τῷ ἀθανάτῳ προσλαβόντι τὸ θνητόν; ἢ ποία βελτίωσις τῷ αἰωνίῳ ἐνδυσαμένῳ τὸ πρόσκαιρον; Ποῖος δὲ καὶ μισθὸς μεί ζων γένοιτ' ἂν Θεῷ αἰωνίῳ καὶ βασιλεῖ, καὶ ὄντι ἐν τοῖς κόλποις τοῦ Πατρός; Ἆρ' οὐ θεωρεῖτε, ὅτι καὶ τοῦτο δι' ἡμᾶς καὶ ὑπὲρ ἡμῶν γέγονε καὶ γέγρα πται, ἵνα ἄνθρωπος γενόμενος ὁ Κύριος, θνητοὺς ὄν τας καὶ προσκαίρους ἡμᾶς ἀθανάτους κατασκευάσῃ, καὶ εἰς τὴν αἰώνιον βασιλείαν τῶν οὐρανῶν εἰσαγάγῃ; Ἆρ' οὐκ ἐρυθριᾶτε, καταψευδόμενοι τῶν θείων λογίων; Καὶ γὰρ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἐπιδημήσαντος, ἡμεῖς μὲν ἐβελτιώθημεν, ἐλευθερω θέντες ἀπὸ τῆς ἁμαρτίας· αὐτὸς δὲ ὁ αὐτός ἐστι· καὶ οὐκ ἐπειδὴ γέγονεν ἄνθρωπος, (πάλιν γὰρ τὸ αὐτὸ λεκτέον·) ἐτράπη· ἀλλὰ, καθὼς γέγραπται, Ὁ Λόγος τοῦ Θεοῦ μένει εἰς τὸν αἰῶνα. Ἀμέλει ὥσπερ πρὸ τῆς ἐνανθρωπήσεως Λόγος ὣν ἐχορήγει τοῖς ἁγίοις ὡς ἴδιον τὸ Πνεῦμα, οὕτως καὶ ἄνθρωπος γενόμενος, ἁγιάζει τοὺς πάντας τῷ Πνεύματι, καὶ λέγει τοῖς μαθηταῖς· Λάβετε Πνεῦμα ἅγιον· καὶ Μωϋσεῖ μὲν ἐδίδου καὶ τοῖς ἄλλοις τοῖς Ἑβδομήκοντα· δι' αὐτοῦ τε ηὔχετο ∆αβὶδ τῷ Πατρὶ λέγων· Τὸ Πνεῦμα τὸ ἅγιόν σου μὴ ἀντανέλῃς ἀπ' ἐμοῦ. Καὶ ἄνθρωπος δὲ γενόμενος ἔλεγεν· Ἀποστελῶ ὑμῖν τὸν Παράκλητον, τὸ Πνεῦμα τῆς ἀληθείας· καὶ ἔπεμψεν ἀψευδὴς ὢν ὁ τοῦ Θεοῦ Λόγος. Οὐκοῦν Ἰησοῦς Χριστὸς χθὲς καὶ σήμερον ὁ αὐτὸς, καὶ εἰς τοὺς αἰῶνας μένων ἄτρεπτος, καὶ ὁ αὐτός ἐστι διδοὺς καὶ λαμβάνων, διδοὺς μὲν ὡς Θεοῦ Λόγος, λαμβάνων δὲ ὡς ἄνθρωπος. Οὐκ ἄρα ὁ Λόγος ἐστὶν, ᾗ Λόγος ἐστὶν, ὁ βελτιούμενος· εἶχε γὰρ πάντα καὶ ἀεὶ ἔχει· ἀλλ' οἱ ἄνθρωποί εἰσιν, οἱ ἀρχὴν ἔχοντες τοῦ λαμβάνειν ἐν αὐτῷ καὶ δι' αὐτοῦ. Αὐτοῦ γὰρ νῦν λεγομένου ἀνθρωπίνως χοίεσθαι, ἡμεῖς ἐσμεν οἱ ἐν 26.113 αὐτῷ χριόμενοι· ἐπειδὴ καὶ βαπτιζομένου αὐτοῦ, ἡμεῖς ἐσμεν οἱ ἐν αὐτῷ βαπτιζόμενοι. Περὶ δὲ τού των πάντων μᾶλλον ὁ Σωτὴρ φανερὸν ποιεῖ λέ γων τῷ Πατρί· Κἀγὼ τὴν δόξαν, ἣν δέδωκάς μοι, δέδωκα αὐτοῖς, ἵνα ὦσιν ἓν, καθὼς ἡμεῖς ἕν ἐσμεν. ∆ι' ἡμᾶς ἄρα καὶ δόξαν ᾔτει, καὶ τὸ, ἔλαβε, καὶ τὸ, ἐχαρίσατο, καὶ τὸ, ὑπερύψωσε, λέλε κται· ἵν' ἡμεῖς λάβωμεν, καὶ ἡμῖν χαρίσηται, καὶ ἡμεῖς ὑψωθῶμεν ἐν αὐτῷ, ὥσπερ καὶ ὑπὲρ ἡμῶν ἑαυτὸν ἁγιάζει, ἵν' ἡμεῖς ἁγιασθῶμεν ἐν αὐτῷ. Εἰ δὲ διὰ τὸ προσκεῖσθαι ἐν τῷ ψαλμῷ, ∆ιὰ τοῦτο ἔχρισέ σε ὁ Θεὸς, ὁ Θεός σου, ἐκ τῆς διὰ τοῦτο λέξεως πρόφασιν πάλιν ἑαυτοῖς, εἰς ἃ βούλον ται, πορίζονται· γνώτωσαν οἱ τῶν Γραφῶν ἀμαθεῖς, καὶ τῆς ἀσεβείας ἐφευρεταὶ, ὅτι καὶ ἐνταῦθα πάλιν τὸ, ∆ιὰ τοῦτο, οὐ μισθὸν ἀρετῆς ἢ πράξεως σημαίνει τοῦ Λόγου, ἀλλὰ τὸ αἴτιον πάλιν τῆς εἰς ἡμᾶς αὐτοῦ καθόδου, καὶ τῆς ὑπὲρ ἡμῶν εἰς αὐτὸν γινομένης τοῦ Πνεύματος χρίσεως· οὐ γὰρ εἶπε, ∆ιὰ τοῦτο ἔχρισέ σε, ἵνα γένῃ Θεὸς, ἢ βασιλεὺς, ἢ Υἱὸς, ἢ Λόγος· ἦν γὰρ καὶ πρὸ τούτου καὶ ἔστιν ἀεὶ, κα θάπερ δέδεικται· ἀλλὰ μᾶλλον, Ἐπειδὴ Θεὸς εἶ καὶ βασιλεὺς, διὰ τοῦτο καὶ ἐχρίσθης· ἐπεὶ οὐδὲ ἄλλου ἦν συνάψαι τὸν ἄνθρωπον τῷ Πνεύματι τῷ ἁγίῳ, ἢ σοῦ τῆς εἰκόνος τοῦ Πατρὸς, καθ' ἣν καὶ ἐξ ἀρ χῆς γεγόναμεν· σοῦ γάρ ἐστι καὶ τὸ Πνεῦμα. Τῶν μὲν γὰρ γενητῶν ἡ φύσις οὐκ ἦν ἀξιόπιστος εἰς τοῦτο, ἀγγέλων μὲν παραβάντων, ἀνθρώπων δὲ παρ ακουσάντων. ∆ιὰ τοῦτο Θεοῦ χρεία ἦν, (Θεὸς δέ ἐστιν ὁ Λόγος·) ἵνα τοὺς ὑπὸ κατάραν γενομένους αὐτὸς ἐλευθερώσῃ. Εἰ μὲν οὖν ἐξ οὐκ ὄντων ἦν, οὐδ' ἂν αὐτὸς ἦν ὁ Χριστὸς εἷς ὢν πάντων καὶ μέτοχος τυγχάνων καὶ αὐτός· ἐπειδὴ δὲ Θεός ἐστι, Θεοῦ Υἱὸς ὢν, βασιλεύς τε ἀΐδιός ἐστιν, ἀπαύγασμα καὶ χαρακτὴρ τοῦ Πατρὸς ὑπάρχων· διὰ τοῦτο εἰκότως αὐτός ἐστιν ὁ προσδοκώμενος Χριστὸς, ὃν ὁ Πα τὴρ ἀπαγγέλλει τοῖς ἀνθρώποις, ἀποκαλύπτων τοῖς ἁγίοις αὐτοῦ προφήταις· ἵνα, ὥσπερ δι' αὐτοῦ γεγό ναμεν, οὕτω καὶ ἐν αὐτῷ τῶν πάντων λύτρωσις ἀπὸ τῶν ἁμαρτιῶν γένηται, καὶ τὰ πάντα παρ' αὐτοῦ βασιλεύηται. Καὶ αὕτη ἐστὶν ἡ αἰτία τῆς εἰς αὐτὸν γενομένης χρίσεως, καὶ τῆς ἐνσάρκου παρουσίας τοῦ Λόγου, ἣν προορῶν καὶ ὁ ψαλμῳδὸς, τὴν μὲν θεότητα καὶ τὴν πατρικὴν βασιλείαν αὐτοῦ ὑμνῶν ἀναφωνεῖ· Ὁ
29