αἱρετικῶν πρὸς τοὺς γονέας 26.69 διελέγχῃ τὴν κακόνοιαν αὐτῶν. Ἔγνωσαν γὰρ τὸ κατὰ φύσιν, καὶ λοιπὸν καὶ περὶ τῶν χρόνων ᾐσχύνθησαν. Ὅτι δὲ οὐ δεῖ τὴν τοῦ Θεοῦ γέννησιν παρα βάλλειν τῇ τῶν ἀνθρώπων φύσει, καὶ νομίζειν μέρος εἶναι τοῦ Θεοῦ τὸν Υἱὸν αὐτοῦ, ἢ ὅλως τι πάθος ση μαίνειν τὴν γέννησιν, φθάσαντες μὲν εἴπομεν ἐν τοῖς ἔμπροσθεν, καὶ νῦν δὲ τὰ αὐτά φαμεν· Οὐκ ἔστιν ὡς ἄνθρωπος ὁ Θεός. Ἄνθρωποι μὲν γὰρ παθητικῶς γεννῶσι, ῥευστὴν ἔχοντες τὴν φύσιν, καὶ χρόνους ἀναμένοντες διὰ τὴν ἀσθένειαν τῆς ἰδίας φύσεως· ἐπὶ δὲ Θεοῦ τοῦτο λέγειν οὐκ ἔστιν. Οὐ γὰρ ἐκ μερῶν συγκείμενός ἐστιν, ἀλλὰ καὶ ἀπαθὴς ὢν καὶ ἁπλοῦς, ἀπαθῶς καὶ ἀμερίστως τοῦ Υἱοῦ Πατήρ ἐστι· καὶ τούτου πάλιν μέγα τεκμήριον καὶ ἀπόδειξις ἐκ τῶν θείων Γραφῶν. Ὁ Λόγος γὰρ ὁ τοῦ Θεοῦ Υἱός ἐστιν αὐτοῦ, καὶ ὁ Υἱὸς Λόγος ἐστὶ τοῦ Πατρὸς καὶ Σοφία· Λόγος δὲ καὶ Σοφία, οὔτε κτίσμα οὔτε μέ ρος ἐστὶ τούτου, οὗ καὶ ἔστι Λόγος, οὔτε κατὰ πάθος ἐστὶ γέννημα. Ἀμφότερα γοῦν ἡ Γραφὴ συνάπτουσα, Υἱὸν μὲν ἔφησεν, ἵνα τὸ φύσει καὶ ἀληθινὸν τῆς οὐσίας γέννημα εὐαγγελίσηται. Ἵνα δὲ μή τις ἀν θρώπινον ὑπολάβοι τὸ γέννημα, πάλιν τὴν οὐσίαν αὐτοῦ σημαίνων, Λόγον αὐτὸν εἶναι καὶ Σοφίαν καὶ ἀπαύγασμά φησιν. Ἐκ γὰρ τούτου καὶ τὸ ἀπαθὲς τῆς γεννήσεως, καὶ τὸ ἀΐδιον, καὶ τῷ Θεῷ πρέπον λογιζόμεθα. Ποῖον οὖν πάθος, ἢ ποῖον μέρος ἐστὶ τοῦ Πατρὸς ὁ Λόγος, καὶ ἡ Σοφία, καὶ τὸ ἀπαύγασμα; Καὶ τοῦτο δυνατὸν καὶ αὐτοὺς τοὺς ἄφρονας μαθεῖν. Ὡς γὰρ γυναικῶν ἐπύθοντο περὶ υἱοῦ, οὕτως καὶ ἄνδρας ἐπερωτάτωσαν περὶ τοῦ λόγου, ἵνα μά θωσιν, ὅτι οὔτε πάθος αὐτῶν, οὔτε μέρος ἐστὶ τοῦ νοῦ τούτων ὁ Λόγος ὃν προφέρονται. Εἰ δὲ τῶν ἀν θρώπων, καίτοι παθητῶν ὄντων καὶ μεριστῶν ὄν των, τοιοῦτος ὁ λόγος, διὰ τί περὶ τοῦ ἀσωμάτου καὶ ἀμερίστου Θεοῦ πάθη καὶ μέρη λογίζονται, ἵνα, τοῦτο προσποιούμενοι δῆθεν εὐλαβεῖσθαι, ἀρνήσωνται τὴν ἀληθῆ καὶ φύσει γέννησιν τοῦ Υἱοῦ; καὶ ὅτι μὲν τὸ ἐκ τοῦ Θεοῦ γέννημα οὐκ ἔστι πάθος, ἱκανῶς διὰ τῶν ἔμπροσθεν ἀποδέδεικται· δέδεικται δὲ καὶ ἰδίᾳ νῦν ὁ Λόγος οὐ κατὰ πάθος γεννώμενος. Ἀκουέτωσαν δὲ καὶ περὶ τῆς σοφίας τὰ αὐτά· οὐκ ἔστιν ὡς ἄνθρωπος ὁ Θεός· μὴ ἀνθρώπινον φαν ταζέσθωσαν καὶ ἐν τούτῳ περὶ αὐτοῦ. Καὶ γὰρ τῶν ἀνθρώπων πάλιν δεκτικῶν σοφίας γεγονότων, ὁ Θεὸς οὐδενὸς μετέχων, αὐτὸς τῆς ἑαυτοῦ σοφίας πατήρ ἐστιν. ἧς οἱ μετέχοντες εἰώθασι σοφοὶ καλεῖσθαι· καὶ 26.72 ἔστι καὶ αὐτὴ ἡ σοφία, οὐ πάθος, οὐδὲ μέρος, ἀλλὰ γέννημα ἴδιον τοῦ πατρός. ∆ιὰ τοῦτο ἀεὶ Πα τὴρ, καὶ οὐκ ἐπιγέγονε τῷ Θεῷ τὸ πατὴρ, ἵνα μὴ καὶ τρεπτὸς εἶναι νομισθῇ. Εἰ γὰρ καλὸν τὸ εἶναι αὐτὸν Πατέρα, οὐκ ἀεὶ δὲ ἦν πατήρ· οὐκ ἀεὶ ἄρα τὸ καλὸν ἦν ἐν αὐτῷ. Ἀλλ' ἰδοὺ, φασὶ, καὶ ἀεὶ ποιητής ἐστιν ὁ Θεὸς, καὶ οὐκ ἐπιγέγονεν αὐτῷ τοῦ δημιουργεῖν ἡ δύναμις· ἆρ' οὖν, ἐπειδὴ δημιουργός ἐστιν, ἀΐδιά ἐστι καὶ τὰ ποιήματα, καὶ οὐ θέμις εἰπεῖν οὐδὲ ἐπὶ τούτων, Οὐκ ἦν πρὶν γεννηθῇ; Ἄφρονες οἱ Ἀρειανοί· τί γὰρ ὅμοιον υἱὸς καὶ ποίημα, ἵνα τὰ ἐπὶ τοῦ πατρὸς ταῦτα καὶ ἐπὶ τῶν δημιουργῶν εἴπωσι; Πῶς δὲ, το σαύτης διαφορᾶς ἐν τοῖς ἔμπροσθεν δειχθείσης γεν νήματος καὶ ποιήματος, ἐμμένουσι τῇ ἀμαθίᾳ; Πά λιν οὖν τὸ αὐτὸ λεκτέον, Τὸ ποίημα ἔξωθεν τοῦ ποι οῦντός ἐστιν, ὥσπερ εἴρηται, ὁ δὲ υἱὸς ἴδιον τῆς οὐ σίας γέννημά ἐστι· διὸ καὶ τὸ μὲν ποίημα οὐκ ἀνάγ κη ἀεὶ εἶναι· ὅτε γὰρ βούλεται ὁ δημιουργὸς, ἐργά ζεται· τὸ δὲ γέννημα οὐ βουλήσει ὑπόκειται, ἀλλὰ τῆς οὐσίας ἐστὶν ἰδιότης. Καὶ ποιητὴς μὲν ἂν εἴη καὶ λέγοιτο, κἂν μήπω ᾖ τὰ ἔργα· πατὴρ δὲ οὐκ ἂν λεχθείη οὐδ' ἂν εἴη, μὴ ὑπάρχοντος υἱοῦ. Ἐὰν δὲ περιεργάζωνται, διὰ τί ὁ Θεὸς, ἀεὶ δυνάμενος ποιεῖν, οὐκ ἀεὶ ποιεῖ; μαινομένων μὲν καὶ αὕτη ἡ τόλμα. Τίς γὰρ ἔγνω νοῦν Κυρίου, ἢ τίς σύμβουλος αὐτοῦ ἐγένετο; Ἢ πῶς ἐρεῖ τὸ πλάσμα τῷ κεραμεῖ, Τί με οὕτως ἐποίησας; Ἵνα δὲ, κἂν ἀμυδρόν τινα λογισμὸν εὑρόντες, μὴ σιωπήσωμεν, ἀκουέτωσαν· Ὅτι, εἰ καὶ τῷ Θεῷ δυνατὸν ἀεὶ ποιεῖν, ἀλλ' οὐκ ἠδύνατο τὰ γενητὰ ἀΐδια εἶναι· ἐξ οὐκ
17