ἀρνεῖσθαι τὴν φύσει καὶ γνησίαν γέννησιν τὴν ἐκ τοῦ Πατρὸς τοῦ Υἱοῦ· ἀκού οντες δὲ ποιήματος φωνὰς καὶ λέξεις, εὐθὺς εἰς τὸ νομίζειν φύσει ποίημα τὸν Υἱὸν καταφέρονται, καὶ ἀρνοῦνται τὸν Λόγον· καίτοι δυνάμενοι, διὰ τὸ γεγενῆσθαι αὐτὸν ἄνθρωπον, πάσας τὰς τοιαύ τας λέξεις ἐπιῤῥίπτειν ἐπὶ τὸ ἀνθρώπινον αὐτοῦ. Πῶς οὖν καὶ οὗτοι οὐ βδελυκτοὶ παρὰ τῷ Κυρίῳ δείκνυνται, δισσὰ στάθμια παρ' ἑαυτοῖς ἔχοντες, καὶ τῷ μὲν ἐκεῖνα λογιζόμενοι, τῷ δὲ τὸν Κύριον βλασφημοῦντες; Ἀλλ' ἴσως τὸ μὲν, δοῦλος, ὡς κατὰ διάθεσιν λεγόμενον συντίθενται· τὸ δὲ, τῷ ποιή σαντι, κατέχουσιν, ὡς μέγα τι βοήθημα τῆς αἱρέσεως αὐτῶν. Ἔστι δὲ αὐτοῖς καὶ τοῦτο κάλαμος τεθλασμέ 26.156 νος τὸ ἔρεισμα· καταγνώσονται γὰρ εὐθὺς ἑαυτῶν, εἰ μάθοιεν τὸ τῆς Γραφῆς ἰδίωμα. Καὶ γὰρ ὥσπερ δοῦ λος λέγεται ὁ Σολομὼν, καίπερ ὢν υἱός· οὕτως, ἵνα τὰ ἐν τοῖς προτέροις εἰρημένα πάλιν εἴπωμεν, εἰ καὶ ποιουμένους καὶ κτιζομένους καὶ γινομένους τοὺς ἐξ ἑαυτῶν φυομένους υἱοὺς λέγοιεν οἱ γονεῖς, οὐ δὲν ἧττον οὐκ ἀρνοῦνται τὴν φύσιν. Ὁ γοῦν Ἐζεχίας, ὡς ἐν τῷ Ἡσαΐᾳ γέγραπται, εὐχόμενος ἔλεγεν· Ἀπὸ γὰρ τῆς σήμερον παιδία ποιήσω, ἂ ἀναγγελοῦσι τὴν δικαιοσύνην σου, Κύριε τῆς σωτηρίας μου. Καὶ αὐτὸς μὲν ἔλεγε, ποιήσω· ὁ δὲ προφήτης ἔν τε αὐτῷ τῷ βι βλίῳ, καὶ τῇ τετάρτῃ τῶν Βασιλειῶν οὕτω φησί· Καὶ οἱ υἱοί σου, οἳ ἐξελεύσονται ἐκ σοῦ. Ἀντὶ τοῦ γεννᾷν, ἄρα τὸ, ποιήσω, εἴρηκε· καὶ τοὺς ἐξ αὐτοῦ φυομένους, ὡς ποιουμένους φησί. Καὶ οὐ δια φέρεταί τις, ὡς περὶ τοῦ φύσει γεννήματός ἐστιν ἡ λέξις. Καὶ Εὔα δὲ τεκοῦσα τὸν Κάϊν, εἶπεν· Ἐκτησάμην ἄνθρωπον διὰ τοῦ Θεοῦ. Ἀντὶ τοῦ, τεκεῖν, ἄρα καὶ αὐτὴ τὸ, ἐκτησάμην, εἴρηκε. Καὶ γὰρ πρότερον ἰδοῦσα τὸν τόκον, ὕστερον εἶπε τὸ, ἐκτη σάμην. Καὶ οὐ διὰ τὸ, ἐκτησάμην, νομίσειεν ἄν τις ἔξωθεν ἠγοράσθαι τὸν Κάϊν, καὶ μὴ ἐξ αὐτῆς τετέχθαι. Καὶ ὁ πατριάρχης δὲ Ἰακὼβ ἔλεγε τῷ Ἰωσήφ· Νῦν οὖν οἱ δύο υἱοί σου, οἱ γενό μενοί σοι ἐν Αἰγύπτῳ, πρὸ τοῦ με ἐλθεῖν πρὸς σὲ εἰς Αἴγυπτον, ἐμοί εἰσιν, Ἐφραῒμ καὶ Μανασσῆς. Καὶ ἡ Γραφὴ δὲ περὶ τοῦ Ἰώβ φησιν· Ἐγένοντοαὐτῷ υἱοὶ ἑπτὰ, καὶ θυγατέρες τρεῖς· ὥσπερ καὶ Μωϋσῆς εἴρηκεν ἐν τῷ νόμῳ· Ἐὰν δὲ γένωνταί τινι υἱοί· καὶ, ἐὰν ποιήσῃ υἱόν. Ἰδοὺ πάλιν τοὺς γεννηθέντας, ὡς γενομένους καὶ ποιηθέντας εἰρήκασιν, εἰδότες, ὅτι ἕως ὁμολογοῦνται υἱοὶ, κἂν λέγῃ τις, ἐγένοντο, ἢ ἐκτη σάμην, ἢ ἐποίησα, οὐδὲν διαφέρει. Ἡ γὰρ φύσις καὶ ἡ ἀλήθεια ἕλκει τὴν διάνοιαν εἰς ἑαυτήν. ∆ιὸ καὶ πρὸς τοὺς ζητοῦντας, εἰ κτίσμα καὶ ποίημά ἐστιν ὁ Κύριος, χρὴ πρότερον ζητεῖν εἰ Υἱός ἐστι, καὶ Λόγος, καὶ Σοφία. Τούτων γὰρ ἀποδεικνυμένων, ἐκβάλλεται εὐθὺς καὶ παύεται ἡ περὶ τοῦ ποιήματος καὶ κτίσματος ὑπόνοια· οὔτε γὰρ τὸ ποίημα Υἱὸς καὶ Λόγος ἂν εἴη, οὔτε ὁ Υἱὸς ποίημα ἂν εἴη. Τούτων δὲ πάλιν οὕτως ὄντων, φανερὰ πᾶσιν ἀπόδει ξις, ὡς ἡ λέξις ἡ λέγουσα, τῷ ποιήσαντι αὐτὸν, οὐκ εἰς ὄνησίν ἐστι τῇ αἱρέσει αὐτῶν, ἀλλὰ μᾶλλον εἰς κα τάγνωσιν. ∆έδεικται γὰρ ὅτι ἡ τοῦ, ἐποίησε, λέξις, καὶ ἐπὶ τῶν γνησίων καὶ φύσει τέκνων ἐν τῇ θείᾳ κεῖται Γραφῇ· ὅθεν τοῦ Κυρίου ἀποδεικνυμένου 26.157 φύσει καὶ γνησίου Υἱοῦ, Λόγου, καὶ Σοφίας τοῦ Πα τρὸς, κἂν λέγηται ἐπ' αὐτοῦ τὸ, ἐποίησεν, ἢ τὸ, ἐγένετο. οὐχ ὡς ποιήματος ὄντος αὐτοῦ λέγε ται, ἀλλ' ἀδιαφόρως τῇ λέξει χρῶνται οἱ ἅγιοι, ὡς ἐπὶ τοῦ Σολομῶνος, καὶ τῶν Ἐζεχίου τέκνων. Καὶ γὰρ καὶ αὐτῶν γεννησάντων ἐξ ἑαυτῶν, γέγραπται· ἐποίησα, καὶ, ἐκτησάμην, καὶ, ἐγένετο. Οὐκ οῦν τὰ τοιαῦτα λεξείδια πολλάκις προφασισάμενοι οἱ θεομάχοι, ὀφείλουσι κἂν ὀψέ ποτε ἐκ τῶν εἰρημέ νων ἀποθέσθαι τὴν ἀσεβῆ φρόνησιν, καὶ φρονῆσαι περὶ τοῦ Κυρίου ὅτι Υἱός ἐστιν ἀληθινὸς, Λόγος καὶ Σοφία τοῦ Πατρὸς, οὐ ποίημα, οὐ κτίσμα. Εἰ γὰρ ποίημά ἐστιν ὁ Υἱὸς, ἐν ποίῳ ἆρα λόγῳ καὶ ἐν ποίᾳ σοφίᾳ γέγονεν αὐτός; Πάντα γὰρ τὰ ποιήματα διὰ τοῦ Λόγου καὶ τῆς Σοφίας γέγονε, καθὼς γέγρα πται· Πάντα ἐν Σοφίᾳ ἐποίησας· καὶ, Πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο
41