νομένων καὶ μὴ ὄντων, ὥσπερ εἴπαμεν. Εἰ δὲ περὶ Θεοῦ καὶ τοῦ Λόγου αὐτοῦ λαλοῦσι, προστιθέ τωσαν τὰ λειπόμενα τῇ ἐρωτήσει, καὶ οὕτως ἐρωτάτωσαν· Ὁ ὢν Θεὸς ἦν ποτε ἄλογος; καὶ, Φῶς ὢν, ἀφεγγὴς ἦν; ἢ, Ἀεὶ ἦν τοῦ Λόγου Πατήρ; ἢ καὶ πάλιν οὕτως· Ὁ ὢν Πατὴρ τὸν Λόγον μὴ ὄντα πε ποίηκεν, ἢ τὸν Λόγον ἴδιον ὄντα τῆς οὐσίας αὐτοῦ γέννημα ἔχει ἀεὶ σὺν αὐτῷ, ἵνα γνωσθῶσιν, ὅτι ὅλως περὶ Θεοῦ καὶ τοῦ ἐξ αὐτοῦ περιεργάζονται καὶ σοφίζεσθαι τολμῶσι. Τίς γὰρ ἀνέξεται λεγόντων αὐ τῶν ἄλογόν ποτε τὸν Θεόν; Πάλιν γὰρ εἰς ταὐτὸν τοῖς προτέροις περιπεπτώκασι, καίτοι φεύγειν αὐτὸ καὶ σκέπειν σπουδάσαντες τοῖς ἑαυτῶν σοφίσμασιν· ἀλλ' οὐ δεδύνηνται. Οὐδεὶς γὰρ ὅλως κἂν ἀκοῦσαι θελήσειεν ἀμφιβαλλόντων αὐτῶν, ὅτι ὁ Θεὸς οὐκ ἦν ἀεὶ Πατὴρ, ἀλλ' ὕστερον γέγονεν, ἵνα καὶ φαντα σθῶσιν, ὅτι καὶ ὁ Λόγος αὐτοῦ ποτε οὐκ ἦν πολλῶν ὄντων τῶν προειρημένων κατ' αὐτῶν ἐλέγχων, καὶ τοῦ μὲν Ἰωάννου λέγοντος, Ἦν ὁ Λόγος, τοῦ δὲ Παύλου γράφοντος πάλιν, Ὃς ὢν ἀπαύγασμα τῆς δόξης, καὶ, Ὁ ὢν ἐπὶ πάντων Θεὸς εὐλογητὸς εἰς τοὺς αἰῶνας. Ἀμήν. Καὶ βέλτιον ἦν μὲν αὐτοὺς ἠρεμεῖν· ἐπειδὴ δὲ οὐ παύονται, λοιπὸν πρὸς τὴν τοιαύτην ἀναίσχυντον ἐρώτησιν αὐτῶν τοῦτο ἄν τις ἐπίσης αὐτοῖς τολμήσας ἀντερωτήσειεν· ἴσως ἐκ τῶν ὁμοίων ἀτοπημάτων βλέποντες ἑαυτοὺς συγκλειομένους, ἀναχωρήσουσι 26.64 τῆς πρὸς τὴν ἀλήθειαν μάχης. Πολλὰ τοίνυν πρότερον ἵλεων τὸν Θεὸν ἐπικαλεσάμενος, οὕτως αὐτοῖς τις ἀπαντήσειεν· Ὁ ὢν Θεὸς, οὐκ ὢν γέγονεν, ἢ καὶ πρὶν γένηται, ἔστιν; Ὢν οὖν ἑαυτὸν ἐποίησεν, ἢ ἐξ οὐδενός ἐστι, καὶ μηδὲν ὢν πρότερον ἐξαίφνης αὐτὸς ἐφάνη; Ἄτοπος ἡ τοιαύτη ἐρώτησις, ναὶ ἄτοπος καὶ πλέα δυσφημίας· ἀλλ' ὁμοία γε τῆς ἐκείνων· ὁπότερον γὰρ ἂν εἴπωσι, τοῦτο μεστόν ἐστι πάσης ἀσεβείας. Εἰ δὲ τὸ οὕτως ἐρωτᾷν περὶ Θεοῦ βλάσφη μον καὶ πλέον ἀσεβείας ἐστὶ, βλάσφημον ἂν εἴη καὶ περὶ τοῦ Λόγου αὐτοῦ τοιαῦτα ἐρωτᾷν. Ἀποκρίνασθαι δὲ ὅμως πρὸς ἀναίρεσιν τῆς τοιαύτης αὐτῶν ἀλόγου καὶ μωρᾶς ἐρωτήσεως ἀναγκαῖον οὕτως· Ὅτι ὤν ἐστιν ἀϊδίως ὁ Θεός· ὄντος οὖν ἀεὶ τοῦ Πατρὸς, ἔστι καὶ ἀϊδίως καὶ τὸ τούτου ἀπαύγασμα, ὅπερ ἐστὶν ὁ Λόγος αὐτοῦ· καὶ πάλιν ὁ ὢν Θεὸς, ἐξ αὐτοῦ καὶ ὄντα τὸν Λόγον ἔχει· καὶ οὔτε ὁ Λόγος ἐπι γέγονεν οὐκ ὢν πρότερον, οὔτε ὁ Πατὴρ ἄλογος ἦν ποτε. Ἡ γὰρ κατὰ τοῦ Υἱοῦ τόλμα εἰς τὸν Πατέρα τὴν βλασφημίαν ἀνάγει, εἴγε ἔξωθεν ἐπενόησεν ἑαυτῷ σοφίαν, καὶ Λόγον, καὶ Υἱόν. Ὃ γὰρ ἐὰν τούτων εἴπῃς, τοῦτο τὸ ἐκ τοῦ Πατρὸς γέννημα σημαίνει, ὥσπερ εἴρηται. Ὥστε ἀσύστατος αὐτῶν ἡ τοιαύτη ἐρώτησις, καὶ εἰκότως· ἀρνούμενοι γὰρ τὸν Λόγον, ἄλογον ἔχουσι καὶ τὴν ἐρώτησιν. Ὡς γὰρ εἴ τις τὸν ἥλιον ὁρῶν πυνθάνοιτο περὶ τοῦ ἀπαυγάσματος, καὶ λέγοι, Ὁ ὢν τὸ μὴ ὂν πεποίηκεν, ἢ ὂν αὐτὸ πεποίηκεν; οὐ σώφρονα ἔχειν ὁ τοιοῦτος λογισμὸν νομισθήσεται, ἀλλ' ἐμβρόντητος ἂν εἴη, ὅτι ὅλως ὅ ἐστιν ἐκ τοῦ φωτὸς, τοῦτο ἔξωθεν ἐπινοεῖ καὶ περὶ τοῦτο ἐρωτᾷ, πότε, καὶ ποῦ καὶ ὅτε, καὶ εἰ πεποίηται· οὕτως καὶ ὁ περὶ τοῦ Υἱοῦ καὶ τοῦ Πατρὸς τοιαῦτα λογιζόμενος, καὶ οὕτω πυνθανόμενος, πολλῷ μᾶλλον τὴν μανίαν μείζονα ἂν ἔχοι, ὅτι τὸν ἐκ τοῦ Πατρὸς Λόγον ἔξωθεν αὐτῷ ἐπεισάγει, καὶ τὸ φύσει γέννημα ὡς ποίημα σκιαλογῶν λέγει, Οὐκ ἦν πρὶν γεννηθῇ. Ἀκουέ τωσαν δὲ ὅμως καὶ πρὸς τὴν ἐρώτησιν αὐτῶν, ὅτι Ὁ ὢν Πατὴρ τὸν ὄντα Υἱὸν ἐποίησεν. Ὁ γὰρ Λόγος σὰρξ ἐγένετο, καὶ ὄντα αὐτὸν Υἱὸν Θεοῦ ἐποίη σεν ἐπὶ συντελείᾳ τῶν αἰώνων καὶ Υἱὸν ἀνθρώπου, εἰ μὴ ἄρα κατὰ τὸν Σαμοσατέα μηδὲ εἶναι αὐτὸν πρὶν ἄνθρωπον γενέσθαι εἴποιεν. Καὶ πρὸς μὲν τὴν πρώτην αὐτῶν ἐρώτησιν ἱκανὰ ταῦτα παρ' ἡ μῶν. 26.65 Ὑμεῖς δὲ, ὦ Ἀρειανοὶ, τῶν ἰδίων ἑαυτῶν ῥημάτων μνημονεύοντες, εἴπατε· Ὁ ὢν τοῦ μὴ ὄντος ἔχρῃζεν εἰς τὴν τῶν πάντων δημιουργίαν, ἢ ὄντος αὐτοῦ ἔχρῃζεν; Εἰρήκατε γὰρ, Ὄργανον ἑαυτῷ τὸν Υἱὸν ἐκ τοῦ μὴ ὄντος κατεσκεύασεν, ἵνα δι' αὐτοῦ ποιήσῃ τὰ πάντα. Τί οὖν ἐστι βέλτιον, τὸ χρῇ ζον, ἢ τὸ τὴν χρείαν ἀναπληροῦν; ἢ
15