Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί. Οὐκοῦν παντὶ τοῦτο δῆλόν ἐστιν, ὅτι τῆς μὲν σαρκός ἐστι τὸ ἀγνοεῖν, αὐτὸς δὲ ὁ Λόγος, ᾗ Λόγος ἐστὶ, τὰ πάντα καὶ πρὶν γενέσεως γινώσκει. Οὐδὲ γὰρ, ἐπειδὴ γέγονεν ἄνθρωπος, πέπαυται τοῦ εἶναι Θεός· οὐδὲ, ἐπειδὴ Θεός ἐστι, φεύγει τὸ ἀνθρώ πινον· μὴ γένοιτο! ἀλλὰ μᾶλλον Θεὸς ὢν, προσελάμ βανε τὴν σάρκα, καὶ ἐν σαρκὶ ὢν ἐθεοποίει τὴν 26.405 σάρκα. Καὶ γὰρ ὥσπερ ἐν αὐτῇ ἐπυνθάνετο, οὕτω καὶ ἐν αὐτῇ τὸν νεκρὸν ἤγειρε· καὶ πᾶσιν ἔδειξεν, ὅτι ὁ νεκροὺς ζωοποιῶν καὶ τὴν ψυχὴν ἀνακα λούμενος, πολλῷ μᾶλλον τὰ κρυπτὰ πάντων ἐπιγι νώσκει, καὶ ἐγίνωσκε ποῦ κεῖται Λάζαρος· ἀλλ' ἐπυν θάνετο· ἐποίει γὰρ καὶ τοῦτο ὁ πανάγιος τοῦ Θεοῦ Λόγος, ὁ πάντα δι' ἡμᾶς ὑπομείνας, ἵνα καὶ οὕτω τὴν ἄγνοιαν ἡμῶν βαστάξας, χαρίσηται γι νώσκειν τὸν μόνον ἑαυτοῦ ἀληθινὸν Πατέρα, καὶ ἑαυ τὸν τὸν δι' ἡμᾶς ἐπὶ σωτηρίᾳ πάντων ἀποστα λέντα, ἧς μείζων οὐκ ἂν γένοιτο χάρις. Ὅταν τοίνυν καὶ περὶ ὧν προφασίζονται ῥητῶν λέγῃ ὁ Σωτὴρ Ἐδόθη μοι ἐξουσία, καὶ, ∆όξασόν σου τὸν Υἱὸν, λέγῃ τε ὁ Πέτρος, Ἐδόθη αὐτῷ ἐξουσία, τῇ αὐτῇ διανοίᾳ ταῦτα πάντα γινώσκομεν, ὅτι ἀνθρωπί νως διὰ τὸ σῶμα ταῦτα πάντα λέγει. Οὐ γὰρ χρείαν ἔχων, ὅμως αὐτὸς ὡς εἰληφὼς λέγεται ἅπερ ἐλάμβανεν ἀνθρωπίνως· ἵνα πάλιν, ὡς τοῦ Κυρίου λαβόντος, καὶ ὡς εἰς αὐτὸν ἀναπαυομένης τῆς δόσεως, βεβαία ἡ χάρις διαμείνῃ. Ἄνθρωπος μὲν γὰρ μόνος λαμβάνων δυνατὸν ἔχει καὶ τὸ ἀφαιρεθῆναι· καὶ τοῦτο ἐπὶ τοῦ Ἀδὰμ ἐδείχθη· λαβὼν γὰρ ἀπ ώλεσεν. Ἵνα δὲ ἀναφαίρετος ἡ χάρις γένηται, καὶ βεβαία φυλαχθῇ τοῖς ἀνθρώποις, διὰ τοῦτο αὐτὸς ἰδιοποιεῖται τὴν δόσιν, καὶ λέγει ἐξουσίαν εἰληφέναι, ὡς ἄνθρωπος, ἢν ἀεὶ ἔχει ὡς Θεός· καὶ λέγει, ∆όξα σόν με, ὁ ἄλλους δοξάζων, ἵνα δείξῃ, ὅτι σάρκα χρῄζουσαν ἔχει τούτων. ∆ιὸ κἀκείνης λαβούσης, ἐπειδὴ ἡ λαβοῦσα ἐν αὐτῷ ἐστι, καὶ προσλα βὼν αὐτὴν ἄνθρωπος γέγονεν, ὡς αὐτὸς εἰληφὼς λέγεται. Εἰ μὲν οὖν, ὡς πολλάκις εἴρηται, οὐ γέγονεν ἄνθρωπος ὁ Λόγος, ἔστω τοῦ Λόγου καθ' ὑμᾶς τὸ λαβεῖν, καὶ τὸ χρῄζειν δόξης, καὶ τὸ ἀγνοεῖν· εἰ δὲ γέγονεν ἄνθρωπος· γέγονε γάρ· ἀνθρώπου δέ ἐστι τὸ λαβεῖν, καὶ τὸ χρῄζειν, καὶ τὸ ἀγνοεῖν· διὰ τί τὸν διδόντα ὡς λαμβάνοντα νομίζομεν, καὶ τὸν ἄλ λοις χορηγοῦντα χρείαν ἔχειν ὑπονοοῦμεν, καὶ τὸν μὲν Λόγον διαιροῦμεν ἀπὸ τοῦ Πατρὸς, ὡς ἀτελῆ καὶ χρείαν ἔχοντα, τὴν δὲ ἀνθρωπότητα τῆς χάριτος ἐρημοῦμεν; Εἰ γὰρ αὐτὸς ὁ Λόγος, ᾗ Λόγος ἐστὶ, δι' ἑαυτόν ἐστι λαβὼν καὶ δοξασθεὶς, καὶ εἰ ἐκεῖ νος κατὰ τὴν θεότητά ἐστιν ὁ ἁγιασθεὶς καὶ ἀνα στὰς ποία τοῖς ἀνθρώποις ἐστὶν ἐλπίς; Μένουσι γὰρ, 26.408 ὥσπερ ἦσαν, γυμνοὶ, καὶ δείλαιοι, καὶ νεκροὶ, οὐδὲν κοινὸν ἔχοντες πρὸς τὰ δοθέντα τῷ Υἱῷ. Τί δὲ καὶ ἐπεδήμει, καὶ ἐγίνετο σὰρξ ὁ Λόγος; Εἰ μὲν ἵνα λάβῃ ταῦτα, ἅπερ λέγει εἰληφέναι· κενὸς ἦν τούτων πρὸ τούτου, ἐξ ἀνάγκης δὲ καὶ χάριν ὁμολο γήσει μᾶλλον αὐτὸς τῷ σώματι, ὅτι, ὅτε γέγονεν εἰς αὐτὸ, τότε λαμβάνει ταῦτα παρὰ τοῦ Πατρὸς, ἃ μὴ εἶχε πρὸ τῆς εἰς τὴν σάρκα καθόδου. Καὶ γὰρ ἐκ τούτου βελτιωθεὶς φαίνεται μᾶλλον αὐτὸς διὰ τὸ σῶμα ἢ τὸ σῶμα βελτιωθὲν δι' αὐτόν. Ἀλλὰ τοῦτο Ἰουδαϊκόν ἐστι τὸ φρόνημα. Εἰ δ' ἵνα λυτρώσηται τὸ γένος τῶν ἀνθρώπων, ἐπεδήμησεν ὁ Λόγος, καὶ ἵνα αὐτοὺς ἁγιάσῃ καὶ θεοποιήσῃ, γέγονεν ὁ Λόγος σὰρξ (τούτου γὰρ χάριν καὶ γέγονε)· τίνι λοιπὸν οὐκ ἔστι φανερὸν, ὅτι ταῦθ' ἅπερ εἰληφέναι λέγει, ὅτε γέγονε σὰρξ, οὐ δι' ἑαυτὸν, ἀλλὰ διὰ τὴν σάρκα λέγει; ἐν ᾗ γὰρ ἦν λέγων, ταύτης ἦν καὶ τὰ διδό μενα χαρίσματα δι' αὐτοῦ παρὰ τοῦ Πατρός. Τίνα δὲ ἦν ἃ ᾐτεῖτο, ἴδωμεν, καὶ τίνα ἦν ὅλως, ἃ ἔλεγεν εἰληφέναι, ἵνα κἂν οὕτως αἰσθέσθαι δυνηθῶσιν ἐκεῖ νοι. ∆όξαν τοίνυν ᾐτεῖτο, καὶ ἔλεγε· Πάντα μοι παρε δόθη· καὶ μετὰ τὴν ἀνάστασιν ἐξουσίαν πᾶσάν φησιν εἰληφέναι. Ἀλλὰ καὶ πρὶν εἴπῃ, Πάντα μοι παρεδόθη, πάντων ἦν Κύριος· πάντα γὰρ δι' αὐτοῦ ἐγένετο· καὶ εἷς Κύριος ἦν, δι' οὗ τὰ πάντα· καὶ δόξαν μὲν αἰτῶν, Κύριος τῆς δόξης ἦν καὶ ἔστιν, ὡς Παῦλός φησιν· Εἰ γὰρ ἔγνωσαν, οὐκ ἂν τὸν Κύριον τῆς
109