προσκυνεῖ καὶ τὸν βασιλέα· ἡ γὰρ ἐκείνου μορφὴ καὶ τὸ εἶδός ἐστιν ἡ εἰκών. Ἐπεὶ τοίνυν καὶ ὁ Υἱὸς εἰκών ἐστι τοῦ Πατρὸς, ἐξ ἀνάγκης ἐστὶ νοεῖν, ὅτι ἡ θεότης καὶ ἡ ἰδιότης τοῦ Πατρὸς τὸ εἶναι τοῦ Υἱοῦ ἐστι. Καὶ τοῦτό ἐστιν, Ὃς ἐν μορφῇ Θεοῦ ὑπάρχων, καὶ, Ὁ Πατὴρ ἐν ἐμοί. Οὐκ ἐκ μέρους δὲ ἡ τῆς θεότητος μορφὴ, ἀλλὰ τὸ πλήρωμα τῆς τοῦ Πατρὸς θεότητός ἐστι τὸ εἶναι τοῦ Υἱοῦ, καὶ ὅλος Θεός ἐστιν ὁ Υἱός. ∆ιὰ τοῦτο καὶ ἴσα Θεῷ ὢν, οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ· καὶ πάλιν ἐπειδὴ τοῦ Υἱοῦ ἡ θεότης καὶ τὸ εἶδος οὐδενὸς ἄλλου, ἢ τοῦ Πατρός ἐστι, τοῦτό ἐστιν, ὅπερ εἶπε τὸ, Ἐγὼ ἐν τῷ Πατρί· Οὕτω Θεὸς ἦν ἐν Χριστῷ κόσμον ἑαυτῷ καταλλάσσων· τὸ γὰρ ἴδιον τῆς τοῦ Πατρὸς οὐσίας ἐστὶν ὁ Υἱὸς, ἐν ᾧ ἡ κτίσις πρὸς τὸν Θεὸν κατηλλάσσετο. Οὕτως ἃ εἰργά ζετο ὁ Υἱὸς, τοῦ Πατρός ἐστιν ἔργα· τὸ γὰρ εἶδος τῆς τοῦ Πατρὸς θεότητός ἐστιν ὁ Υἱὸς, ἥτις εἰργάζετο τὰ ἔργα· οὕτω δὲ ὁ βλέπων τὸν Υἱὸν ὁρᾷ τὸν Πα τέρα· ἐν γὰρ τῇ πατρῴᾳ θεότητί ἐστι καὶ θεωρεῖται ὁ Υἱός· καὶ τὸ ἐν αὐτῷ πατρικὸν εἶδος δείκνυσιν ἐν αὐτῷ τὸν Πατέρα· καὶ οὕτως ἐστὶν ὁ Πατὴρ ἐν τῷ Υἱῷ. Καὶ ἡ ἐκ τοῦ Πατρὸς δὲ ἐν Υἱῷ ἰδιότης καὶ θεότης δείκνυσι τὸν Υἱὸν ἐν τῷ Πατρὶ, καὶ τὸ ἀεὶ 26.333 ἀδιαίρετον αὐτοῦ· καὶ ὁ ἀκούων δὲ καὶ βλέπων τὰ λεγόμενα περὶ τοῦ Πατρὸς, ταῦτα λεγόμενα περὶ τοῦ Υἱοῦ, οὐ κατὰ χάριν ἢ μετοχὴν ἐπιγενόμενα τῇ οὐσίᾳ αὐτοῦ, ἀλλ' ὅτι αὐτὸ τὸ εἶναι τοῦ Υἱοῦ ἴδιον τῆς πατρικῆς οὐσίας ἐστὶ γέννημα, νοήσει καλῶς τὸ εἰρημένον, καθὰ προεῖπον, Ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί· καὶ, Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν. Ἔστι γὰρ ὁ Υἱὸς, οἷος ὁ Πατὴρ, τῷ πάντα τὰ τοῦ Πα τρὸς ἔχειν· διὸ καὶ μετὰ τοῦ Πατρὸς σημαίνεται. Πατέρα γὰρ οὐκ ἄν τις εἴποι, μὴ ὑπάρχοντος Υἱοῦ. Ὁ μέντοι ποιητὴν λέγων τὸν Θεὸν, οὐ πάντως καὶ τὰ γενόμενα δηλοῖ· ἔστι γὰρ καὶ πρὸ τῶν ποιημά των ποιητής· ὁ δὲ Πατέρα λέγων εὐθὺς μετὰ τοῦ Πα τρὸς σημαίνει καὶ τὴν τοῦ Υἱοῦ ὕπαρξιν. ∆ιὰ τοῦτο καὶ ὁ πιστεύων εἰς τὸν Υἱὸν εἰς τὸν Πατέρα πι στεύει· εἰς γὰρ τὸ ἴδιον τῆς τοῦ Πατρὸς οὐσίας πι στεύει· καὶ οὕτω μία ἐστὶν ἡ πίστις εἰς ἕνα Θεόν· καὶ ὁ προσκυνῶν δὲ καὶ τιμῶν τὸν Υἱὸν ἐν Υἱῷ προσκυνεῖ καὶ τιμᾷ τὸν Πατέρα. Μία γάρ ἐστιν ἡ θεό της· καὶ διὰ τοῦτο μία τιμὴ καὶ μία ἐστὶ προσκύνησις ἡ ἐν Υἱῷ καὶ δι' αὐτοῦ γινομένη τῷ Πατρί· καὶ ὁ οὕτω προσκυνῶν ἕνα Θεὸν προσκυνεῖ· εἷς γὰρ Θεός ἐστι, καὶ οὐκ ἔστιν ἄλλος πλὴν αὐτοῦ. Ὅτε γοῦν μό νος λέγεται ὁ Πατὴρ Θεός· καὶ ὅτι εἷς Θεός ἐστι, καὶ τὸ, Ἐγώ εἰμι, καὶ, Πλὴν ἐμοῦ οὐκ ἔστι Θεός· καὶ τὸ, Ἐγὼ πρῶτος, καὶ ἐγὼ μετὰ ταῦτα, καλῶς λέγεται· εἷς γὰρ Θεὸς καὶ μόνος καὶ πρῶτός ἐστιν. Οὐκ εἰς ἀναίρεσιν δὲ τοῦ Υἱοῦ λέγεται. Μὴ γένοιτο ἔστι γὰρ καὶ αὐτὸς ἐν τῷ ἑνὶ, καὶ πρώτῳ, καὶ μόνῳ, ὡς τοῦ ἑνὸς καὶ μόνου καὶ πρώτου καὶ μόνος Λόγος, καὶ σοφία, καὶ ἀπαύγασμα ὤν. Ἔστι δὲ καὶ πρῶτος καὶ αὐτὸς, πλήρωμα τῆς τοῦ πρώτου καὶ μόνου θεό τητος, ὅλος καὶ πλήρης ὢν Θεός. Οὐκοῦν οὐ δι' αὐτὸν εἴρηται, ἀλλ' εἰς ἀναίρεσιν τοῦ μὴ εἶναι ἕτερον, οἷός ἐστιν ὁ Πατὴρ, καὶ ὁ τούτου Λόγος· καὶ ἔστι μὲν αὐτὸς ὁ νοῦς τοῦ προφήτου φανερὸς καὶ πᾶσι πρόδηλος. Ἐπειδὴ δὲ οἱ ἀσεβεῖς καὶ ταῦτα φέροντες δυσ φημοῦσι μὲν τὸν Κύριον, ὀνειδίζουσι δὲ ἡμῖν λέγον τες· Ἰδοὺ εἷς, καὶ μόνος, καὶ πρῶτος λέγεται ὁ Θεὸς, πῶς ὑμεῖς λέγετε τὸν Υἱὸν εἶναι Θεόν; Εἰ γὰρ ἦν Θεὸς, οὐκ ἂν ἔλεγεν, Ἐγὼ μόνος, οὐδὲ ὅτι εἷς ἐστιν ὁ Θεός· ἀναγκαῖον τὸν νοῦν καὶ τούτων 26.336 τῶν ῥητῶν, ὡς δυνατόν ἐστιν, εἰπεῖν, ἵνα πάντες γνῶσι καὶ ἐκ τούτων, ὅτι ὄντως εἰσὶν οἱ Ἀρειανοὶ θεομάχοι. Εἰ μὲν οὖν ἅμιλλα τῷ Υἱῷ ἐστι πρὸς τὸν Πατέρα, τοιαύτας ἀκουέτω φωνάς· καὶ εἰ ὥσπερ ∆αβὶδ ἤκουσε περὶ τοῦ Ἀδωνίου καὶ τοῦ Ἀβεσσαλὼμ, οὕτω καὶ ὁ Πατὴρ βλέπει τὸν Υἱόν· πρὸς ἑαυτὸν λεγέτω καὶ προφερέτω τοιαῦτα ῥήματα, μήποτε ὁ Υἱὸς, λέγων ἑαυτὸν Θεὸν, ἀποστήσῃ τινὰς ἀπὸ τοῦ Πατρός· εἰ δὲ ὁ γινώσκων τὸν Υἱὸν γινώσκει μᾶλλον τὸν Πατέρα, ἀποκαλύπτοντος τοῦτον αὐτῷ τοῦ Υἱοῦ, καὶ ἐν τῷ Λόγῳ ὄψεται μᾶλλον τὸν Πατέρα,
90