ἴδιον αὐτὸ τὸ σῶμα. Καὶ αὐτὸς μὲν ἀπαθὴς τὴν φύσιν, ὡς ἔστι, διαμέ νει, μὴ βλαπτόμενος ἀπὸ τούτων, ἀλλὰ μᾶλλον ἐξ αφανίζων καὶ ἀπολλύων αὐτά· οἱ δὲ ἄνθρωποι, ὡς εἰς τὸν ἀπαθῆ μεταβάντων αὐτῶν τῶν παθῶν καὶ 26.397 ἀπηλειμμένων, ἀπαθεῖς καὶ ἐλεύθεροι τούτων λοιπὸν καὶ αὐτοὶ εἰς τοὺς αἰῶνας γίγνονται, καθὼς ἐδίδαξεν ὁ Ἰωάννης λέγων· Καὶ οἴδατε, ὅτι ἐκεῖνος ἐφα νερώθη, ἵνα τὰς ἁμαρτίας ἡμῶν ἄρῃ· καὶ ἁμαρτία ἐν αὐτῷ οὐκ ἔστι. Τούτου δὲ οὕτως ὄντος, οὐκ ἐγκαλέσει τις αἱρετικὸς, ∆ιὰ τί ἀνίσταται ἡ σὰρξ φύσει θνητὴ τυγχάνουσα; Εἰ δὲ καὶ ἀνίσταται, διὰ τί μὴ πάλιν πεινᾷ καὶ διψᾷ, καὶ πάσχει, καὶ μένει θνητή; Ἐκ γὰρ τῆς γῆς γέγονε, καὶ τὸ κατὰ φύσιν πῶς ἂν ἀπ' αὐτῆς παύσοιτο; ∆υναμένης τότε τῆς σαρκὸς ἀποκρίνεσθαι πρὸς τὸν οὕτω φιλό νεικον αἱρετικόν· Εἰμὶ μὲν ἐκ γῆς κατὰ φύσιν θνητὴ, ἀλλ' ὕστερον τοῦ Λόγου γέγονα σὰρξ, καὶ αὐτὸς ἐβάσταξέ μου τὰ πάθη, καίτοι ἀπαθὴς ὤν· ἐγὼ δὲ γέγονα τούτων ἐλευθέρα, οὐκ ἀφιεμένη δουλεύειν ἔτι τούτοις διὰ τὸν ἐλευθερώσαντά με Κύριον ἀπὸ τούτων. Εἰ γὰρ ἐγκαλεῖς, ὅτι τῆς κατὰ φύσιν ἀπηλ λάγην φθορᾶς, ὅρα μὴ ἐγκαλέσῃς, ὅτι ὁ τοῦ Θεοῦ Λόγος τὴν ἐμὴν τῆς δουλείας ἔλαβε μορφήν. Ὡς γὰρ ὁ Κύριος, ἐνδυσάμενος τὸ σῶμα, γέγονεν ἄνθρωπος, οὕτως ἡμεῖς οἱ ἄνθρωποι παρὰ τοῦ Λόγου τε θεο ποιούμεθα προσληφθέντες διὰ τῆς σαρκὸς αὐτοῦ, καὶ λοιπὸν ζωὴν αἰώνιον κληρονομοῦμεν. Ταῦτα ἀναγκαίως προεξητάσαμεν, ἵνα, ἐὰν ἴδωμεν αὐτὸν δι' ὀργάνου τοῦ ἰδίου σώματος θεϊκῶς πράττοντά τι ἢ λέγοντα, γινώσκωμεν, ὅτι Θεὸς ὢν, ταῦτα ἐργάζεται· καὶ πάλιν, ἐὰν ἴδωμεν αὐ τὸν ἀνθρωπίνως λαλοῦντα, ἢ πάσχοντα, μὴ ἀγνοῶ μεν, ὅτι σάρκα φορῶν γέγονεν ἄνθρωπος, καὶ οὕτω ταῦτα ποιεῖ καὶ λαλεῖ. Ἑκάστου γὰρ τὸ ἴδιον γινώ σκοντες, καὶ ἀμφότερα ἐξ ἑνὸς πραττόμενα βλέποντες καὶ νοοῦντες, ὀρθῶς πιστεύομεν, καὶ οὐκ ἄν ποτε πλανηθησόμεθα. Ἐὰν δέ τις, θεϊκῶς τὰ παρὰ τοῦ Λόγου γινόμενα βλέπων, ἀρνήσηται τὸ σῶμα, ἢ καὶ τὰ τοῦ σώματος ἴδια βλέπων, ἀρνήσηται τὴν τοῦ Λόγου ἔνσαρκον παρουσίαν, ἢ ἐκ τῶν ἀνθρωπί νων ταπεινὰ περὶ τοῦ Λόγου φρονήσῃ, ὁ τοιοῦτος, ὡς μὲν Ἰουδαϊκὸς κάπηλος μίσγων τὸν οἶνον ὕδατι, σκάνδαλον νομίσει τὸν σταυρὸν, ὡς δὲ Ἕλλην, 26.400 μωρίαν ἡγήσεται τὸ κήρυγμα, οἷα δὴ καὶ οἱ θεομάχοι Ἀρειανοὶ πεπόνθασι. Τὰ γὰρ ἀνθρώπινα βλέποντες τοῦ Σωτῆρος, ἐνόμισαν αὐτὸν εἶναι κτίσμα. Οὐκοῦν ἔδει καὶ τὰ θεϊκὰ βλέποντας αὐτοὺς ἔργα τοῦ Λό γου, ἀρνήσασθαι τοῦ σώματος αὐτοῦ τὴν γένε σιν, καὶ λοιπὸν καὶ Μανιχαίοις ἑαυτοὺς συγκατ αριθμεῖν. Ἀλλ' ἐκεῖνοι μὲν κἂν ὀψέ ποτε μανθα νέτωσαν, ὅτι ὁ Λόγος σὰρξ ἐγένετο· ἡμεῖς δὲ, τὸν σκοπὸν τῆς πίστεως ἔχοντες, ἐπιγινώσκωμεν ἃ διανοοῦνται οὗτοι κακῶς, ὀρθὴν ἔχοντα τὴν διάνοιαν. Τὸ γὰρ, Ὁ Πατὴρ ἀγαπᾷ τὸν Υἱὸν, καὶ, πάντα δέδωκεν ἐν τῇ χειρὶ αὐτοῦ· καὶ τὸ, Πάντα μοι παρεδόθη ὑπὸ τοῦ Πατρός μου· καὶ τὸ, Οὐ δύνα μαι ἐγὼ ποιεῖν ἀπ' ἐμαυτοῦ οὐδέν· ἀλλὰ καθ ὼς ἀκούω, κρίνω· καὶ ὅσα τοιαῦτά ἐστι ῥητὰ, οὐ τὸ μὴ ἐσχηκέναι ποτὲ τὸν Υἱὸν ταῦτα δείκνυσι. Πῶς γὰρ ἃ ἔχει ὁ Πατὴρ, οὐκ εἶχεν ἀϊδίως ὁ μόνος κατ' οὐσίαν τοῦ Πατρὸς Λόγος καὶ Σοφία, ὁ καὶ λέ γων· Πάντα ὅσα ἔχει ὁ Πατὴρ, ἐμά ἐστι· καὶ, τὰ ἐμὰ τοῦ Πατρός ἐστιν; Εἰ γὰρ τὰ τοῦ Πατρὸς τοῦ Υἱοῦ ἐστιν, ἀεὶ δὲ ταῦτα ἔχει ὁ Πατὴρ, δῆλον ὅτι ἃ ἔχει ὁ Υἱὸς, ταῦτα ὄντα τοῦ Πατρὸς, ἀεί ἐστιν ἐν αὐτῷ. Οὐ διὰ τὸ μὴ ἐσχηκέναι οὖν ποτε ταῦτα ἔλεγεν· ἀλλ' ὃ ἔχων ἀϊδίως ὁ Υἱὸς ἃ ἔχει, παρὰ τοῦ Πατρὸς ἔχει. Ἵνα γὰρ μή τις, βλέπων τὸν Υἱὸν ἔχοντα πάντα ὅσα ἔχει ὁ Πατὴρ, ἐκ τῆς ἀπαραλλάκτου ὁμοιότητος καὶ ταυτότητος ὧν ἔχει, πλανηθεὶς κατὰ Σαβέλλιον ἀσεβήσῃ, νομίσας αὐτὸν εἶναι τὸν Πατέρα· διὰ τοῦτο τὸ, ἐδόθη μοι, καὶ τὸ, ἔλαβον, καὶ τὸ, παρεδόθη μοι, εἴρηκεν ὑπὲρ τοῦ μόνον δεῖξαι ὅτι οὐκ ἔστιν αὐτὸς ὁ Πατὴρ, ἀλλὰ τοῦ Πατρὸς ὁ Λόγος, καὶ ὁ ἀΐδιος Υἱός ἐστι, διὰ μὲν τὴν ὁμοιότη τα τοῦ Πατρὸς ἔχων ἀϊδίως ἅπερ ἔχει παρ' αὐτοῦ· διὰ δὲ τὸ εἶναι αὐτὸν Υἱὸν, ἐκ τοῦ Πατρὸς ἔχει
107