νυμφίος. οἶδε πότε καὶ ποίᾳ ὥρᾳ ἔρχεται, καὶ πότε μέλλει λέγειν· Ἔγειραι, ὁ καθεύδων, καὶ ἀνάστα ἐκ τῶν νεκρῶν, καὶ ἐπιφαύσει σοι ὁ Χριστός. 26.421 Ὥσπερ γὰρ, ἄνθρωπος γενόμενος, μετὰ ἀνθρώπων πεινᾷ καὶ διψᾷ καὶ πάσχει, οὕτω μετὰ μὲν τῶν ἀνθρώπων, ὡς ἄνθρωπος, οὐκ οἶδε· θεϊκῶς δὲ, ἐν τῷ Πατρὶ ὢν Λόγος καὶ Σοφία, οἶδε, καὶ οὐδέν ἐστιν, ὃ ἀγνοεῖ. Οὕτως καὶ περὶ Λαζάρου πάλιν ἀν θρωπίνως πυνθάνεται, ὁ ἀπελθὼν ἐγεῖραι αὐτὸν, καὶ εἰδὼς πόθεν ἀνακαλέσηται τὴν Λαζάρου ψυχήν· μεῖζον δὲ τὸ εἰδέναι, ποῦ ἦν ἡ ψυχὴ, τοῦ εἰδέ ναι, ποῦ ἔκειτο τὸ σῶμα· ἀλλὰ ἀνθρωπίνως ἐπ ηρώτα, ἵνα θεϊκῶς ἀνεγείρῃ. Οὕτω καὶ τῶν μαθητῶν πυνθάνεται ἐλθὼν εἰς τὰ μέρη Καισαρείας, καίπερ εἰδὼς καὶ πρὶν ἀποκρίνασθαι τὸν Πέτρον. Εἰ γὰρ ὁ Πατὴρ ἀπεκάλυψε τῷ Πέτρῳ περὶ ὧν ὁ Κύριος ἐπυνθάνετο, δῆλόν ἐστιν, ὅτι διὰ τοῦ Υἱοῦ γέγονεν ἡ ἀποκάλυψις· Οὐδεὶς γὰρ οἶδε τὸν Υἱὸν, φησὶν, εἰ μὴ ὁ Πατὴρ, καὶ τὸν Πατέρα, εἰ μὴ ὁ Υἱὸς, καὶ ᾧ ἐὰν θέλῃ ὁ Υἱὸς ἀποκαλύψαι. Εἰ δὲ δι' Υἱοῦ ἥ τε τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ γνῶσις ἀποκαλύπτεται, οὐκ ἀμφίβολον ὡς αὐτὸς ὁ πυνθανό μενος Κύριος, πρότερον ἀποκαλύψας τῷ Πέτρῳ παρὰ τοῦ Πατρὸς, ὕστερον ἀνθρωπίνως ἐπυνθάνετο· ἵνα καὶ τοῦτο δείξῃ, ὅτι σαρκικῶς πυνθανόμενος, ᾔδει θεϊκῶς ἃ ἔμελλε λέγειν ὁ Πέτρος· οἶδεν ἄρα ὁ Υἱὸς, γινώσκων τὰ πάντα, καὶ γινώσκων τὸν ἑαυτοῦ Πα τέρα, ἧς γνώσεως οὔτε μεῖζον οὔτε τελειότερον ἄν τι γένοιτο. Ἱκανὰ μὲν οὖν ταῦτα πρὸς ἔλεγχον αὐτῶν· ἐβουλόμην δὲ ἐρωτῆσαι, ἵνα καὶ οὕτως ἐχθροὶ μᾶλλον τῆς ἀληθείας δεικνύωνται καὶ χριστομάχοι. Ὁ Ἀπόστολος ἐν τῇ δευτέρᾳ πρὸς Κορινθίους Ἐπιστολῇ γράφων φησίν· Οἶδα ἄνθρωπον ἐν Χρι στῷ πρὸ ἐτῶν δεκατεσσάρων εἴτε ἐν σώματι, οὐκ οἶδα, εἴτε ἐκτὸς τοῦ σώματος, οὐκ οἶδα· ὁ Θεὸς οἶδε. Τί τοίνυν φατέ; οἶδεν ὁ Ἀπόστολος ὃ πέπονθεν ἐν τῇ ὀπτασίᾳ, κἂν λέγῃ, οὐκ οἶδα, ἢ οὐκ οἶδεν; Εἰ μὲν οὖν οὐκ οἶδε, σκοπεῖτε, μὴ, μαθόντες πίπτειν, πέσητε καὶ εἰς τὴν τῶν Φρυγῶν παρα νομίαν τῶν λεγόντων μὴ εἰδέναι τοὺς προφήτας, μηδὲ τοὺς ἄλλους τοὺς διακονήσαντας τὸν Λόγον, μήτε ἃ ποιοῦσι, μήτε περὶ τίνων ἀπαγγέλλουσιν· εἰ δὲ οἶδε λέγων, οὐκ οἶδα· εἶχε γὰρ ἐν ἑαυτῷ τὸν Χριστὸν 26.424 ἀποκαλύπτοντα αὐτῷ τὰ πάντα· πῶς οὐκ ἀλη θῶς ἐξεστραμμένη τῶν θεομάχων καὶ αὐτοκατάκρι τός ἐστιν αὐτῶν ἡ καρδία; τὸν μὲν ἀπόστολον λέ γοντα, οὐκ οἶδα, λέγουσιν εἰδέναι, τὸν δὲ Κύ ριον λέγοντα, οὐκ οἶδα, λέγουσι μὴ εἰδέναι; Εἰ γὰρ, ἐπειδὴ Χριστὸς ἦν ἐν αὐτῷ, οἶδεν ὁ Παῦλος ἅπερ λέγει, οὐκ οἶδα· πῶς οὐχὶ μᾶλλον αὐτὸς ὁ Χριστὸς οἶδε, κἂν λέγῃ, οὐκ οἶδα; Ὁ μὲν οὖν Ἀπόστολος ἀποκαλύπτοντος αὐτῷ τοῦ Κυρίου οἶδεν ὃ πέ πονθε· διὰ τοῦτο γὰρ καί φησιν, Οἶδα ἄνθρωπον ἐν Χριστῷ· εἰδὼς δὲ τὸν ἄνθρωπον, οἶδε καὶ πῶς ὁ ἄνθρωπος ἡρπάγη. Ὁ γοῦν Ἐλισσαῖος, βλέπων τὸν Ἠλίαν, οἶδε καὶ πῶς ἀνελήφθη· ἀλλὰ καίπερ γινώσκων, ὅμως τῶν υἱῶν τῶν προφητῶν νομιζόντων τὸν Ἠλίαν εἰς ἓν τῶν ὀρέων ὑπὸ τοῦ Πνεύματος ἐῤ ῥίφθαι, αὐτὸς τὴν μὲν ἀρχὴν γινώσκων ὃ ἑώρα κεν, ἔπειθε τοὺς ἄνδρας· βιαζομένων δὲ ἐκείνων, σε σιώπηκε καὶ συνεχώρησεν ἀπελθεῖν. Ἆρ' οὖν, ἐπειδὴ σεσιώπηκεν, οὐκ ἐγίνωσκεν; Ἐγίνωσκε μὲν οὖν· ἀλλ' ὡς οὐκ εἰδὼς συνεχώρησεν, ἵν' ἐκεῖνοι, πεισθέν τες, μηκέτι διστάζωσι περὶ τῆς ἀναλήψεως Ἠλίου. Οὐκοῦν πολλῷ μᾶλλον ὁ Παῦλος. αὐτὸς ὢν ὁ ἁρπαγεὶς, οἶδε καὶ πῶς ἡρπάγη. Καὶ γὰρ Ἠλίας ἐγίνωσκε· καὶ εἰ ἐπυνθάνετό τις, εἶπεν ἂν πῶς ἀν ελήφθη. Λέγει δὲ ὅμως ὁ Παῦλος, Οὐκ οἶδα, δύο τούτων χάριν, ὥς γε νομίζω, ἑνὸς μὲν, ὡς αὐτὸς εἶπεν, ἵνα μὴ διὰ τὴν ὑπερβολὴν τῶν ἀποκαλύψεων ἕτερόν τις αὐτὸν λογίσηται, ὑπὲρ ὃ βλέπει· ἑτέρου δὲ, ὅτι, τοῦ Σωτῆρος εἰπόντος, Οὐκ οἶδα, ἔπρεπε καὶ αὐτὸν εἰπεῖν, Οὐκ οἶδα, ἵνα μὴ φαίνηται δοῦλος ὢν ὑπὲρ τὸν Κύριον αὐτοῦ, καὶ μαθητὴς ὑπὲρ τὸν διδά σκαλον. Οὐκοῦν ὁ τῷ Παύλῳ δεδωκὼς εἰδέναι πολλῷ μᾶλλον αὐτὸς οἶδε. Καὶ γὰρ καὶ λέγων τὰ πρὸ τῆς ἡμέρας, οἶδε, καθὰ προεῖπον, καὶ πότε ἡ ἡμέρα καὶ πότε ἡ ὥρα·
113