βλέποντες ἀποροῦντα τὸν ἐπι σπείραντα τὴν αἵρεσιν αὐτοῖς, καὶ μάθωσι κἂν ὀψέ ποτε, ὅτι, Ἀρειανοὶ ὄντες, οὐκ εἰσὶ Χριστιανοί. Εἰρήκατε καὶ φρονεῖτε, ὑποβάλλοντος ὑμῖν ἐκείνου, ὅτι ἦν ποτε, ὅτε οὐκ ἦν ὁ Υἱός· τοῦτο γὰρ πρῶτον ὑμῶν τῆς ἐπινοίας ἀποδῦσαι τὸ ἔνδυμα δεῖ. Τί τοίνυν ἦν ποτε ὅτε ὁ Υἱὸς οὐκ ἦν, εἴπατε, ὦ δύσφημοι καὶ δυσσεβεῖς. Εἰ μὲν οὖν τὸν Πατέρα λέ γετε, μείζων ὑμῶν ἡ βλασφημία· οὐ γὰρ θέμις εἰπεῖν, ὅτι ποτὲ ἦν, ἢ ἐν τῷ ποτὲ σημαίνειν αὐτόν· ἔστι γὰρ ἀεὶ, καὶ νῦν ἐστιν, ὄντος τε καὶ τοῦ Υἱοῦ ἐστι, καὶ αὐτός ἐστιν ὁ ὢν καὶ τοῦ Υἱοῦ Πατήρ. Εἰ δὲ λέγετε ὅτι ὁ Υἱὸς ἦν ποτε, ὅτε αὐτὸς οὐκ ἦν· μωρὰ καὶ ἀνόητός ἐστιν ἡ ἀπόκρισις. Πῶς γὰρ ἦν αὐτὸς, καὶ οὐκ ἦν αὐτός; Οὐκοῦν ἐν τούτοις ἀπο ροῦντας ὑμᾶς ἀνάγκη λοιπὸν λέγειν, Ἦν ποτε χρό νος, ὅτε οὐκ ἦν ὁ Λόγος· τοῦτο γὰρ φύσει ση μαίνει καὶ αὐτὸ τὸ ποτέ ὑμῶν ἐπίῤῥημα. Καὶ ὅπερ δὲ πάλιν γράφοντες εἰρήκατε, Οὐκ ἦν ὁ Υἱὸς πρὶν γεννηθῇ, ταυτόν ἐστι λέγειν ὑμᾶς, Ἦν ποτε ὅτε οὐκ ἦν· χρόνον γὰρ εἶναι κἀκεῖνο καὶ τοῦτο πρὸ τοῦ Λόγου σημαίνει. Πόθεν οὖν ὑμῖν ἐξεύρηται ταῦτα; Ἵνα τί καὶ ὑμεῖς, ὡς τὰ ἔθνη, ἐφρυάξατε, καὶ μελετᾶτε κενὰ λεξείδια κατὰ τοῦ Κυρίου καὶ κατὰ τοῦ Χριστοῦ αὐτοῦ; Οὐδεμία γὰρ τῶν ἁγίων Γραφῶν τοιοῦτόν τι περὶ τοῦ Σωτῆρος εἴρηκεν, ἀλλὰ μᾶλλον τὸ ἀεὶ, τὸ ἀΐδιον, καὶ τὸ συνεῖναι ἀεὶ τῷ Πατρί. Ἐν ἀρχῇ γὰρ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεὸν, καὶ Θεὸς ἦν ὁ Λόγος. Καὶ ἐν τῇ Ἀποκαλύψει τάδε λέγει· Ὁ ὢν καὶ ὁ ἦν καὶ ὁ ἐρχόμενος. Τοῦ δὲ ὁ ὢν καὶ τοῦ ὁ ἦν τίς ἂν ἀφέλοιτο τὸν ἀΐδιον; Τοῦτο γὰρ καὶ ὁ Παῦλος ἐν τῇ πρὸς Ῥωμαίους Ἰουδαίους μὲν ἤλεγχε γράφων· Ἐξ ὧνὁ Χριστὸς τὸ κατὰ σάρκα, ὁ ὢν ἐπὶ πάντων Θεὸς εὐλογητὸς εἰς τοὺς αἰῶνας· Ἕλληνας δὲ ἐντρέπων ἔλεγε· Τὰ γὰρ ἀόρατα αὐτοῦ ἀπὸ κτίσεως κόσμου τοῖς ποιήμασι νοούμενα καθορᾶται, ἥ τε ἀΐδιος 26.36 αὐτοῦ δύναμις καὶ θειότης. Τίς δὲ ἡ τοῦ Θεοῦ δύνα μις, αὐτὸς πάλιν διδάσκει λέγων· Χριστὸς Θεοῦ δύναμις, καὶ Θεοῦ σοφία. Οὐ γὰρ δὴ τοῦτο λέ γων τὸν Πατέρα σημαίνει, ὡς πολλάκις πρὸς ἀλλή λους ἐψιθυρίσατε λέγοντες· Ὁ Πατήρ ἐστιν ἡ ἀΐδιος αὐτοῦ δύναμις. Οὐκ ἔστι δὲ οὕτως· οὐ γὰρ εἴρηκεν, αὐτὸς ὁ Θεός ἐστιν ἡ δύναμις· ἀλλ' αὐτοῦ ἐστιν ἡ δύναμις. Εὔδηλον δὲ πᾶσίν ἐστιν, ὡς τὸ αὐ τοῦ οὐκ ἔστιν αὐτὸς, ἀλλ' οὐδὲ ξένον, ἴδιον δὲ μᾶλλον αὐτοῦ. Ἀνάγνωτε δὲ καὶ τὴν ἀκολουθίαν τῶν ῥημάτων, καὶ ἐπιστρέψατε πρὸς Κύριον· (Ὁ δὲ Κύριος τὸ Πνεῦμά ἐστι·) καὶ ὄψεσθε περὶ τοῦ Υἱοῦ εἶναι τὸ σημαινόμενον. Περὶ γὰρ τῆς κτίσεως μνημονεύων, ἀκολούθως γράφει καὶ περὶ τῆς ἐν τῇ κτίσει τοῦ δημιουργοῦ δυνάμεως, ἥτις ἐστὶν ὁ Λόγος τοῦ Θεοῦ, δι' οὗ καὶ τὰ πάντα γέγονεν. Εἰ μὲν οὖν αὐτάρκης ἐστὶν ἡ κτίσις ἀφ' ἑαυτῆς μόνης χωρὶς Υἱοῦ γνωρίσαι τὸν Θεὸν, σκοπεῖτε μὴ πέσητε, νομίζοντες καὶ χωρὶς Υἱοῦ τὴν κτίσιν γεγονέναι· εἰ δὲ δι' Υἱοῦ γέγονε, καὶ ἐν αὑτῷ τὰ πάντα συνέστηκεν, ἐξ ἀνάγκης ὁ τὴν κτίσιν ὀρθῶς θεωρῶν θεωρεῖ καὶ τὸν ταύτην δημιουργήσαντα Λό γον, καὶ δι' αὐτοῦ τὸν Πατέρα νοεῖν ἄρχεται· εἰ δὲ καὶ κατὰ τὸν Σωτῆρα, Οὐδεὶς γινώσκει τὸν Πατέρα εἰ μὴ ὁ Υἱὸς, καὶ ᾧ ἂν ὁ Υἱὸς ἀποκαλύψῃ· τῷ τε Φιλίππῳ λέγοντι, ∆εῖξον ἡμῖν τὸν Πατέρα, οὐκ ἔλεγε, βλέπε τὴν κτίσιν, ἀλλ' Ὁ ἐμὲ ἑωρακὼς ἑώρακε τὸν Πατέρα· εἰκότως ὁ Παῦλος, αἰτιώμενος τοὺς Ἕλληνας, ὅτι, τὴν ἁρμονίαν καὶ τὴν τάξιν τῆς κτίσεως θεωροῦντες, οὐ διανοοῦνται περὶ τοῦ ἐν αὐτῇ δημιουργοῦ Λόγου· (τὰ γὰρ κτίσματα μηνύει τὸν ἑαυτῶν δημιουργόν·) ἵνα δι' αὐτῶν καὶ τὸν ἀληθινὸν Θεὸν νοήσωσι, καὶ παύσωνται τῆς εἰς τὰ κτίσματα λατρείας, εἴρηκεν, ἥ τε ἀΐδιος αὐτοῦ δύ ναμις καὶ θειότης, ἵνα τὸν Υἱὸν σημάνῃ. Λέγον τες δὲ οἱ ἅγιοι, Ὁ ὑπάρχων πρὸ τῶν αἰώνων, καὶ δι' οὗ ἐποίησε τοὺς αἰῶνας, οὐδὲν ἧττον πάλιν τὸ ἀΐδιον εὐαγγελίζονται τοῦ Υἱοῦ καὶ τὸ αἰώνιον, ἐν ᾧ καὶ αὐτὸν τὸν Θεὸν σημαίνουσιν. Ὁ μὲν γὰρ Ἡσαΐας φησί· Θεὸς αἰώνιος, ὁ κατασκευάσας τὰ ἄκρα τῆς γῆς· ἡ δὲ Σουσάννα ἔλεγεν· Ὁ Θεὸς ὁ αἰώνιος· ὁ δὲ Βαροὺχ ἔγραφε· Κεκράξομαι πρὸς τὸν αἰώ νιον ἐν ταῖς ἡμέραις μου· καὶ μετ'
7