ὥρισται, καὶ οἶδεν αὐτὸς τὸ δι' αὐτοῦ ὁρισθέν. Οὐδὲν γάρ ἐστιν, ὃ μὴ διὰ Υἱοῦ γέγονέ τε καὶ ὥρι σται· οὐκοῦν αὐτὸς δημιουργὸς ὢν τοῦ παντὸς, οἶδεν ὁποῖον καὶ ὁπόσον, καὶ ἕως τίνος αὐτὸ γενέσθαι βε βούληται ὁ Πατήρ· ἐν δὲ τῷ πόσῳ καὶ μέχρι τίνος ἐστὶν ἡ τούτων ἀλλαγή. Πάλιν τε εἰ πάντα τὰ τοῦ Πατρὸς τοῦ Υἱοῦ ἐστι· τοῦτο γὰρ αὐτὸς εἴρηκε· τοῦ δὲ Πατρός ἐστι τὸ εἰδέναι τὴν ἡμέραν, δῆλον ὅτι καὶ ὁ Υἱὸς οἶδεν, ἴδιον ἔχων καὶ τοῦτο ἐκ τοῦ Πατρός. Καὶ πάλιν, εἰ ὁ Υἱὸς ἐν τῷ Πατρὶ, καὶ ὁ Πα τὴρ ἐν τῷ Υἱῷ, οἶδε δὲ ὁ Πατὴρ τὴν ἡμέραν καὶ τὴν ὥραν· φανερὸν, ὅτι καὶ ὁ Υἱὸς ἐν τῷ Πατρὶ ὢν καὶ εἰδὼς τὰ ἐν τῷ Πατρὶ, οἶδε καὶ αὐτὸς τὴν ἡμέραν καὶ τὴν ὥραν. Εἰ δὲ καὶ εἰκών ἐστιν ἀληθινὴ τοῦ Πατρὸς ὁ Υἱὸς, οἶδε δὲ ὁ Πατὴρ τὴν ἡμέραν καὶ τὴν ὥραν, δῆλον, ὅτι καὶ τοῦ εἰδέναι ταῦτα τὴν ὁμοιότητα τοῦ Πατρὸς ὁ Υἱὸς ἔχει. Καὶ οὐ θαυμαστὸν, εἰ δι' οὗ τὰ πάντα γέγονε, καὶ ἐν ᾧ συνέστηκε τὰ ὅλα, οἶδεν αὐτὸς τὰ γενόμενα, καὶ πότε τούτων ἑκάστου καὶ κοινῇ τὸ τέλος· ἀλλ' ὅτι καὶ αὕτη ἡ προπέτεια, πρέπουσα τῇ μανίᾳ τῶν Ἀρειομανιτῶν οὖσα, εἰς τοσαύτην ἡμᾶς ἀπολογίαν ἠνάγκασεν ἐλθεῖν. Συναριθμοῦντες γὰρ τοῖς γενητοῖς τὸν Υἱὸν τοῦ Θεοῦ τὸν ἀΐδιον Λόγον, κατ' ὀλίγον καὶ αὐτὸν τὸν Πατέρα ἐλάττονα τῆς κτίσεως μελετῶσι λέγειν. Εἰ γὰρ ὁ τὸν Πατέρα γινώσκων οὐκ οἶδε τὴν ἡμέραν οὐδὲ τὴν ὥραν, φοβοῦμαι μὴ μείζων ἔσται, ὡς ἂν ἐκεῖνοι μανέντες εἴποιεν, ἡ περὶ τῆς κτίσεως, μᾶλλον δὲ ἡ περὶ τοῦ ἐλάττονος μέρους τῆς κτίσεως γνῶσις, τῆς περὶ τοῦ Πατρὸς γνώσεως. Ἀλλ' ἐκεῖνοι μὲν, οὕτως εἰς τὸ Πνεῦμα βλασ φημοῦντες, προσδοκάτωσαν μὴ λαμβάνειν ποτὲ τῆς ἀσεβείας ταύτης ἄφεσιν, ὡς ὁ Κύριος εἴ ρηκεν· οἱ δὲ φιλόχριστοι καὶ χριστοφόροι γινώσκομεν, ὡς οὐκ ἀγνοῶν ὁ Λόγος, ᾗ Λόγος ἐστὶν, ἔλεγεν, Οὐκ οἶδα· οἶδε γάρ· ἀλλὰ τὸ ἀνθρώπινον δεικνὺς, ὅτι τῶν ἀνθρώπων ἴδιόν ἐστι τὸ ἀγνοεῖν, καὶ ὅτι σάρ κα ἀγνοοῦσαν ἐνεδύσατο, ἐν ᾗ ὢν, σαρκικῶς ἔλεγεν· Οὐκ οἶδα. Τότε γοῦν εἰρηκὼς, ὅτι Οὐδὲ ὁ Υἱὸς οἶδε, καὶ τῶν κατὰ Νῶε ἀνθρώπων τὴν ἄγνοιαν παραθεὶς, εὐθὺς ἐπήγαγε· Γρηγορεῖτε οὖν, ὅτι οὐκ οἴδατε οὐδὲ ὑμεῖς, ποίᾳ ὥρᾳ ὁ Κύ 26.420 ριος ὑμῶν ἔρχεται· καὶ πάλιν, ᾖ οὐ δοκεῖτε ὥρᾳ, ὁ Υἱὸς τοῦ ἀνθρώπου ἔρχεται· δι' ὑμᾶς γὰρ κἀγὼ γενόμενος ὡς ὑμεῖς, εἶπον· Οὐδὲ ὁ Υἱός. Ἔδει δὲ, εἴπερ ἦν ἀγνοῶν θεϊκῶς, εἰπεῖν· Γρηγορεῖτε οὖν, ὅτι οὐκ οἶδα· καὶ, ᾗ οὐ δοκῶ ὥρᾳ· νῦν δὲ, τοῦτο μὲν οὐκ εἶπεν· εἰρηκὼς δὲ, ὅτι οὐκ οἴδατε ὑμεῖς, καὶ, ᾗ οὐ δοκεῖτε, ἔδειξεν, ὅτι τῶν ἀνθρώπων ἐστὶ τὸ ἀγνοεῖν· δι' οὓς καὶ αὐτὸς, τὴν ὁμοίαν αὐτῶν ἔχων σάρκα, καὶ ἄνθρωπος γενόμενος, ἔλεγεν, οὐδὲ ὁ Υἱὸς οἶδεν· οὐκ οἶδε γὰρ σαρκὶ, καίπερ ὡς Λόγος γινώσκων. Καὶ τὸ κατὰ Νῶε δὲ παράδειγμα πάλιν ἐλέγχει τὴν ἀναίδειαν τῶν χριστομάχων· καὶ γὰρ κἀκεῖ οὐκ εἶπεν· Οὐκ ἔγνων, ἀλλ', Οὐκ ἔγνωσαν, ἕως ἦλθεν ὁ κατακλυσμός. Οἱ μὲν γὰρ ἄνθρωποι οὐκ ἐγίνωσκον· ὁ δὲ τὸν κατακλυσμὸν ἐπαγαγὼν (αὐτὸς δὲ ἦν ὁ Σωτήρ·) ἐγίνωσκε τὴν ἡμέραν καὶ τὴν ὥραν, ἐν ᾗ τοὺς καταῤῥάκτας τοῦ οὐρανοῦ ἤνοιγε, καὶ τὰς ἀβύσσους ἐῤῥήγνυε, καὶ τῷ Νῶε εἴρηκεν· Εἴσελθε σὺ καὶ οἱ υἱοί σου εἰς τὴν κι βωτόν. Εἰ δὲ ἦν ἀγνοῶν, οὐκ ἂν προέλεγε τῷ Νῶε· Ἔτι γὰρ ἡμερῶν ἑπτὰ, ἐγὼ ἐπάγω τὸν κατακλυσμὸν ἐπὶ τὴν γῆν. Εἰ δὲ ἐκ τῆς εἰκόνος τῆς κατὰ τὸν Νῶε σημαίνει τὴν ἡμέραν, ἔγνω δὲ τὴν ἡμέραν τοῦ κατακλυσμοῦ, οἶδεν ἄρα καὶ τὴν ἡμέραν τῆς ἑαυτοῦ παρουσίας. Καὶ τὴν κατὰ τὰς παρθένους δὲ ὁμοίωσιν εἰρηκὼς, φανερώτερον πάλιν ἔδειξε, τίνες εἰσὶν οἱ ἀγνοοῦντες τὴν ἡμέραν καὶ τὴν ὥραν, λέγων, Γρη γορεῖτε οὖν, ὅτι οὐκ οἴδατε τὴν ἡμέραν ἢ τὴν ὥραν, ὁ πρὸ ὀλίγου λέγων, Οὐδεὶς οἶδεν, οὐδὲ ὁ Υἱὸς, νῦν οὐκ εἶπεν, ὅτι Ἐγὼ οὐκ οἶδα, ἀλλ' ὅτι Ὑμεῖς οὐκ οἴδατε. Οὕτως ἄρα πυνθανομένων τῶν μαθητῶν περὶ τοῦ τέλους, καλῶς εἶπε τότε καὶ τὸ, Οὐδὲ ὁ Υἱὸς, σαρκικῶς διὰ τὸ σῶμα, ἵνα δείξῃ, ὅτι, ὡς ἄνθρωπος, οὐκ οἶδεν· ἀνθρώπων γὰρ ἴδιον τὸ ἀγνοεῖν. Εἰ μέντοι Λόγος ἐστὶ, καὶ αὐτός ἐστιν ὁ ἐρ χόμενος, καὶ αὐτὸς κριτὴς, καὶ αὐτὸς ὁ
112