γενητὰ σημαίνεται, οὕτως καὶ τὸ Πα τὴρ δηλωτικόν ἐστι τοῦ Υἱοῦ· καὶ ὁ μὲν ποιητὴν καὶ δημιουργὸν καὶ ἀγένητον ὀνομάζων τὸν Θεὸν τὰ κτίσματα καὶ τὰ γενητὰ βλέπει καὶ καταλαμβάνει· ὁ δὲ τὸν Θεὸν Πατέρα καλῶν, εὐθὺς τὸν Υἱὸν νοεῖ καὶ θεωρεῖ. ∆ιὸ καὶ θαυμάσειεν ἄν τις αὐτῶν τὴν ἐπ' ἀσεβείᾳ φιλονεικίαν, ὅτι, καίτοι καὶ τοῦ ὀνόματος τοῦ ἀγενήτου καλὴν ἔχοντος τὴν προειρημένην διά νοιαν, καὶ δυναμένου μετ' εὐσεβείας ὀνομάζεσθαι, αὐτοὶ κατὰ τὴν ἰδίαν αἵρεσιν προφέρουσιν ἐπ' ἀτιμίᾳ τοῦ Υἱοῦ, οὐκ ἀναγνόντες ὅτι ὁ τιμῶν τὸν Υἱὸν τιμᾷ τὸν Πατέρα, καὶ ὁ τὸν Υἱὸν ἀτιμάζων ἀτιμάζει τὸν Πατέρα. Εἰ γὰρ ὅλως αὐτοῖς εὐφημίας καὶ τῆς εἰς τὸν Πατέρα τιμῆς ἔμελεν, ἔδει μᾶλλον, καὶ τοῦτο βέλτιον καὶ μεῖζον ἦν, Πατέρα τὸν Θεὸν εἰδέναι τε καὶ λέγειν αὐτοὺς, ἢ ἐκείνως νομάζειν αὐτόν. Λέ γοντες μὲν γὰρ ἐκεῖνοι τὸν Θεὸν ἀγένητον, ἐκ τῶν γενομένων ἔργων αὐτὸν, καθάπερ εἴρηται, ποιη τὴν μόνον καὶ δημιουργὸν λέγουσι, νομίζοντες, ὅτι 26.81 καὶ τὸν Λόγον ποίημα ἐκ τούτου σημαίνειν δύνανται κατὰ τὴν ἰδίαν ἡδονήν· ὁ δὲ τὸν Θεὸν Πατέρα λέγων, ἐκ τοῦ Υἱοῦ τοῦτον σημαίνει, οὐκ ἀγνοῶν, ὅτι, Υἱοῦ ὄντος, ἐξ ἀνάγκης διὰ τοῦ Υἱοῦ τὰ γενητὰ πάντα ἐκτίσθη. Καὶ οὗτοι μὲν ἀγένητον λέγοντες, μό νον ἐκ τῶν ἔργων σημαίνουσιν αὐτὸν, καὶ οὐκ ἴσασι καὶ αὐτοὶ τὸν Υἱὸν, ὥσπερ Ἕλληνες· ὁ δὲ Πατέρα λέγων τὸν Θεὸν ἐκ τοῦ Λόγου σημαίνει τοῦτον. Εἰδὼς δὲ τὸν Λόγον, οἶδεν αὐτὸν δημιουργὸν ὄντα, καὶ καταλαμβάνει ὅτι δι' αὐτοῦ τὰ πάντα γέ γονεν. Οὐκοῦν εὐσεβέστερον καὶ ἀληθὲς ἂν εἴη μᾶλ λον τὸν Θεὸν ἐκ τοῦ Υἱοῦ σημαίνειν καὶ Πατέρα λέ γειν, ἢ ἐκ μόνων τῶν ἔργων ὀνομάζειν καὶ λέ γειν αὐτὸν ἀγένητον. Τοῦτο μὲν γὰρ μόνον ἕκαστον, καθάπερ εἶπον, καὶ κοινῇ πάντα τὰ ἐκ τοῦ βουλήμα τος τοῦ Θεοῦ διὰ τοῦ Λόγου γενόμενα ἔργα σημαίνει· τὸ δὲ Πατὴρ ἐφ' Υἱοῦ μόνον σημαίνεται καὶ ἵσταται. Ὅσῳ δὲ ὁ Λόγος τῶν γενητῶν διαφέρει, τοσούτῳ καὶ πλεῖον τὸ λέγειν τὸν Θεὸν Πατέρα τοῦ λέγειν ἀγένητον διαφέροι ἄν. Καὶ γὰρ τοῦτο μὲν ἄγραπτον καὶ ὕποπτον ἅτε ποικίλην ἔχον ἐστὶ τὴν σημασίαν, ὥστε τοῦ ἐρωτωμένου περὶ αὐτοῦ εἰς πολλὰ τὴν διάνοιαν περιφέρεσθαι· τὸ δὲ Πατὴρ ἁπλοῦν καὶ ἔγγραφον, καὶ ἀληθέστερον, καὶ σημαῖνον μόνον τὸν Υἱόν ἐστι. Καὶ τὸ μὲν ἀγένητον, παρ' Ἑλλήνων εὕρηται τῶν μὴ γινωσκόντων τὸν Υἱόν· τὸ δὲ Πατὴρ παρὰ τοῦ Κυρίου ἡμῶν ἐγνώσθη καὶ κεχάρισται. Καὶ γὰρ εἰδὼς αὐτὸς τίνος ἐστὶν Υἱὸς, ἔλεγεν· Ἐγὼ ἐν τῷ Πατρὶ καὶ ὁ Πατὴρ ἐν ἐμοί ἐστι· καὶ, Ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν Πατέ ρα· καὶ, Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν. καὶ οὐδα μοῦ φαίνεται τὸν Πατέρα καλῶν ἀγένητον αὐτός· ἀλλὰ καὶ ἡμᾶς εὔχεσθαι διδάσκων οὐκ εἶπεν· Ὅταν δὲ προσεύχεσθε λέγετε, Θεὲ ἀγένητε· ἀλλὰ μᾶλ λον· Ὅταν δὲ προσεύχεσθε, λέγετε, Πάτερ ἡμῶν, ὁ ἐν τοῖς οὐρανοῖς. Καὶ τὸ κεφάλαιον δὲ τῆς πίστεως ἡμῶν εἰς τοῦτο συντείνειν ἠθέλησε, κελεύσας ἡμᾶς βαπτίζεσθαι οὐκ εἰς ὄνομα ἀγενήτου, 26.84 καὶ γενητοῦ, οὐδὲ εἰς ὄνομα κτίστου καὶ κτίσμα τος, ἀλλ' εἰς ὄνομα Πατρὸς καὶ Υἱοῦ, καὶ ἁγίου Πνεύματος. Οὕτω γὰρ τελειούμενοι καὶ ἡμεῖς ἐκ ποιημάτων ὄντες, υἱοποιούμεθα λοιπὸν, καὶ τὸ τοῦ Πατρὸς δὲ ὄνομα λέγοντες, ἐπιγινώσκομεν ἐκ τοῦ ὀνόματος τούτου καὶ τὸν ἐν αὐτῷ τῷ Πατρὶ Λόγον. Μάταιος ἄρα καὶ ἡ περὶ τῆς τοῦ ἀγενήτου λέξεως ἐπι χείρησις αὐτῶν δέδεικται, καὶ μηδὲν πλεῖον ἔχουσα ἢ μόνην φαντασίαν. Περὶ δὲ τοῦ λέγειν αὐτοὺς εἰ τρεπτός ἐστιν ὁ Λόγος, περιττόν ἐστι περὶ τούτου ζητεῖν· ἀρκεῖ γὰρ, καὶ μόνον ἐγγράψαντά με τὰ παρ' αὐτῶν λεγό μενα, δεῖξαι τὸ τολμηρὸν τῆς ἀσεβείας αὐτῶν. Ἔστι γὰρ ταῦτα ἃ ὡς ἐρωτῶντες φλυαροῦσιν· «Αὐτεξού σιός ἐστιν ἢ οὐκ ἔστι; Προαιρέσει κατὰ τὸ αὐτ εξούσιον καλός ἐστι, καὶ δύναται, ἐὰν θελήσῃ, τρα πῆναι, τρεπτῆς ὢν φύσεως· ἢ ὡς λίθος καὶ ξύλον, οὐκ ἔχει τὴν προαίρεσιν ἐλευθέραν εἰς τὸ κινεῖσθαι καὶ ῥέπειν εἰς ἑκάτερα;» Τῆς μὲν οὖν αἱρέσεως αὐ τῶν οὐκ ἀλλότριόν ἐστι τοιαῦτα λέγειν τε καὶ φρο νεῖν· ἅπαξ γὰρ πλάσαντες ἑαυτοῖς ἐξ
20