γινώσκειν, ἀλλ' ὑπερβαίνει πάντας ἥ τε ὄψις καὶ ἡ περὶ τούτου γνῶσις· καὶ γὰρ καὶ αὐτὸς μὲν ὁ Θεὸς εἶπεν· Οὐδεὶς ὄψεται τὸ πρόσωπόν μου, καὶ ζήσεται· ὁ δὲ Υἱὸς εἴρηκεν· Οὐδεὶς γινώσκει τὸν Πατέρα εἰ μὴ ὁ Υἱός· ἄλλος ἂν εἴη τῶν γεννη τῶν ὁ Λόγος, μόνος γινώσκων καὶ μόνος βλέπων τὸν Πατέρα, ὡς εἶπεν, Οὐχ ὅτι τὸν Πατέρα τις ἑώρακεν εἰ μὴ ὁ ὢν παρὰ τοῦ Πατρός· καὶ, Οὐδεὶς γινώσκει τὸν Πατέρα εἰ μὴ ὁ Υἱός· κἂν Ἀρείῳ μὴ δοκῇ. Πῶς οὖν ἔγνω μόνος, εἰ μὴ μόνος ἦν ἴδιος αὐτοῦ; Πῶς δ' ἂν ἦν ἴδιος, εἰ κτίσμα ἦν, καὶ μὴ Υἱὸς ἦν ἀληθινὸς ἐξ αὐτοῦ; Τὰ αὐτὰ γὰρ λέγειν καὶ πολλάκις περὶ εὐσεβείας οὐκ ὀκνητέον. Ἀσεβὲς ἄρα τὸ φρονεῖν ἕνα τῶν πάντων εἶναι τὸν Υἱόν· βλάσφημον δὲ καὶ ἀνόητον τὸ λέγειν κτί σμα, ἀλλ' οὐχ ὡς ἓν τῶν κτισμάτων· καὶ ποίημα, ἀλλ' οὐχ ὡς ἓν τῶν ποιημάτων· γέννημα, ἀλλ' οὐχ ὡς ἓν τῶν γεννημάτων. Πῶς γὰρ οὐχ ὡς ἓν τού των, εἴ γε κατ' αὐτοὺς οὐκ ἦν, πρὶν γεννηθῇ; Ἴδιον γὰρ τῶν κτισμάτων καὶ ποιημάτων τὸ μὴ εἶναι πρὶν γενέσθαι, καὶ ἐξ οὐκ ὄντων ὑφίστασθαι, κἂν τῇ δόξῃ τῶν ἄλλων ὑπερέχῃ· τοῦτο γὰρ καὶ ἐν πᾶσι τοῖς ἄλλοις κτίσμασι πρὸς ἑαυτὰ διαφέροντα εὑρεθή σεται, ὥσπερ καὶ βλεπόμενα δείκνυται. Ἀλλ' εἴπερ κατὰ τοὺς αἱρετικοὺς κτίσμα μὲν ἢ ποίημα ἦν, οὐχ ὡς ἓν δὲ τῶν κτισμάτων, διὰ τὸ ἐν δόξῃ διαφέρειν αὐτῶν, ἔδει πρὸς τὰ ἄλλα ποιή ματα τῇ κατὰ τὸ βέλτιον συγκρίσει σημαίνεσθαί τε 26.196 παρὰ τῆς Γραφῆς καὶ δείκνυσθαι αὐτὸν, οἷον ἔδει λέ γεσθαι αὐτὸν μείζονα ἀρχαγγέλων· ἔδει ἐντιμό τερον τῶν θρόνων, καὶ λαμπρότερον μὲν ἡλίου καὶ σελήνης, μείζονα δὲ τῶν οὐρανῶν. Νῦν δὲ οὕτω μὲν αὐτὸς οὐ σημαίνεται· Υἱὸν δὲ αὐτὸν ἴδιον καὶ μόνον δείκνυσιν ἑαυτοῦ ὁ Πατὴρ, λέγων· Υἱός μου εἶ σύ· καὶ, Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητὸς, ἐν ᾧ ηὐδόκησα· διὸ καὶ διηκόνουν αὐτῷ οἱ ἄγγελοι, ὡς ἄλλῳ παρ' αὐτοὺς ὄντι· καὶ προσκυνεῖται παρ' αὐ τῶν, οὐχ ὡς τῇ δόξῃ μείζων, ἀλλ' ὡς ἄλλος παρὰ πάντα τὰ κτίσματα καὶ παρ' ἐκείνους ὢν, μόνος δὲ τοῦ Πατρὸς ἴδιος ὢν κατ' οὐσίαν Υἱός. Εἰ γὰρ ὡς ὑπερέχων τῇ δόξῃ προσεκυνεῖτο, ἔδει καὶ ἕκαστον τῶν ὑποβεβηκότων τὸν ὑπερέχοντα προσκυνεῖν. Ἀλλ' οὐκ ἔστιν οὕτω· κτίσμα γὰρ κτίσματι οὐ προσκυνεῖ, ἀλλὰ δοῦλος δεσπότην, καὶ κτίσμα Θεόν. Πέτρος μὲν οὖν ὁ ἀπόστολος προσκυνῆσαι θέλοντα τὸν Κορνήλιον κωλύει, λέγων, ὅτι Κἀγὼ ἄνθρωπός εἰμι· ἄγ γελος δὲ θέλοντα προσκυνῆσαι τὸν Ἰωάννην ἐν τῇ Ἀποκαλύψει κωλύει, λέγων· Ὅρα μή. Σύνδουλός σου εἰμὶ, καὶ τῶν ἀδελφῶν σου τῶν προφητῶν, καὶ τῶν τηρούντων τοὺς λόγους τοῦ βιβλίου τού του. Τῷ Θεῷ προσκύνησον. Οὐκοῦν Θεοῦ ἐστι μόνου τὸ προσκυνεῖσθαι· καὶ τοῦτο ἴσασι καὶ αὐτοὶ οἱ ἄγ γελοι, ὅτι κἂν ἄλλων ταῖς δόξαις ὑπερέχωσιν, ἀλλὰ κτίσματα πάντες εἰσὶ, καὶ οὐκ εἰσὶ τῶν προσ κυνουμένων, ἀλλὰ τῶν προσκυνούντων τὸν ∆εσπότην. Τὸν γοῦν πατέρα τοῦ Σαμψὼν τὸν Μανωὲ, θέλοντα θυσίαν προσενεγκεῖν τῷ ἀγγέλῳ, ἐκώλυσεν ὁ ἄγγελος λέγων ὅτι, Μὴ ἐμοὶ, ἀλλὰ τῷ Θεῷ προσένεγκε. Ὁ δὲ Κύριος καὶ παρ' ἀγγέλων προσκυνεῖται· γέ γραπται γάρ· Καὶ προσκυνησάτωσαν αὐτῷ πάν τες ἄγγελοι Θεοῦ· καὶ παρὰ πάντων δὲ τῶν ἐθνῶν, ὡς ὁ Ἡσαΐας φησίν· Ἐκοπίασεν Αἴγυπτος καὶ ἐμπορία Αἰθιόπων, καὶ οἱ Σαβαεὶμ ἄνδρες ὑψηλοὶ ἐπὶ σὲ διαβήσονται, καί σοι ἔσονται δοῦ λοι· εἶτα ἑξῆς· Καὶ προσκυνήσουσί σοι, καὶ ἐν σοὶ προσεύξονται· ὅτι ἐν σοὶ ὁ Θεός ἐστι, καὶ οὐκ ἔστι Θεὸς πλὴν σοῦ. Τούς τε μαθητὰς προσ 26.197 κυνοῦντας δέχεται, καὶ πληροφορεῖ τούτους, ὅστις ἐστὶ λέγων· Οὐχ ὑμεῖς λέγετέ με, ὁ Κύριος καὶ ὁ διδάσκαλος; καὶ καλῶς λέγετε· εἰμὶ γάρ. Καὶ τὸν Θωμᾶν δὲ λέγοντα αὐτῷ, Ὁ Κύριός μου καὶ ὁ Θεός μου, συγχωρεῖ λέγειν, καὶ μᾶλλον ἀποδέχε ται, μὴ κωλύων αὐτόν. Ἔστι γὰρ αὐτὸς, ὡς οἵ τε ἄλλοι προφῆται λέγουσι, καὶ ∆αβὶδ ψάλλει, Κύριος τῶν δυνάμεων, Κύριος Σαβαὼθ, ὃ ἑρμηνεύε ται, Κύριος τῶν στρατιῶν, καὶ Θεὸς ἀληθινὸς καὶ παντοκράτωρ, κἂν οἱ Ἀρειανοὶ ἐν τούτῳ διαῤ ῥηγνύωσιν ἑαυτούς. Οὐκ ἂν δὲ οὐδὲ αὐτὸς προσεκυνήθη,
52