οἶκον καταφυ γῆς καὶ εἰς Θεὸν ὑπερασπιστὴν, οὕτω καὶ Κύριος ἡμῶν γέγονε. Καὶ οὐκ ἀρχὴν τοῦ εἶναι αὐτὸς ἔσχε τότε· ἀλλ' ἡμεῖς ἀρχὴν ἔσχομεν τοῦ εἶναι αὐτὸν Κύριον ἡμῶν. Λοιπὸν γὰρ ἀγαθὸς ὢν ὁ Θεὸς, καὶ Πατὴρ ὢν τοῦ Κυρίου, ἐλεήσας καὶ θέλων πᾶσι γνω σθῆναι, ποιεῖ τὸν ἑαυτοῦ Υἱὸν ἐνδύσασθαι σῶμα ἀνθρώπινον, καὶ γενέσθαι ἄνθρωπον, κληθῆναί τε αὐτὸν Ἰησοῦν, ἵν', ἐν τούτῳ ἑαυτὸν προσ ενέγκας ὑπὲρ πάντων, τοὺς πάντας ἐλευθερώσῃ ἀπὸ τῆς θεοπλανησίας καὶ τῆς φθορᾶς, καὶ πάντων γένηται Κύριος καὶ Βασιλεὺς αὐτός. Τὸ δὴ οὖν γενέσθαι αὐτὸν οὕτω Κύριον καὶ Βασιλέα, τοῦτ' ἔστιν ὃ ἔλεγεν ὁ Πέτρος· Ἐποίησεν αὐτὸν Κύριον, καὶ Χριστὸν ἀπέστειλεν· ἴσον τῷ εἰπεῖν, ὅτι καὶ ἄνθρωπον αὐτὸν ποιήσας ὁ Πατήρ· ἴδιον γὰρ ἀνθρώ πων τὸ ποιεῖσθαι. Οὐχ ἁπλῶς δὲ ἐποίησεν ἄνθρω πον, ἀλλ' εἰς τὸ κυριεῦσαι πάντων αὐτὸν, καὶ ἁγιά ζειν πάντας διὰ τοῦ χρίσματος πεποίηκεν. Εἰ γὰρ καὶ δούλου μορφὴν ἔλαβεν ὁ ἐν μορφῇ Θεοῦ ὑπάρχων Λόγος, ἀλλ' ἡ πρόσληψις τῆς σαρκὸς οὐκ ἐδούλου τὸν Λόγον φύσει Κύριον ὄντα· ἀλλὰ μᾶλλον ἐλευθέ ρωσις μὲν ἦν ἡ γινομένη παρὰ τοῦ Λόγου πάσης τῆς ἀνθρωπότητος· αὐτὸς δὲ ὁ φύσει Κύριος Λόγος, καὶ ἄνθρωπος ποιηθεὶς, διὰ τῆς τοῦ δούλου μορφῆς Κύ ριος πάντων καὶ Χριστὸς, τουτέστιν, εἰς τὸ ἁγιάζειν τῷ Πνεύματι πάντας, πεποίηται. Καὶ ὥσπερ ὁ Θεὸς γινόμενος εἰς Θεὸν ὑπερασπιστὴν, καὶ λέγων· Ἔσο μαι αὐτοῖς Θεός· οὐ μᾶλλον τότε γίνεται Θεὸς, οὐ 26.177 δὲ τότε ἀρχὴν ἔχει τοῦ γίνεσθαι Θεός· ἀλλ' ὅπερ ἐστὶν ἀεὶ, τοῦτο καὶ τοῖς δεομένοις γίνεται, ὅταν αὐτῷ. δοκῇ· οὕτω καὶ ὁ Χριστὸς φύσει Κύριος καὶ Βα σιλεὺς ἀΐδιος ὢν, οὐχ ὅτε ἀποστέλλεται, μᾶλλον γίνε ται Κύριος, οὐδὲ τότε ἀρχὴν λαμβάνει τοῦ εἶναι Κύ ριος καὶ Βασιλεύς· ἀλλ' ὅπερ ἐστὶν ἀεὶ, τοῦτο καὶ τότε κατὰ σάρκα πεποίηται, καὶ λυτρωσάμενος πάντας γίνεται καὶ οὕτω ζώντων καὶ νεκρῶν Κύ ριος· αὐτῷ γὰρ λοιπὸν τὰ πάντα δουλεύει· καὶ τοῦτό ἐστιν, ὅπερ ψάλλει καὶ ὁ ∆αβίδ· Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου· Κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου. Οὐ γὰρ ἔπρεπε δι' ἑτέρου τὴν λύτρωσιν γενέσθαι, ἀλλὰ διὰ τοῦ φύσει Κυρίου, ἵνα μὴ διὰ Υἱοῦ μὲν κτιζώμεθα, ἄλλον δὲ Κύριον ὀνομάζωμεν, καὶ πέσω μεν εἰς τὴν Ἀρειανὴν καὶ τὴν Ἑλληνικὴν ἀφροσύνην, κτίσει δουλεύοντες παρὰ τὸν κτίσαντα τὰ πάντα Θεόν. Αὕτη τοῦ ῥητοῦ κατά γε τὴν ἐμὴν οὐθένειαν ἡ διάνοια. Καὶ γὰρ ἀληθῆ καὶ χρηστὴν ἔχει τὴν αἰτίαν τὰ πρὸς τοὺς Ἰουδαίους τοιαῦτα ῥήματα τοῦ Πέτρου. Ἰουδαῖοι γὰρ πλανηθέντες ἀπὸ τῆς ἀληθείας, προσδοκῶσι μὲν ἐρχόμενον τὸν Χριστόν· οὐχ ἡγοῦνται δὲ αὐτὸν καὶ πάθος ἀναδέχεσθαι, λέγοντες ὅπερ οὐ νοοῦσιν· Ἡμεῖς οἴδαμεν ὅτι, ὅταν ἔλθῃ ὁ Χριστὸς, μένει εἰς τὸν αἰῶνα· καὶ πῶς σὺ λέγεις, ὅτι δεῖ αὐτὸν ὑψωθῆναι; ἔπειτα οὐ Λόγον γινόμενον ἐν σαρκὶ, ἀλλὰ ψιλὸν αὐτὸν ἄνθρωπον γίνεσθαι, ὡς πάντες γεγόνασιν οἱ βασιλεῖς ὑπολαμβάνουσιν. Ὁ μὲν οὖν Κύριος, τοὺς περὶ Κλεόπαν ἐντρέπων, ἐδίδασκεν, ὅτι τὸν Χριστὸν δεῖ πρῶτον παθεῖν· καὶ τοὺς ἄλλους δὲ Ἰουδαίους, ὅτι Θεὸν ἐπιδημῆσαι, λέ γων· Εἰ ἐκείνους εἶπε θεοὺς, πρὸς οὓς ὁ Λόγος τοῦ Θεοῦ ἐγένετο, καὶ οὐ δύναται λυθῆναι ἡ Γραφή· ὃν ὁ Πατὴρ ἡγίασε, καὶ ἀπέστειλεν εἰς τὸν κόσμον, ὑμεῖς λέγετε ὅτι, Βλασφημεῖς· ὅτι εἶπον, Υἱὸς τοῦ Θεοῦ εἰμι. Ὁ τοίνυν Πέτρος, μαθὼν ταῦτα παρὰ τοῦ Σω τῆρος, κατ' ἀμφότερα διορθούμενος τοὺς Ἰουδαίους, φησίν· Ὦ Ἰουδαῖοι, τὸν Χριστὸν καταγγέλλουσιν ἔρχεσθαι αἱ θεῖαι Γραφαὶ, καὶ ὑμεῖς μὲν ψιλὸν ἄνθρω πον αὐτὸν, ὡς ἕνα τῶν ἐκ τοῦ ∆αβὶδ, νομίζετε· τὰ δὲ γεγραμμένα περὶ αὐτοῦ οὐ τοιοῦτον αὐτὸν, οἷον ὑμεῖς λέγετε, σημαίνουσιν· ἀλλὰ μᾶλλον Κύριον καὶ Θεὸν, καὶ ἀθάνατον, καὶ χορηγὸν ζωῆς καταγγέλ λουσιν. Ὁ μὲν γὰρ Μωσῆς εἴρηκεν· Ὄψεσθε τὴν ζωὴν ὑμῶν κρεμαμένην ἀπέναντι τῶν ὀφθαλ 26.180 μῶν ὑμῶν· ὁ δὲ ∆αβὶδ ἐν μὲν τῷ ἑκατοστῷ ἐν νάτῳ ψαλμῷ· Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου· Κά θου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν
47