καὶ μετ' ὀλίγα· Ὅθεν, ἀδελφοὶ ἅγιοι, κλήσεως ἐπουρανίου μέτοχοι, κα τανοήσατε τὸν ἀπόστολον καὶ ἀρχιερέα τῆς ὁμο λογίας ἡμῶν, Ἰησοῦν, πιστὸν ὄντα τῷ ποιήσαντι αὐτόν· καὶ ἐν ταῖς Πράξεσι δὲ, Γνωστὸν οὖν ἔστω πᾶσιν ὑμῖν, πᾶς οἶκος Ἰσραὴλ, ὅτι καὶ Κύριον αὐτὸν καὶ Χριστὸν ἐποίησεν ὁ Θεὸς τοῦ τον τὸν Ἰησοῦν, ὃν ὑμεῖς ἐσταυρώσατε. Ταῦτα ἄνω καὶ κάτω προφέροντες, καὶ πλανώμενοι περὶ τὴν διάνοιαν, ἐνόμισαν ἐκ τούτων κτίσμα καὶ ποίημα εἶναι καὶ ἕνα τῶν γενητῶν τὸν τοῦ Θεοῦ Λόγον· οὕτω τε ἀπατῶσι τοὺς ἀνοήτους, πρόφασιν μὲν προβαλλόμενοι τὰ ῥητὰ, ἀντὶ δὲ τῆς ἀληθι νῆς διανοίας τὸν ἴδιον τῆς αἱρέσεως ἰὸν ἐπισπείρον τες· εἰ γὰρ ἐγίνωσκον, οὐκ ἂν ἠσέβουν εἰς τὸν Κύ 26.124 ριον τῆς δόξης, οὐδὲ τὰ καλῶς γραφέντα παρηρμήνευον. Εἰ μὲν οὖν ἐκ φανεροῦ λοιπὸν ἀναδεξάμενοι τὸν τοῦ Καϊάφα τρόπον, Ἰουδαΐζειν ἔκριναν, ὥστε ἀγνοεῖν τὸ γεγραμμένον, ὅτι ὄντως ὁ Θεὸς ἐπὶ τῆς γῆς κατ οικήσει· μὴ ἐξεταζέτωσαν τὰς ἀποστολικὰς λέξεις· οὐ γὰρ Ἰουδαίων τοῦτο· εἰ δὲ καὶ, τοῖς ἀθέοις Μανι χαίοις ἑαυτοὺς ἐγκαταμίξαντες, ἀρνοῦνται τὸ, Ὁ Λό γος σὰρξ ἐγένετο, καὶ τὴν ἔνσαρκον αὐτοῦ παρουσίαν, μὴ προφερέτωσαν τὰς Παροιμίας· ἀλλότριον γὰρ καὶ τῶν Μανιχαίων τοῦτο· εἰ δὲ διὰ τὸ πρόβλημα, καὶ ὅπερ ἐκ τούτου κέρδος τῆς φιλοχρηματίας ἐσχή κασι, διά τε τὴν ἐν τῷ δοκεῖν φιλοδοξίαν οὐ τολμῶ σιν ἀρνεῖσθαι τὸ, Ὁ Λόγος σὰρξ ἐγένετο, ἐπειδὴ καὶ γέγραπται· ἢ καὶ τὰ ῥήματα τὰ περὶ τούτου γε γραμμένα διανοείσθωσαν ὀρθῶς εἰς τὴν ἐνσώματον παρουσίαν τοῦ Σωτῆρος· ἢ εἰ τὴν διάνοιαν ἀρνοῦν ται, ἀρνείσθωσαν, ὅτι καὶ ἄνθρωπος γέγονεν ὁ Κύριος. Ἀπρεπὲς γὰρ ὁμολογεῖν μὲν, ὅτι ὁ Λόγος σὰρξ ἐγένετο, ἐρυθριᾷν δὲ ἐπὶ τοῖς γεγραμμένοις περὶ αὐτοῦ, καὶ διὰ τοῦτο τὴν τούτων διάνοιαν δια φθείρειν. Γέγραπται μὲν γὰρ, τοσούτῳ κρείττων γενόμενος τῶν ἀγγέλων· τοῦτο γὰρ ἐξετάσαι πρῶτον ἀναγκαῖον· δεῖ δὲ, ὡς ἐπὶ πάσης τῆς θείας Γραφῆς προσήκει ποιεῖν, καὶ ἀναγκαῖόν ἐστιν, οὕτω καὶ ἐν ταῦθα, καθ' ὃν εἶπεν ὁ Ἀπόστολος καιρὸν, καὶ τὸ πρόσωπον, καὶ τὸ πρᾶγμα, διόπερ ἔγραψε, πι στῶς ἐκλαμβάνειν, ἵνα μὴ παρὰ ταῦτα ἢ καὶ παρ' ἕτερόν τι τούτων ἀγνοῶν ὁ ἀναγινώσκων ἔξω τῆς ἀληθινῆς διανοίας γένηται. Τοῦτο γὰρ καὶ ὁ φιλομα θὴς εὐνοῦχος ἐκεῖνος εἰδὼς, παρεκάλει τὸν Φίλιππον λέγων· ∆έομαί σου, περὶ τίνος ὁ προφήτης λέγει τοῦτο; περὶ ἑαυτοῦ, ἢ περὶ ἑτέρου τινός; Ἐφοβεῖτο γὰρ μὴ, παρὰ πρόσωπον ἐκλαβὼν τὴν ἀνάγνωσιν, πλανηθῇ τῆς ὀρθῆς διανοίας. Καὶ οἱ μα θηταὶ δὲ θέλοντες τὸν καιρὸν τῶν λεγομένων μαθεῖν, παρεκάλουν τὸν Κύριον λέγοντες· Εἰπὲ ἡμῖν, πότε ταῦτα ἔσται; καὶ τί τὸ σημεῖον τῆς σῆς παρου σίας; Καὶ αὐτοὶ, ἀκούοντες παρὰ τοῦ Σωτῆρος τὰ περὶ τοῦ τέλους, ἤθελον μαθεῖν καὶ τὸν καιρὸν, ἵνα μήτε αὐτοὶ πλανῶνται, ἀλλὰ καὶ τοὺς ἄλλους δι δάσκειν δυνηθῶσι. Μαθόντες γοῦν, διωρθώσαντο μέλ 26.125 λοντας πλανᾶσθαι τοὺς ἀπὸ τῆς Θεσσαλονίκης. Ὅταν μὲν οὖν τῶν τοιούτων τις ἔχῃ καλῶς τὴν γνῶ σιν, ὀρθὴν ἔχει καὶ ὑγιαίνουσαν τὴν τῆς πίστεως διάνοιαν· ἐὰν δὲ παρ' ἕτερόν τις ἐκλαμβάνῃ τι τούτων, εὐθὺς εἰς αἵρεσιν ἐκπίπτει. Παρὰ καιρὸν μὲν οὖν ἐπλανήθησαν οἱ μὲν περὶ Ὑμέναιον καὶ Ἀλέξανδρον λέγοντες τὴν ἀνάστασιν ἤδη γεγονέναι· οἱ δὲ Γαλάται μετὰ τὸν καιρὸν, ἀγαπήσαντες νῦν τὴν περιτομήν. Παρὰ πρόσωπον δὲ πεπόνθασι καὶ πά σχουσι μέχρι νῦν Ἰουδαῖοι, νομίζοντες περὶ ἑνὸς ἐξ αὐτῶν λέγεσθαι τὸ, Ἰδοὺ ἡ Παρθένος ἐν γαστρὶ ἕξει, καὶ τέξεται υἱὸν, καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ Ἐμμανουὴλ, ὅ ἐστι μεθερμηνευόμε νον, μεθ' ἡμῶν ὁ Θεός· καὶ ὅταν τὸ μὲν, Προφήτην ἡμῖν ἀναστήσει ὁ Θεὸς, νομίζωσι περὶ ἑνὸς τῶν προφητῶν λέγεσθαι· τὸ δὲ, Ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη, μὴ μανθάνωσι παρὰ τοῦ Φιλίππου, ἀλλ' ὑπολαμβάνωσι περὶ τοῦ Ἡσαΐου λέγεσθαι, ἢ περὶ ἄλλου τινὸς τῶν γενομένων προφητῶν. Τοιαῦτα δὴ οὖν καὶ οἱ χριστομάχοι παθόντες, εἰς μυσαρὰν αἵρεσιν ἐκπεπτώκασιν. Εἰ γὰρ ἐγνώκει σαν τό τε πρόσωπον καὶ τὸ πρᾶγμα
32