οὐκ ὄντων Θεὸν καὶ κτιστὸν Υἱὸν, ἀκολούθως ὡς ἁρμόζοντα κτίσματι τὰ τοιαῦτα καὶ συνέλεξαν ἑαυτοῖς ῥή ματα· ἐπειδὴ δὲ πρὸς τοὺς ἀπὸ τῆς Ἐκκλησίας δια μαχόμενοι, καὶ ἀκούοντες παρ' αὐτῶν περὶ τοῦ ἀλη θινοῦ καὶ μόνου Λόγου τοῦ Πατρὸς, τοιαῦτα περὶ αὐ τοῦ φθέγγεσθαι τολμῶσι, τίς τούτου τοῦ δόγματος μιαρώτερον ἂν ἴδοι; Τίς τούτων καὶ μόνον ἀκούων, κἂν μὴ ἀντιλέγειν δύνηται, οὐ ταράττεται, καὶ τὴν ἀκοὴν ἀποκλείσει, ξενιζόμενος ἐφ' οἷς ἐκεῖνοί τε λα λοῦσι, καὶ αὐτὸς καινῶν ἀκούει ῥημάτων, ἐχόν των αὐτόθεν καὶ ἀπ' αὐτῆς τῆς προφορᾶς τὴν βλασ φημίαν; Εἰ γὰρ τρεπτὸς καὶ ἀλλοιούμενός ἐστιν ὁ Λόγος, ποῖ ἄρα στήσεται, καὶ ποῖον αὐτοῦ τὸ τέλος ἔσται τῆς ἐπιδόσεως; ἢ πῶς ὅμοιος τῷ ἀτρέπτῳ ὁ τρεπτὸς εἶναι δυνήσεται; Πῶς δὲ ὁ τὸν τρεπτὸν ἑωρακὼς, ἑωρακέναι τὸν ἄτρεπτον νομίσειεν; Ἐν ποίᾳ δὲ ἄρα ἐὰν γένηται καταστάσει, δυνήσεταί τις τὸν Πατέρα ἐν αὐτῷ βλέπειν; δῆλον γὰρ, ὡς οὐκ ἀεί τις ὄψεται ἐν αὐτῷ τὸν Πατέρα, διὰ τὸ ἀεὶ τρέ πεσθαι τὸν Υἱὸν, καὶ ἀλλοιουμένης αὐτὸν εἶναι φύ σεως. Ὁ μὲν γὰρ Πατὴρ ἄτρεπτος καὶ ἀναλλοίωτος, καὶ ἀεὶ καὶ ὡσαύτως ἔχει, καὶ ὁ αὐτός ἐστιν· ὁ 26.85 δὲ Υἱὸς εἰ κατ' ἐκείνους τρεπτὸς, καὶ οὐκ ἀεὶ ὁ αὐ τὸς, ἀλλ' ἀεὶ ἀλλοιουμένης φύσεώς ἐστι, πῶς ὁ τοι οῦτος εἰκὼν τοῦ Πατρὸς εἶναι δύναται, οὐκ ἔχων τὸ ὅμοιον τῆς ἀτρεψίας; Πῶς δὲ καὶ ὅλως ἐν τῷ Πατρί ἐστιν, ἀμφίβολον ἔχων τὴν προαίρεσιν; Τάχα δὲ καὶ τρεπτὸς ὢν, καὶ καθ' ἡμέραν προκόπτων, οὔπω τέλειός ἐστιν. Ἀλλ' ἡ μὲν τοιαύτη τῶν Ἀρειανῶν οἰχέσθω μανία, ἡ δὲ ἀλήθεια λαμπέτω, καὶ δεικνύτω τούτους παραφρονοῦντας. Πῶς γὰρ οὐ τέλειος, ὁ ἴσος Θεῷ; Ἢ πῶς οὐκ ἄτρεπτος, ὁ μετὰ τοῦ Πα τρὸς ἓν ὢν, καὶ τῆς οὐσίας ἴδιος ὢν Υἱὸς αὐτοῦ; Τῆς δὲ οὐσίας τοῦ Πατρὸς οὔσης ἀτρέπτου, ἄτρεπτον ἂν εἴη καὶ τὸ ἐξ αὐτῆς ἴδιον γέννημα. Εἰ δὲ τούτου οὕτως ὄντος, τοῦ Λόγου τροπὴν καταψεύδονται, μαν θανέτωσαν ποῦ τούτων ὁ λόγος κινδυνεύει· ἐκ γὰρ τοῦ καρποῦ καὶ τὸ δένδρον ἐπιγινώσκεται· διὰ τοῦτο καὶ ὁ ἑωρακὼς τὸν Υἱὸν ἑώρακε τὸν Πατέρα, καὶ ἡ τοῦ Υἱοῦ γνῶσις γνῶσίς ἐστι τοῦ Πατρός. Οὐκοῦν ἀναλλοίωτος ἡ εἰκὼν τοῦ ἀτρέπτου Θεοῦ ἂν εἴη· Ἰησοῦς γὰρ Χριστὸς, χθὲς καὶ σήμερον ὁ αὐτὸς καὶ εἰς τοὺς αἰῶνας. Καὶ ὁ μὲν ∆αυῒδ ψάλ λων περὶ αὐτοῦ φησι· Καὶ σὺ κατ' ἀρχὰς, Κύ ριε, τὴν γῆν ἐθεμελίωσας, καὶ ἔργα τῶν χειρῶν σού εἰσιν οἱ οὐρανοί. Αὐτοὶ ἀπολοῦνται· σὺ δὲ διαμένεις, καὶ πάντες ὡς ἱμάτιον παλαιωθήσον ται, καὶ ὡσεὶ περιβόλαιον ἑλίξεις αὐτοὺς, καὶ ἀλλαγήσονται. Σὺ δὲ ὁ αὐτὸς εἶ, καὶ τὰ ἔτη σου οὐκ ἐκλείψουσιν. Ὁ δὲ Κύριος αὐτὸς περὶ ἑαυτοῦ διὰ τοῦ προφήτου λέγει· Ἴδετέ με, ἴδετε ὅτι ἐγώ εἰμι, καὶ, Οὐκ ἠλλοίωμαι. Εἰ γὰρ καὶ περὶ τοῦ Πατρὸς δύναται λέγειν τις εἶναι τοῦτο τὸ σημαι νόμενον, ἀλλὰ καὶ τὸν Υἱὸν ἁρμόζει τοῦτο λέ γειν, ὅτι μάλιστα γενόμενος ἄνθρωπος δείκνυσι τὴν ταὐτότητα καὶ τὸ ἄτρεπτον ἑαυτοῦ τοῖς νομίζουσι διὰ τὴν σάρκα ἠλλοιῶσθαι αὐτὸν, καὶ ἕτερόν τι γεγενῆσθαι. Ἀξιοπιστότεροι δὲ οἱ ἅγιοι καὶ μᾶλλον ὁ Κύριος τῆς τῶν ἀσεβῶν κακονοίας. Καὶ γὰρ κατὰ τὸ εἰρημένον ἀνάγνωσμα τῆς ὑμνῳδίας, πάν των τῶν γενητῶν καὶ πάσης τῆς κτίσεως, διὰ τῆς οὐρανοῦ καὶ γῆς σημασίας, τρεπτὴν καὶ ἀλλοιωτὴν ἡ Γραφὴ τὴν φύσιν λέγουσα, καὶ τὸν Υἱὸν ὑπεξαί ρουσα τούτων, δείκνυσι μηδόλως γενητὸν αὐτὸν εἶναι, ἀλλὰ καὶ μᾶλλον αὐτὸν ἀλλοιοῦντα τὰ ἄλλα, καὶ μὴ ἀλλοιούμενον αὐτὸν διδάσκει, δι' ὧν φησι· 26.88 Σὺ δὲ ὁ αὐτὸς εἶ, καὶ τὰ ἔτη σου οὐκ ἐκλείψουσι. Καὶ εἰκότως γε· τὰ μὲν γὰρ γενητὰ ἐξ οὐκ ὄν των ὄντα, καὶ οὐκ ὄντα πρὶν γένηται, ὅλως ὅτι οὐκ ὄντα γίνεται, ἀλλοιουμένην ἔχει τὴν φύσιν· ὁ δὲ Υἱὸς, ἐκ τοῦ Πατρὸς ὢν, καὶ τῆς οὐσίας αὐτοῦ ἴδιος, ἀναλ λοίωτος καὶ ἄτρεπτός ἐστιν, ὡς αὐτὸς ὁ Πατήρ. Οὐ γὰρ θέμις εἰπεῖν ἐκ τῆς οὐσίας τῆς ἀτρέπτου τρεπτὸν γεννᾶσθαι Λόγον καὶ ἀλλοιουμένην σοφίαν. Πῶς γὰρ ἔτι Λόγος, εἰ τρεπτός ἐστιν; ἢ πῶς ἔτι σο φία τὸ ἀλλοιούμενον; εἰ μὴ ἄρα ὡς ἐν οὐσίᾳ συμβε βηκὸς, οὕτως εἶναι θέλουσιν, ὡς ἐν
21