παρ' αὐτοῦ μαθὼν καὶ ὁ Ἀπόστολος ἔλεγεν· Ἐπεὶ οὖν τὰ παιδία κεκοινώνηκεν αἵματος καὶ σαρκὸς, καὶ αὐτὸς παραπλησίως μετέσχε τῶν αὐτῶν, ἵνα διὰ τοῦ θανάτου καταργήσῃ τὸν τὸ κράτος ἔχον τα τοῦ θανάτου, τὸν διάβολον, καὶ ἀπαλλάξῃ τού τους, ὅσοι φόβῳ θανάτου διὰ παντὸς τοῦ ζῇν ἔνοχοι ἦσαν δουλείας· καί· Ἐπειδὴ γὰρ δι' ἀνθρώ που ὁ θάνατος, καὶ δι' ἀνθρώπου ἀνάστασις νε κρῶν· καὶ πάλιν· Τὸ γὰρ ἀδύνατον τοῦ νόμου, ἐν ᾧ ἠσθένει διὰ τῆς σαρκὸς, ὁ Θεὸς τὸν ἑαυτοῦ Υἱὸν πέμψας ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας, καὶ περὶ ἁμαρτίας κατέκρινε τὴν ἁμαρτίαν ἐν τῇ σαρκί· ἵνα τὸ δικαίωμα τοῦ νόμου πληρωθῇ ἐν ἡμῖν, τοῖς μὴ κατὰ σάρκα περιπατοῦσιν, ἀλλὰ κατὰ πνεῦμα. Καὶ ὁ δὲ Ἰωάννης φησίν· Οὐ γὰρ ἀπ έστειλεν ὁ Θεὸς τὸν Υἱὸν αὐτοῦ εἰς τὸν κόσμον, ἵνα κρίνῃ τὸν κόσμον, ἀλλ' ἵνα σωθῇ ὁ κόσμος δι' αὐτοῦ. Πάλιν δὲ καὶ ὁ Σωτὴρ δι' ἑαυτοῦ ἔλεγεν· Εἰς κρῖμα ἐγὼ ἐλήλυθα εἰς τὸν κόσμον τοῦτον, ἵνα οἱ μὴ βλέποντες βλέπωσι, καὶ οἱ βλέποντες τυφλοὶ γένωνται. Οὐ δι' ἑαυτὸν ἄρα, ἀλλὰ διὰ τὴν ἡμετέραν σωτηρίαν, καὶ διὰ τὸ καταργηθῆναι τὸν θάνατον, καὶ διὰ τὸ κατακριθῆναι τὴν ἁμαρτίαν, καὶ διὰ τὸ ἀναβλέψαι τυφλοὺς, καὶ διὰ τὸ ἀναστῆναι πάν τας ἐκ νεκρῶν ἐλήλυθεν. Εἰ δὲ μὴ δι' ἑαυτὸν ἐλήλυθεν, ἀλλὰ δι' ἡμᾶς, οὐ δι' ἑαυτὸν ἄρα, ἀλλὰ δι' ἡμᾶς κτί ζεται. Εἰ δὲ οὐ δι' ἑαυτὸν κτίζεται, ἀλλὰ δι' ἡμᾶς, οὐκ ἔστιν ἄρα αὐτὸς κτίσμα, ἀλλὰ τὴν ἡμῶν ἐνδυσά μενος σάρκα, ταῦτα λέγει. Καὶ ὅτι ταύτην τὴν διάνοιαν ἔχουσιν αἱ Γραφαὶ, ἐξὸν παρὰ τοῦ Ἀποστόλου μαθεῖν· φησὶ γὰρ ἐν τῇ πρὸς Ἐφεσίους· Τὸ μεσότοιχον τοῦ φραγμοῦ λύσας, τὴν ἔχθραν ἐν τῇ σαρκὶ αὐ τοῦ, τὸν νόμον τῶν ἐντολῶν ἐν δόγμασι καταρ γήσας, ἵνα τοὺς δύο κτίσῃ ἐν ἑαυτῷ εἰς ἕνα καινὸν ἄνθρωπον, ποιῶν εἰρήνην. Εἰ δὲ ἐν αὐτῷ 26.265 κτίζονται οἱ δύο, καὶ οὗτοί εἰσιν ἐν τῷ σώματι αὐτοῦ, εἰκότως ἄρα φορῶν τοὺς δύο ἐν αὐτῷ, ὡς αὐτός ἐστι κτισθείς· τοὺς γὰρ κτισθέντας ἐν ἑαυτῷ ἥνωσε, καὶ ἦν αὐτὸς ἐν αὐτοῖς, ὡς ἐκεῖνοι. Οὕτω δὲ τῶν δύο κτισθέντων ἐν αὐτῷ, ἁρμοζόντως ἂν λέγοι· Κύ ριος ἔκτισέ με. Ὥσπερ γὰρ τὰς ἡμῶν ἀσθενείας δε χόμενος, λέγεται αὐτὸς ἀσθενεῖν, καίτοι μὴ ἀσθενῶν αὐτὸς, δύναμις γάρ ἐστι τοῦ Θεοῦ, ἁμαρτία τε ὑπὲρ ἡμῶν γέγονε καὶ κατάρα, καίτοι μὴ ἁμαρτήσας αὐτὸς, ἀλλ' ὅτι τὰς ἁμαρτίας ἡμῶν καὶ τὴν κατάραν ἐβάστασεν αὐτὸς, οὕτως ἡμᾶς ἐν αὐτῷ κτίζων, λεγέτω ὅτι καὶ Ἔκτισέ με εἰς ἔργα, καίτοι κτίσμα μὴ ὢν αὐτός. Ἐπεὶ εἰ κατ' ἐκείνους, ὡς κτιστῆς οὔσης τῆς οὐσίας τοῦ Λόγου, λέγει, Κύριος ἔκτισέ με, κτί σμα ὤν· οὐ δι' ἡμᾶς ἐκτίσθη. ∆ι' ἡμᾶς δὲ μὴ κτισθέν τος αὐτοῦ, οὐκ ἐκτίσθημεν ἐν αὐτῷ· μὴ κτισθέντες δὲ ἐν αὐτῷ, οὐκ εἴχομεν αὐτὸν ἐν ἑαυτοῖς, ἀλλ' ἔξω θεν εἴχομεν, εἰ ἄρα παρ' αὐτοῦ τὴν μάθησιν ὡς παρὰ διδασκάλου ἐδεξάμεθα. Οὕτω δὲ ἡμῶν ὄντων, οὐδὲν ἧττον πάλιν ἡ ἁμαρτία τῆς σαρκὸς ἐβασίλευσεν ἐμμένουσα, καὶ μὴ ἐκβληθεῖσα ἐξ αὐτῆς. Ἀλλὰ ὁ Ἀπόστολος ἐναντιοῦται τούτοις πρὸ ὀλίγων τούτων φάσκων· Αὐτοῦ γάρ ἐσμεν ποίημα, κτισθέντες ἐν Χριστῷ Ἰησοῦ. Εἰ δὲ ἐν Χριστῷ ἡμεῖς ἐκτίσθημεν, οὐκ ἔστιν ἄρα αὐτὸς ὁ κτιζόμενος, ἀλλ' ἡμεῖς ἐσμεν ἐν αὐτῷ κτιζόμενοι· καὶ δι' ἡμᾶς ἐστιν ἡ τοῦ, ἔκτισε, φωνή. ∆ιὰ γὰρ τὴν ἡμῶν χρείαν, καίτοι κτίστης ὢν ὁ Λόγος, ὑπέμεινε, καὶ τὴν τῶν κτιζομένων φωνήν· καὶ οὐκ ἔστιν αὐτοῦ, ᾗ Λόγος ἐστὶν, ἰδία ἡ φωνή· ἀλλ' ἡμῶν τῶν ἐν αὐτῷ κτιζομένων ἐστὶ τὸ, ἔκτισε. Καὶ ὥσπερ Πατρὸς ὄντος ἀεὶ, ἀεί ἐστι καὶ ὁ τούτου Λόγος, καὶ ὢν ἀεὶ, λέγει· Ἐγὼ ἤμην, ᾗ προσ έχαιρε· καθ' ἡμέραν δὲ εὐφραινόμην ἐν προσώπῳ αὐτοῦ· καὶ, Ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί· οὕτως ὅτε διὰ τὴν ἡμῶν χρείαν γέγονεν ἄνθρωπος, ἀκολούθως τὰ ἡμῶν, ὡς ἡμεῖς, αὐτὸς λέγει· Κύ ριος ἔκτισέ με· ἵνα, αὐτοῦ ἐνοικήσαντος ἐν τῇ σαρ κὶ, τελείως ἡ ἁμαρτία ἐξωσθῇ τῆς σαρκὸς, καὶ ἡμεῖς ἐλεύθερον ἔχωμεν τὸ φρόνημα. Τί δὲ ἔδει γενόμενον αὐτὸν ἄνθρωπον εἰπεῖν; Ἐν ἀρχῇ ἤμην ἄνθρωπος; ἀλλ' οὔτε γε ἥρμοζεν αὐτῷ τοῦτο, οὔτε ἀληθὲς ἦν. Ὥσπερ δὲ τοῦτο οὐκ ἔπρεπεν εἰπεῖν, οὕτως
71