θέλοντα κατὰ τοῦ Σωτῆρος ὀρχήσασθαι, τὰ δύστηνα ἑαυτοῦ ῥημάτια τῆς ἀσεβείας ἐν ἐκλύτοις καὶ παρει μένοις μέλεσι σημαίνειν; ἵν' ὥσπερ ἡ σοφία φησὶν, Ἀπὸ ἐξόδου λόγου ἐπιγνωσθήσεται ἀνὴρ, οὕτως ἀπ' ἐκείνων τὸ τῆς ψυχῆς μὴ ἀνδρῶδες, καὶ τῆς διανοίας ἡ φθορὰ τοῦ γράψαντος γινώσκηται. Καὶ γὰρ οὐδὲ ἔλαθεν ὁ δόλιος, ἀλλὰ καίτοι πολ λάκις, ὡς ὁ ὄφις, ἄνω καὶ κάτω στρέφων ἑαυτὸν, ὅμως πέπτωκεν εἰς τὴν πλάνην τῶν Φαρισαίων. Ὡς γὰρ ἐκεῖνοι, θέλοντες παρανομεῖν, ἐσχηματίζοντο τὰ τοῦ νόμου μελετᾷν ῥήματα, καὶ θέλοντες ἀρνεῖ σθαι τὸν προσδοκηθέντα καὶ παρόντα Κύριον, ὑπ εκρίνοντο μὲν ὀνομάζειν τὸν Θεὸν, ἠλέγχοντο δὲ βλα σφημοῦντες ἐν τῷ λέγειν, διὰ τί σὺ, ἄνθρωπος ὢν Θεὸν σεαυτὸν ποιεῖς, καὶ λέγεις, Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν, οὕτω καὶ ὁ κίβδηλος καὶ Σωτάδειος Ἄρειος ὑποκρίνεται μὲν ὡς περὶ Θεοῦ λέγων, παρ εντιθεὶς τὰς τῶν Γραφῶν λέξεις, ἐλέγχεται δὲ πανταχόθεν Ἄρειος ἄθεος, ἀρνούμενος τὸν Υἱὸν, καὶ τοῖς ποιήμασιν αὐτὸν συναριθμῶν. Ἡ μὲν οὖν ἀρχὴ τῆς Ἀρειανῆς Θαλείας καὶ κουφολογίας, ἦθος ἔχουσα καὶ μέλος θηλυκὸν, αὕτη· «Κατὰ πίστιν ἐκλεκτῶν Θεοῦ, συνετῶν Θεοῦ, παίδων ἁγίων, ὀρθοτόμων, ἅγιον Θεοῦ πνεῦμα λαβόντων, τάδε ἔμαθον ἔγωγε ὑπὸ τῶν σοφίας μετεχόντων, ἀστείων, θεοδιδάκτων, κατὰ πάντα σοφῶν τε. Τούτων 26.21 κατ' ἴχνος ἦλθον ἐγὼ βαίνων ὁμοδόξως ὁ περι κλυτὸς, ὁ πολλὰ παθὼν διὰ τὴν Θεοῦ δόξαν, ὑπό τε Θεοῦ μαθὼν σοφίαν καὶ γνῶσιν ἐγὼ ἔγνων.» Τὰ δὲ ἐν αὐτῇ κροτούμενα παρ' αὐτοῦ σκώμματα φευ κτὰ καὶ μεστὰ δυσσεβείας τοιαῦτά ἐστιν. «Οὐκ ἀεὶ ὁ Θεὸς Πατὴρ ἦν· ἀλλ' ἦν ὅτε ὁ Θεὸς μόνος ἦν, καὶ οὔπω Πατὴρ ἦν ὕστερον δὲ ἐπιγέγονε Πατήρ. Οὐκ ἀεὶ ἦν ὁ Υἱός· πάντων γὰρ γενομένων ἐξ οὐκ ὄντων, καὶ πάντων ὄντων κτισμάτων καὶ ποιημάτων γενομένων, καὶ αὐτὸς ὁ τοῦ Θεοῦ Λόγος ἐξ οὐκ ὄντων γέγονε, καὶ ἦν ποτε, ὅτε οὐκ ἦν· καὶ οὐκ ἦν πρὶν γένηται, ἀλλ' ἀρχὴν τοῦ κτίζεσθαι ἔσχε καὶ αὐ τός. Ἦν γὰρ, φησὶ, μόνος ὁ Θεὸς, καὶ οὔπω ἦν ὁ Λό γος καὶ ἡ σοφία. Εἶτα θελήσας ἡμᾶς δημιουργῆσαι, τότε δὴ πεποίηκεν ἕνα τινὰ, καὶ ὠνόμασεν αὐτὸν Λόγον, καὶ Σοφίαν καὶ Υἱὸν, ἵνα ἡμᾶς δι' αὐτοῦ δη μιουργήσῃ. ∆ύο γοῦν σοφίας φησὶν εἶναι, μίαν μὲν τὴν ἰδίαν καὶ συνυπάρχουσαν τῷ Θεῷ, τὸν δὲ Υἱὸν ἐν ταύτῃ τῇ σοφίᾳ γεγενῆσθαι, καὶ ταύτης μετ έχοντα ὠνομάσθαι μόνον Σοφίαν καὶ Λόγον. Ἡ Σοφία γὰρ, φησὶ, τῇ σοφίᾳ ὑπῆρξε σοφοῦ Θεοῦ θελήσει. Οὕτω καὶ Λόγον ἕτερον εἶναι λέγει παρὰ τὸν Υἱὸν ἐν τῷ Θεῷ, καὶ τούτου μετέχοντα τὸν Υἱὸν ὠνομάσθαι πάλιν κατὰ χάριν Λόγον καὶ Υἱὸν αὐτόν.» Ἔστι δὲ καὶ τοῦτο τῆς αἱρέσεως αὐτῶν ἴδιον φρόνημα, δηλούμενον ἐν ἑτέροις αὐτῶν συγγράμμασιν, «ὅτι πολλαὶ δυνάμεις εἰσί· καὶ ἡ μὲν μία τοῦ Θεοῦ ἐστιν ἰδία φύσει καὶ ἀΐδιος· ὁ δὲ Χριστὸς πάλιν οὐκ ἔστιν ἀλη θινὴ δύναμις τοῦ Θεοῦ, ἀλλὰ μία τῶν λεγομένων δυ νάμεών ἐστι καὶ αὐτὸς, ὧν μία καὶ ἡ ἀκρὶς καὶ ἡ κάμπη οὐ δύναμις μόνον, ἀλλὰ καὶ μεγάλη προσαγορεύεται· αἱ δ' ἄλλαι πολλαὶ καὶ ὅμοιαί εἰσι τῷ Υἱῷ, περὶ ὧν καὶ ∆αβὶδ ψάλλει λέγων· Κύριος τῶν δυνά μεων· καὶ τῇ μὲν φύσει, ὥσπερ πάντες, οὕτω καὶ αὐτὸς ὁ Λόγος ἐστὶ τρεπτὸς, τῷ δὲ ἰδίῳ αὐτεξου σίῳ, ἕως βούλεται, μένει καλός· ὅτε μέντοι θέλει, δύναται τρέπεσθαι καὶ αὐτὸς ὥσπερ καὶ ἡμεῖς, τρε πτῆς ὢν φύσεως. ∆ιὰ τοῦτο γὰρ, φησὶ, καὶ προγινώ σκων ὁ Θεὸς ἔσεσθαι καλὸν αὐτὸν, προλαβὼν αὐτῷ ταύτην τὴν δόξαν δέδωκεν, ἢν ἄνθρωπος καὶ ἐκ τῆς ἀρετῆς ἔσχε μετὰ ταῦτα· ὥστε ἐξ ἔργων αὐτοῦ, ὧν προέγνω ὁ Θεὸς, τοιοῦτον αὐτὸν νῦν γεγονέναι πε ποίηκε. «Εἰπεῖν δὲ πάλιν ἐτόλμησεν, ὅτι οὐδὲ Θεὸς ἀλη 26.24 θινός ἐστιν ὁ Λόγος. Εἰ δὲ καὶ λέγεται Θεὸς, ἀλλ' οὐκ ἀληθινός ἐστιν· ἀλλὰ μετοχῇ χάριτος, ὥσπερ καὶ οἱ ἄλλοι πάντες, οὕτω καὶ αὐτὸς λέγεται ὀνόματι μό νον Θεός. Καὶ πάντων ξένων καὶ ἀνομοίων ὄντων τοῦ Θεοῦ κατ' οὐσίαν, οὕτω καὶ ὁ Λόγος ἀλλότριος μὲν καὶ ἀνόμοιος κατὰ πάντα τῆς τοῦ Πατρὸς οὐσίας καὶ ἰδιότητός ἐστι· τῶν δὲ γενητῶν καὶ
3