ἅπερ ἀϊδίως ἔχει. Ὅτι γὰρ τὸ, ἐδόθη, καὶ τὸ, παρ εδόθη, καὶ τὰ ὅμοια τούτοις, οὐκ ἐλαττοῖ τὴν θεό τητα τοῦ Υἱοῦ, ἀλλὰ καὶ μᾶλλον δείκνυσιν αὐτὸν ἀλη θῶς Υἱὸν, ἔξεστι καὶ ἀπ' αὐτῶν τῶν ῥητῶν κα ταμαθεῖν. Εἰ γὰρ πάντα αὐτῷ παρεδόθη· πρῶτον μὲν ἄλλος ἐστὶ τῶν πάντων, ὧν παρέλαβεν· ἔπειτα, πάν 26.401 των ὢν κληρονόμος, μόνος ὁ Υἱός ἐστι καὶ ἴδιος κατ' οὐσίαν τοῦ Πατρός. Εἰ γὰρ εἷς ἦν τῶν πάντων, οὐ πάντων ἦν αὐτὸς κληρονόμος· ἀλλὰ καὶ ἕκαστος ἐλάμβανεν, ὡς ἤθελε καὶ ἐδίδου ὁ Πατήρ. Νῦν δὲ, πάντα λαμβάνων αὐτὸς, ἄλλος ἐστὶ τῶν πάντων καὶ μόνος ἴδιος τοῦ Πατρός. Ὅτι δὲ πάλιν τὸ, ἐδόθη, καὶ, παρεδόθη, οὐ τό ποτε μὴ ἔχειν αὐτὸν δείκνυσι, δυνατὸν ἐκ τοῦ ὁμοίου ῥητοῦ καὶ περὶ πάντων συν ιδεῖν τὸ τοιοῦτον. Φησὶ γὰρ αὐτὸς ὁ Σωτήρ· Ὥσπερ ὁ Πατὴρ ζωὴν ἔχει ἐν ἑαυτῷ, οὕτως καὶ τῷ Υἱῷ δέδωκε ζωὴν ἔχειν ἐν ἑαυτῷ. Ἐκ μὲν γὰρ τοῦ λέγειν, δέδωκε, σημαίνει ἑαυτὸν μὴ εἶναι τὸν Πα τέρα· ἐν δὲ τῷ λέγειν, οὕτως, δείκνυσι τὴν πρὸς τὸν Πατέρα τοῦ Υἱοῦ φυσικὴν ὁμοιότητα καὶ ἰδιότητα. Εἰ μὲν οὖν ἦν ποτε ὅτε οὐκ εἶχεν ὁ Πατὴρ, δῆλον, ὅτι καὶ ὁ Υἱὸς ἦν ὅτε οὐκ εἶχεν. Ὡς γὰρ ὁ Πα τὴρ, οὕτως καὶ ὁ Υἱὸς ἔχει. Εἰ δὲ ἀσεβὲς μὲν τοῦτο λέγειν, εὐσεβὲς δὲ μᾶλλόν ἐστιν εἰπεῖν, ὅτι ἀεὶ ἔχει ὁ Πατήρ· πῶς οὐκ ἄτοπον τοῦ Υἱοῦ λέγοντος, ὅτι, ὡς ὁ Πατὴρ ἔχει, οὕτως καὶ ὁ Υἱὸς ἔχει, τούτους λέ γειν μὴ οὕτως ἔχειν, ἀλλ' ἄλλως ἔχειν; Μᾶλλον οὖν ὁ Λόγος πιστός ἐστι, καὶ πάντα, ἃ λέγει εἰληφέναι, ἀεὶ ἔχων, αὐτὰ ἔχει παρὰ τοῦ Πατρός· καὶ ὁ μὲν Πατὴρ οὐ παρά τινος, ὁ δὲ Υἱὸς παρὰ τοῦ Πα τρὸς ἔχει. Ὡς γὰρ καὶ ἐπὶ τοῦ ἀπαυγάσματος, εἰ αὐτὸ τὸ ἀπαύγασμα λέγοι· Πάντα τόπον δέδωκέ μοι τὸ φῶς φωτίζειν· καὶ οὐκ ἀπ' ἐμαυτοῦ φωτίζω, ἀλλ' ὡς τὸ φῶς βούλεται· τοῦτο δὲ λέγον, οὐ τό ποτε μὴ ἔχειν ἑαυτὸ δείκνυσιν, ἀλλ' ὅτι τοῦ φωτὸς ἴδιόν εἰμι, καὶ τὰ ἐκείνου πάντα ἐμά ἐστιν. Οὕτως καὶ πλέον ἐπὶ τοῦ Υἱοῦ νοεῖν ἔξεστι. Καὶ γὰρ πάντα δεδωκὼς ὁ Πατὴρ τῷ Υἱῷ, πάντα πάλιν ὁ Πατὴρ ἐν τῷ Υἱῷ ἔχει· καὶ τοῦ Υἱοῦ δὲ ἔχοντος, πάλιν ὁ Πα τὴρ αὐτὰ ἔχει. Ἡ γὰρ τοῦ Υἱοῦ θεότης τοῦ Πατρὸς θεότης ἐστί· καὶ οὕτως ὁ Πατὴρ ἐν τῷ Υἱῷ τῶν πάντων τὴν πρόνοιαν ποιεῖται. Τῶν μὲν οὖν τοιούτων ῥητῶν τοιοῦτος ὁ νοῦς· περὶ δὲ τῶν ἀνθρωπίνως λεγομένων περὶ τοῦ Σω τῆρος, καὶ ταῦτα πάλιν εὐσεβῆ τὴν διάνοιαν ἔχει. ∆ιὰ τοῦτο γὰρ καὶ προεξητάσαμεν τὰ τοιαῦτα, ἵνα, ἐὰν ἀκούσωμεν ἐπερωτῶντος αὐτοῦ, ποῦ Λάζα ρος κεῖται, καὶ ὅταν εἰς τὰ μέρη Καισαρείας ἐλθὼν 26.404 πυνθάνεται, Τίνα με λέγουσιν οἱ ἄνθρωποι εἶναι· καὶ, Πόσους ἔχετε ἄρτους· καὶ, Τί θέλετε ἵνα ποιήσω ὑμῖν· γινώσκωμεν ἐκ τῶν προειρημένων τὴν ὀρθὴν τῶν ῥητῶν διάνοιαν, καὶ μὴ σκανδαλιζώ μεθα κατὰ τοὺς χριστομάχους Ἀρειανούς. Πρῶτον μὲν οὖν τοῖς ἀσεβοῦσι τοῦτο ῥητέον, πόθεν νο μίζουσιν ἀγνοεῖν αὐτόν; Οὐ γὰρ ὁ ἐπερωτῶν πάντως καὶ ἀγνοῶν ἐπερωτᾷ· ἀλλ' ἔξεστι τὸν εἰδότα καὶ ἐρω τᾷν, περὶ ὧν ἐπίσταται. Ἀμέλει καὶ ὁ Ἰωάννης ἐπερωτῶντα τὸν Χριστὸν, Πόσους ἄρτους ἔχετε, οἶδε μὴ ἀγνοοῦντα, ἀλλὰ γινώσκοντα· φησὶ γὰρ, Τοῦτο δὲ ἔλεγε πειράζων τὸν Φίλιππον· αὐτὸς γὰρ ᾔδει, τί ἔμελλε ποιεῖν. Εἰ δὲ ᾔδει ὅπερ ἐποίει, οὐκ ἄρα ἀγνοῶν, ἀλλὰ γινώσκων ἐπερωτᾷ. Ἀπὸ δὲ τού του καὶ τὰ ὅμοια νοεῖν ἔξεστιν, ὅτι, ὅταν ἐρωτᾷ ὁ Κύριος, οὐκ ἀγνοῶν, ποῦ Λάζαρος κεῖται, οὐδὲ τίνα λέγουσιν αὐτὸν εἶναι οἱ ἄνθρωποι, ἐπερωτᾷ, ἀλλὰ γινώσκων ὅπερ ἠρώτα αὐτὸς, εἰδὼς τί μέλλει ποιεῖν· καὶ ταχέως μὲν αὐτῶν οὕτω τὸ σοφὸν ἐκβάλ λεται. Ἂν δὲ φιλονεικῶσιν ἔτι διὰ τὸ ἐπερωτᾷν, ἀκουέτωσαν, ὅτι ἐν μὲν τῇ θεότητι οὐκ ἔστιν ἄγνοια, τῆς δὲ σαρκὸς ἴδιόν ἐστι τὸ ἀγνοεῖν, καθάπερ εἴρη ται. Καὶ ὅτι τοῦτο ἀληθές ἐστιν, ὅρα πῶς ὁ Κύριος ὁ πυνθανόμενος, ποῦ Λάζαρος κεῖται, αὐτὸς εἶπε μὴ παρὼν, ἀλλὰ καὶ μακρὰν ὢν, Λάζαρος ἀπέθανε, καὶ ποῦ ἀπέθανεν. Ὁ δὲ κατ' αὐτοὺς νομιζόμενος ἀγνοεῖν, αὐτός ἐστιν ὁ τοὺς διαλογισμοὺς τῶν μαθη τῶν προγινώσκων, καὶ εἰδὼς τὰ ἐν τῇ ἑκάστου καρ δίᾳ, καὶ τί ἐστιν ἐν τῷ ἀνθρώπῳ· καὶ τό γε μεῖζον, αὐτὸς μόνος γινώσκει τὸν Πατέρα, καὶ λέγει· Ἐγὼ ἐν τῷ
108