴν ὁδῶν· ἐπὶ δὲ τοῦ, γεννᾷ με, οὐκ εἶπεν, ἀρχὴν γεννᾷ με, ἀλλὰ, πρὸ πάντων γεννᾷ με. Ὁ δὲ πρὸ πάντων ὢν οὐκ ἔστιν ἀρχὴ τῶν πάντων ἀλλ' ἄλλος ἐστὶ τῶν πάντων. Εἰ δὲ ἄλλος ἐστὶ τῶν πάν των, ἐν οἷς καὶ ἡ ἀρχὴ τῶν πάντων σημαίνεται, δῆλον ὅτι ἄλλος ἐστὶ τῶν κτισμάτων· καὶ συνίσταται φανε ρῶς, ὅτι ἄλλος ὢν ὁ Λόγος τῶν πάντων καὶ πρὸ πάντων ὢν, ὕστερον κτίζεται ἀρχὴ τῶν ὁδῶν εἰς ἔργα διὰ τὴν ἐνανθρώπησιν, ἵνα, ὡς εἶπεν ὁ Ἀπόστο λος, ὅς ἐστιν ἀρχὴ πρωτότοκος ἐκ τῶν νεκρῶν, ἵνα γένηται ἐν πᾶσιν αὐτὸς πρωτεύων. Τοιαύτης τοίνυν οὔσης τῆς διαφορᾶς τοῦ, ἔκ τισε, καὶ τοῦ, γεννᾷ με, καὶ, τῆς ἀρχῆς ὁδῶν, καὶ τοῦ, πρὸ πάντων· τῶν μὲν ἀνθρώπων κτίστης ὢν ὁ Θεὸς, οὕτως, ὥσπερ εἴρηται, γίνεται καὶ ὕστερον Πατὴρ, διὰ τὸν ἐν αὐτοῖς οἰκοῦντα Λόγον αὐτοῦ. Ἐπὶ δὲ τοῦ Λόγου τὸ ἔμπαλιν· Πατὴρ γὰρ ὢν αὐτοῦ 26.277 φύσει ὁ Θεὸς, γίνεται μετὰ ταῦτα καὶ κτίστης αὐτοῦ καὶ ποιητὴς, ὅταν τὴν κτισθεῖσαν καὶ ποιηθεῖσαν ἐν δύσηται σάρκα ὁ Λόγος, καὶ γένηται ἄνθρωπος. Ὥσπερ γὰρ οἱ ἄνθρωποι λαμβάνοντες τὸ Πνεῦμα τοῦ Υἱοῦ, γίνονται τέκνα δι' αὐτοῦ· οὕτως ὁ Λόγος τοῦ Θεοῦ, ὅτε καὶ αὐτὸς ἐνεδύσατο τῶν ἀνθρώπων τὴν σάρκα, τότε λέγεται καὶ κτίζεσθαι καὶ πεποιῆσθαι. Εἰ μὲν οὖν ἡμεῖς κατὰ φύσιν υἱοὶ, δῆλον ὅτι κἀκεῖ νος κατὰ φύσιν κτίσμα καὶ ποίημα· εἰ δὲ ἡμεῖς θέ σει καὶ κατὰ χάριν γινόμεθα υἱοὶ, δῆλον ὅτι καὶ ὁ Λόγος διὰ τὴν εἰς ἡμᾶς χάριν γενόμενος ἄνθρω πος εἴρηκε· Κύριος ἔκτισέ με. Εἶτα ἐπειδὴ τὸ κτι στὸν ἐνδυσάμενος γέγονεν ἡμῖν ὅμοιος κατὰ τὸ σῶμα, διὰ τοῦτο εἰκότως καὶ ἀδελφὸς ἡμῶν καὶ πρω τότοκος ἐκλήθη. Εἰ γὰρ καὶ μεθ' ἡμᾶς δι' ἡμᾶς γέγονεν ἄνθρωπος, καὶ ἀδελφὸς ἡμῶν διὰ τὴν τοῦ σώματος ὁμοίωσιν, ἀλλὰ
74